- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:106.7-107.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯阐明,潜能理智与能动理智虽皆为可分离的,但后者更为卓越,而消亡且受动的理智是指与肉体结合的人类情感中所内蕴的理性,并援引柏拉图《蒂迈欧篇》等论证对此加以阐发。
ὥστε δῆλός ἐστι χωριστοὺς μὲν ἀμφοτέρους ὑπολαμβάνων, μᾶλλον δὲ χωριστὸν τὸν ποιητικὸν καὶ μᾶλλον ἀπαθῆ καὶ μᾶλλον ἀμιγῆ, καὶ χρόνῳ μὲν πρότερον ἐγγίνεσθαι ἡμῖν τὸν δυνάμει, φύσει δὲ εἶναι1 πρότερον καὶ τῇ τελειότητι τὸν ἐνεργείᾳ, μᾶλλον δὲ μηδὲ τῷ χρόνῳ τὸ πρότερον ἔχειν τὸν δυνάμει, ἀλλ’ ἐμοὶ μὲν ἢ σοὶ πρότερον παραγίνεσθαι, ἁπλῶς δὲ μὴ πρότερον εἶναι, ὥσπερ οὐδὲ τὸν πρόδρομον τοῦ βασιλέως οὐδὲ τὴν αὐγὴν τοῦ φωτὸς οὐδὲ τὸ ἄνθος τοῦ καρποῦ. φθαρτὸν δὲ λέγει τὸν κοινόν, καθ’ ὃν ὁ ἄνθρωπος ὁ συγκείμενος ἐκ ψυχῆς καὶ σώματος, ἐν ᾧ θυμοὶ καὶ ἐπιθυμίαι· ἃ καὶ Πλάτων φθαρτὰ ὑπολαμβάνει, ὡς δῆλον ἐκ τῶν λεγομένων ἐν τῷ Τιμαίῳ· ‘οἱ δὲ λαβόντες ἀρχὴν ψυχῆς ἀθάνατον τὸ μετὰ τοῦτο θνητὸν σῶμα αὐτῇ περιετόρνευσαν ἄλλο τι εἶδος αὐτῇ ψυχῆς προσοικοδομοῦντες θνητὸν δεινὰ καὶ ἀναγκαῖα παθήματα ἔχον ἐν ἑαυτῷ, πρῶτον μὲν ἡδονὴν μέγιστον κακοῦ δέλεαρ, ἔπειτα λύπας ἀγαθῶν φυγάς, ἔτι αὖ θάρσος καὶ φόβον ἄφρονε ξυμβούλω, θυμὸν δὲ δυσπαραμύθητον, ἐλπίδα δὲ εὐπαράγωγον, αἰσθήσει δὲ ἀλόγῳ καὶ ἐπιχειρητῇ παντὸς ἔρωτι συγκερασάμενοι τὸ θνητὸν τῆς ψυχῆς γένος συνέθεσαν. καὶ διὰ ταῦτα πάντα σεβόμενοι μιαίνειν τὸ θεῖον, ὅ τι μὴ πᾶσα ἀνάγκη, χωρὶς ἐκείνου κατοικίζουσι τὸ θνητόν, ἰσθμὸν καὶ ὅρον τῆς κεφαλῆς καὶ τοῦ στήθους αὐχένα μεταξὺ θέντες, ἵνα εἴη χωρίς. ἐν δὴ τοῖς στήθεσι καὶ ἐν τῷ καλουμένῳ θώρακι τὸ τῆς ψυχῆς θνητὸν γένος ἐνέδουν.’ καὶ ἐπὶ πᾶσι τὰ περὶ ψυχῆς εἰρημένα συγκεφαλαιούμενος γράφει· ‘τὰ μὲν οὖν περὶ ψυχῆς ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον.’ καὶ οἱ λόγοι δὲ οὓς ἠρώτησε περὶ ψυχῆς ἀθανασίας εἰς τὸν νοῦν ἀνάγονται σχεδόν τι οἱ πλεῖστοι καὶ ἐμβριθέστατοι· ὅ τε ἐκ τῆς αὐτοκινησίας (ἐδείχθη γὰρ ὡς αὐτοκίνητος μόνος ὁ νοῦς, εἰ τὴν κίνησιν ἀντὶ τῆς ἐνεργείας νοοίημεν), καὶ ὁ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λαμβάνων, καὶ ὁ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα· καὶ τῶν ἄλλων δὲ τοὺς ἀξιοπιστοτέρους δοκοῦντας οὐ χαλεπῶς ἄν τις τῷ νῷ προσβιβάσειεν, ὥσπερ γε καὶ τῶν ὑπ’ αὐτοῦ Ἀριστοτέλους ἐξειργασμένων ἐν τῷ Εὐδήμῳ, ἐξ ὧν δῆλον ὅτι καὶ Πλάτων τὸν νοῦν ἀθάνατον μόνον ὑπολαμβάνει, τῆς ψυχῆς τι καὶ αὐτὸν ὄντα, φθαρτὰ δὲ τὰ πάθη καὶ τὸν τούτοις ἐνόντα λόγον, ὃν Ἀριστοτέλης παθητικὸν νοῦν ὀνομάζει. οὐ γὰρ παντάπασιν ἄλογα τὰ πάθη τῆς ψυχῆς τῆς ἀνθρωπίνης, ἅ γε καὶ ὑπακούει τῷ λόγῳ καὶ παιδεύεται καὶ νουθετεῖται, ἀλλὰ τὰ μὲν τῶν ἀλόγων ἀσύνετα λόγου παντάπασιν, ἢ μόλις γέ τινα καὶ ἀμυδρῶς ἴχνος ἐμφαίνοντα λόγου, τὰ δὲ ἐν τῇ ἀνθρωπίνῃ ψυχῇ συμπέπλεκται λόγῳ· θάρσος γὰρ καὶ φόβος καὶ ἐλπὶς εὐθὺς ἐμφαίνει τὸ λογικῆς εἶναι ψυχῆς· εἰς γὰρ τὸν μέλλοντα ἀποτείνεται χρόνον. διόπερ οὐ γίνεται ἐν τοῖς ἀλόγοις ζῴοις, ἀλλ’ ἡδονὴ μόνη καὶ λύπη ἐπὶ παροῦσι τοῖς ἡδέσιν ἢ λυπηροῖς, καὶ ταῦτα παντάπασιν ἀνεπαίσθητα λόγου καὶ νοῦ· ἐν ἀνθρώποις δὲ οὕτως ἄρα καὶ τὰ πάθη μέτοχα λόγου, ὥστε μετρηθέντα γίνονται ἀρεταί. τοῦτο δὲ σημεῖον τοῦ μὴ τὴν φύσιν αὐτῶν ἄλογον εἶναι, ἀλλὰ τὸ ἄμετρον, καὶ οὐ κακῶς οἱ ἀπὸ Ζήνωνος τὰ πάθη τῆς ἀνθρωπίνης ψυχῆς τοῦ λόγου διαστροφὰς εἶναι τιθέμενοι καὶ λόγου κρίσεις ἡμαρτημένας· καὶ εἴη ἂν ταὐτὸν εἰπεῖν παθητικόν τε νοῦν καὶ πάθος λογικόν, τουτέστι πάθος ψυχῆς ἀνθρωπίνης, ἃ διὰ τὴν εἰς σῶμα τοῦ νοῦ κατοίκισιν λόγου μέτοχα γίνεται καὶ ἐπήκοα· οὐδὲ γὰρ ἄλλως οἷόν τε ἦν τὸν νοῦν ἐγκατοικίζεσθαι τῷ σώματι μὴ διὰ μέσων τῶν παθῶν συνδούμενον καὶ συναπτόμενον·2 μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτόν, ᾗ φησὶν ὁ θεῖος Πλάτων. λαβόντες οὖν, φησί, τὴν ἀρχὴν τῆς ψυχῆς τὴν ἀθάνατον τὸ μετὰ τοῦτο θνητὸν σῶμα αὐτῇ περιετόρνευσαν. ἵνα δὲ τοῦτο δυνατὸν γένηται καὶ ἀρχὴ ἀθάνατος ἐγκατοικισθείη τῷ σώματι, ἄλλο, φησίν, εἶδος προσύφηναν αὐτῇ ψυχῆς θνητὸν καὶ ἐπίκηρον· ἀνάγκη γὰρ ἦν τὸν σύνδεσμον τοῦ ἀθανάτου πρὸς τὸ θνητὸν καὶ αὐτὸν θνητὸν εἶναι· φθειρομένου γὰρ τοῦ θνητοῦ συμφθείρεται ὁ πρὸς αὐτὸ δεσμὸς τοῦ ἀθανάτου.
