← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§104.23-106.7

潜能理智的无受性与受动理智的区别

特米斯蒂乌斯论述了感觉与理智在无受性和可分离性上的差异,论证了亚里士多德所说的“受动且消亡的理智”指的是身心结合的共通复合体,而不同于完全无受、不与身体混合且作为能动理智之先驱的“潜能理智”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#6

ἀλλ’ εἰ τῆς τοῦ φωτὸς ἀφθαρσίας οὐ συναπολαύει ἡ δύναμις ἡ αἰσθητική, οὐδὲ τῆς τοῦ νοῦ τοῦ ποιητικοῦ ὁ νοῦς ὁ δυνάμει· ἢ ἡ μὲν αἴσθησις1 εἰ καὶ ἀπαθεστέρα πολὺ τῶν ὀργάνων ἐστὶ καὶ πάσχουσιν αὐτοῖς οὐ συμπάσχει (εἰ γὰρ λάβοι, φησίν, ὄμμα ὁ πρεσβύτης τοιονδί, βλέποι ἄν ὥσπερ καὶ ὁ νέος), ἀλλ’ ὅμως οὐ παντάπασιν ἀπαθής, ἀλλὰ συναπολαύει πως τοῖς αἰσθητηρίοις τοῦ πάθους, ὁ δὲ νοῦς παντάπασιν ἀπαθὴς καὶ χωριστός. καὶ τοῦτο δῆλον ἐξ ὧν ἔμπροσθεν εἴρηκεν ἔτι περὶ τοῦ δυνάμει νοῦ διαλεγόμενος καὶ οὔπω τοῦ ποιητικοῦ μνησθείς· ὅτι δὲ οὐχ ὁμοία, φησίν, ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ καὶ νοητικοῦ, φανερὸν ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως· ἡ μὲν γὰρ αἴσθησις οὐ δύναται αἰσθάνεσθαι ἐκ τοῦ σφόδρα αἰσθητοῦ οἷον ἐκ τοῦ ψόφου τοῦ μεγάλου [ἢ] τῶν μικρῶν ψόφων οὐδ’ ἐκ τῶν ἰσχυρῶν χρωμάτων καὶ ὀσμῶν [οὐδ’ αὖ] τῶν ἀμυδροτέρων ὀσμῶν καὶ χρωμάτων, ὁ δὲ νοῦς ὅταν 〈τι〉 νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ καὶ μᾶλλον· τὸ μὲν γὰρ αἰσθητικὸν οὐκ ἄνευ σώματος, ὁ δὲ χωριστός. ταῦτα γὰρ ἄντικρυς περὶ τοῦ δυνάμει νοῦ διορίζεται· ἡ μὲν γὰρ μετάβασις τούτου.2 καὶ ἀνωτέρω μικρόν· διὸ οὐδὲ μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι, οὐδὲ ὄργανόν τι αὐτῷ εἶναι, ὥσπερ τῷ αἰσθητικῷ· καὶ ἔτι μικρὸν ἀνωτέρω· ἀπαθὲς ἄρα δεῖ εἶναι τὸ νοητικόν, δεκτικὸν δὲ τοῦ εἴδους. ὥστε τὴν μὲν αἴσθησιν δῆλός ἐστι δυσπαθεστέραν μὲν τῶν ὀργάνων τουτέστι τῶν αἰσθητηρίων νενομικώς, οὐ παντάπασι δὲ ἀπαθῆ οὐδὲ χωριστήν, τὸν νοῦν δὲ ἅτε μὴ χρώμενον ὀργάνῳ σωματικῷ πρὸς τὴν ἐνέργειαν καὶ ἄμικτον τῷ σώματι παντάπασι καὶ ἀπαθῆ καὶ χωριστόν. Ἀλλ εἰ τοιοῦτος ὁ δυνάμει, τίνα ἂν λοιπὸν λέγοι τὸν παθητικὸν νοῦν καὶ φθαρτόν; τοῦτο γὰρ ἀνεθέμεθα ἐπισκέψασθαι. οὕτω δ ἂν ῥᾷστα ἐπισκεψαίμεθα, εἰ αὐτὸν παραλάβοιμεν κοινωνὸν Ἀριστοτέλην. φέρε οὖν ἴδωμεν αὖθις, ἃ λέγει διαπορῶν περὶ τοῦ νοῦ καὶ φροιμιαζόμενος ἐν τῷ πρώτῳ· τάχα γὰρ οἷον ἐκ πυρείων τριβομένων πολλάκις τῶν ῥήσεων τοῦ φιλοσόφου ἐκλάμψειεν ἂν ἡ διάνοια· τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἐκείνου πάθη ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο ᾗ ἐκεῖνο ἔχει·3 διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν· ὥστε τὸν κοινὸν ἂν λέγοι τὸν παθητικὸν καὶ φθαρτόν. ἀλλὰ μὴν περί γε τοῦ δυνάμει νοῦ διαρρήδην φησὶν ἀπαθῆ δεῖν αὐτὸν εἶναι καὶ χωριστὸν καὶ δεκτικὸν τοῦ εἴδους καὶ δυνάμει τοιοῦτον, ἀλλὰ μὴ τοῦτο, καὶ μηδὲ μεμῖχθαι αὐτὸν τῷ σώματι, μηδὲ ὄργανον ἔχειν σωματικόν, μηδὲ ὁμοίαν τὴν ἀπάθειαν εἶναι τούτου τε καὶ τῆς αἰσθήσεως. εἰ οὖν μὴ μαχόμενα λέγει περὶ τούτου, ἄλλος ἄν εἴη κατ’ αὐτὸν ὁ κοινός, ἄλλος δ ὁ δυνάμει, καὶ ὁ μὲν κοινὸς [καὶ] φθαρτὸς καὶ παθητικὸς καὶ ἀχώριστος καὶ τῷ σώματι μεμιγμένος, ὁ δυνάμει δὲ ἀπαθὴς καὶ ἄμικτος τῷ σώματι καὶ χωριστός (ταῦτα γὰρ περὶ αὐτοῦ διαρρήδην φησίν), οἷον πρόδρομος τοῦ ποιητικοῦ, ὥσπερ ἡ αὐγὴ τοῦ φωτός, ἢ ὥσπερ ἄνθος πρόδρομον τοῦ καρποῦ· οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἡ φύσις ἀφροιμίαστον τὸ τέλος εὐθὺς παραδίδωσιν, ἀλλὰ τὰ καταδεέστερα μὲν συγγενῆ δὲ τῶν τελειοτέρων προτρέχει. χωριστὸς μὲν οὖν καὶ αὐτὸς καὶ ἀμιγὴς καὶ ἀπαθής (ῥητῶς γὰρ περὶ αὐτοῦ ταῦτά φησιν), οὐ μὴν ὁμοίως χωριστὸς τῷ ποιητικῷ· πάλιν γὰρ ὅρα, τί λέγει περὶ τοῦ ποιητικοῦ παραβάλλων αὐτὸν τῷ δυνάμει· καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίνεσθαι, ὁ δὲ τῷ πάντα ποιεῖν ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει χρώματα ἐνεργείᾳ· καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγής, τῇ οὐσίᾳ ὢν ἐνέργεια· ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης· ὥσπερ ἂν εἰ καὶ τὸν ἥλιον λέγοιμεν μᾶλλον χωριστὸν τῆς αὐγῆς.

但是,如果感觉能力不共同享有光的不灭性,那么潜能理智难道也不共同享有能动理智的[不灭性]吗?抑或,感觉即便远比各器官不易受影响,且在各器官受影响时并不一同受影响(因为他说,‘如果老人得到了这样特定的眼睛,他看东西就会像年轻人一样’),然而它仍旧并非完全不受影响,而是在某种程度上与各感觉器官一同分担其受纳;相比之下,理智则是完全不受影响且可分离的。这从他先前仍在讨论潜能理智且尚未提及能动理智时所说的话中即可清楚看出。他说:‘感觉能力与理智能力的无受性并不相同,这在感觉器官与感觉的情形中是显而易见的;因为感觉在经历了过强的可感觉对象之后便无法感觉,例如在巨大的声响之后[无法感觉]微弱的声音,在强烈的颜色和气味之后[无法感觉]较淡的气味和颜色,然而理智在思考了某种高度可理解的对象时,思考较低级的对象绝非更少,反而更多;因为感觉能力不能没有身体,而理智则是可分离的。’因为他是直接针对潜能理智作出这些界定的;因为过渡是属于它的。在稍前之处他又说:‘因此,认为它与身体混合,或者认为它具有某种器官(如感觉能力那样),都是不合情理的’;再稍前之处又说:‘因此,理智能力必须是无受的,但又能接纳形式。’因此显而易见,他虽然认为感觉比起器官即各感觉器官而言更难受影响,但绝非完全无受亦非可分离的;而理智由于并不使用身体器官来进行其现实活动,且与身体不相混合,因而是完全无受且可分离的。 但是,如果潜能理智是如此性质,那么他究竟把什么称为受动且消亡的理智呢?因为这正是我们先前承诺要加以审视的。如果我们把亚里士多德本人作为同伴,我们将能最轻松地加以审视。来吧,让我们再次看看他在第一卷中就理智提出疑难并作序言时说了些什么;因为正如在不断摩擦取火木时一样,这位哲学家的言论中或许能闪现出[其]思想:‘而思想、爱或恨并不是那[理智]的受纳,而是拥有那[理智]的这个东西在其拥有那[理智]的限度内的受纳;因此,当这个东西消亡时,[理智]既不记忆也不爱;因为这些并不是那[理智]的属性,而是已经消亡了的共通者的属性’;从而他所说的受动且消亡的理智,应当是指这个共通者。然而关于潜能理智,他至少明确地说它必须是无受的、可分离的、能接纳形式的,且在潜能上是如此的却不是此[现实者],并且它既不与身体混合,亦不拥有身体器官,它的无受性亦与感觉的无受性不同。因此,如果他关于这一问题所言并不相互矛盾,那么在他看来,共通者将是一回事,而潜能理智则是另一回事;共通者是消亡的、受动的、不可分离的且与身体混合的,而潜能理智则是无受的、与身体不混的且可分离的(因为关于它,他明确说了这些),它宛如能动理智的先驱,正如霞光是光的先驱,又如花朵是果实的先驱一样;因为在其他事物中,自然亦不会毫无前奏地直接交付终极目的,而是先让那些虽较低下但与较完满者同族的事物在前奔跑。因此,它自身固然亦是可分离的、不混的且无受的(因为他在字面上明确对它作了这些说明),但绝非与能动理智以相同的方式分离;因为且再看他在将能动理智与潜能理智相比拟时说了些什么:‘而一个理智是由于成为一切事物而是这样的,另一个则是由于制作一切事物而是这样的,如同某种状态,好比光;因为在某种意义上光亦使处于潜能的颜色成为现实的;而这一理智是可分离的、无受的和不混的,在实体上即是现实活动;因为施动者始终比受动者更为尊贵,本原比质料更为尊贵’;犹如我们会说,太阳比霞光更为分离。