因此显而易见,他虽然认为两者都是可分离的,但认为能动理智更为分离、更为无受且更为不混,而在时间上潜能理智较先产生于我们之中,在自然上和完满性上现实理智则在先;或者更确切地说,潜能理智甚至在时间上亦不具有优先性,而只是在产生于我或你之中时较先,就绝对而言却并不在先,正如先驱对于君王、霞光对于光、花朵对于果实[在本质上]并不在先一样。而他所说的消亡者是指共通者,人依据它由灵魂与身体合成,在其中有怒气与欲望;柏拉图亦认为这些是可消亡的,这从《蒂迈欧篇》中所说的话即可清楚看出:‘他们接过了灵魂的不死本原,随后便在其周围旋制了必死的身体,并在其上加建了另一种有死的灵魂形式,其自身内包含着可怕且必然的受纳:首先是作为恶之极大诱饵的快乐,其次是作为善之逃逸者的痛苦,再者则是盲目作为参谋的果敢与恐惧、难以抚慰的愤怒、易受误导的希望;他们将这些与无理性的感觉以及敢于从事一切的狂热之爱混合在一起,构成了灵魂的有死族类。正因为这一切,他们唯恐玷污神圣之物(除非完全必要),便将有死之物与那[神圣者]分离开来安置,在头与胸之间设立脖颈作为地峡与界限,以便使其分处两地。于是在胸中以及在所谓躯干中,他们系缚了灵魂的有死族类。’而在最后对关于灵魂所说的内容进行总括时,他写道:‘关于灵魂,其包含有死部分以及包含神圣部分的内容,便是如此。’至于他为证明灵魂不死所提出的论证,其中绝大多数且最有力的论证,几乎都可以归结于理智:既有来自自身运动的论证(因为如果我们将运动理解为现实活动的代用,则已证明唯独理智是自身运动的),亦有将学习视为回忆的论证,以及来自与神相似的论证;至于其余论证中看似更为可信者,人们亦不难将其引向理智,正如亚里士多德本人在《欧德谟》中所阐发的那样;由此显而易见,柏拉图亦认为唯独理智是不死的(它自身亦是灵魂的某种东西),而各受纳以及内在其中的理性——亚里士多德称之为受动理智——则是可消亡的。因为人类灵魂的受纳并非完全无理性,它们既然听从理性、受到教导与规诫;然而无理性动物的受纳则完全不领会理性,或者某些勉强且隐约展现出一丝理性的痕迹,人类灵魂中的受纳却与理性交织在一起;因为果敢、恐惧和希望立即表明它们属于有理性的灵魂,因为它们指向未来的时间。因此,它们并不产生于无理性动物之中,而在这些动物中唯有针对眼前适意或痛苦之事的快乐与痛苦,且这些完全不感知理性与理智;然而在人类中,各受纳亦以如此方式分有理性,以致在受到节制时便成为德性。这证明它们的本性并非无理性,唯独过度才是无理性的;芝诺一派将人类灵魂的受纳定为理性的败坏以及理性的错误判断,并非没有道理。因此,说受动理智与说有理性的受纳——即人类灵魂的受纳——将是一回事,由于理智迁入身体,这些受纳便分有理性并顺从理性;因为除通过居间的受纳而联合并接合之外,理智绝不可能以其他方式居住于身体之中;正如神圣的柏拉图所说,不纯之物触碰纯洁之物是不被允许的。他说:‘因此,他们接过了灵魂的不死本原,随后便在其周围旋制了必死的身体。’他说,为了使这成为可能、使不死的本原得以居住于身体之中,‘他们在其上编织了另一种有死且短促的灵魂形式’;因为不死者与有死者之间的纽带自身亦必须是有死的;因为当有死者消亡时,不死者与它的纽带亦一同消亡。
- 3.5μᾶλλον δὲ μηδὲ τῷ χρόνῳ τὸ πρότερον ἔχειν τὸν δυνάμει, ἀλλ’ ἐμοὶ μὲν ἢ σοὶ πρότερον παραγίνεσθαι, ἁπλῶς δὲ μὴ πρότερον εἶναι
短语 μᾶλλον δὲ 用以修正并深化前文关于潜能理智在时间上在先的表述。带有否定词 μή 的不定式短语(μηδὲ... ἔχειν, μὴ... εἶναι)延续了由前文 δῆλός ἐστι 所统摄的间接引语结构。此处对比了个体中的时间产生(ἐμοὶ μὲν ἢ σοὶ πρότερον)与严格绝对意义上的在先(ἁπλῶς πρότερον)。
- 3.5οὐ γὰρ ἄλλως οἷόν τε ἦν τὸν νοῦν ἐγκατοικίζεσθαι τῷ σώματι μὴ διὰ μέσων τῶν παθῶν συνδούμενον καὶ συναπτόμενον
结构 οὐκ ἄλλως... μὴ 搭配分词表示必要条件:“除了……之外绝不能以其他方式……”。分词 συνδούμενον καὶ συναπτόμενον 在性、数、格上与不定式 ἐγκατοικίζεσθαι 的逻辑主语(宾格 τὸν νοῦν)保持一致。