语法注3 条
  1. 3.5ἀλλ’ εἰ τῆς τοῦ φωτὸς ἀφθαρσίας οὐ συναπολαύει ἡ δύναμις ἡ αἰσθητική, οὐδὲ τῆς τοῦ νοῦ τοῦ ποιητικοῦ ὁ νοῦς ὁ δυνάμει· ἢ ἡ μὲν αἴσθησις...

    句首的“ἀλλ’ εἰ ... οὐδὲ ...”承接了上一节末尾提出的疑难(即感觉若不分有光的不灭性,潜能理智是否亦不分有能动理智的永恒性),而紧随其后的“ἤ”则引入了注解者本人的解决性主张(“抑或……”)。这一虚词标示了从疑难向解答的转折。

  2. 3.5ἡ μὲν γὰρ μετάβασις τούτου

    属格“τούτου”为表语性所属属格(省略“ἐστίν”),指代前文提到的潜能理智(τοῦ δυνάμει νοῦ)。意谓前引《论灵魂》3.4(429b3–4)中从高度可理解对象向较低级对象转换的“过渡”(ἡ μετάβασις)属于潜能理智,而非能动理智。

  3. 3.5τουδὶ τοῦ ἔχοντος ἐκεῖνο ᾗ ἐκεῖνο ἔχει

    引自亚里士多德《论灵魂》1.4(408b25–27)。“τουδὶ τοῦ ἔχοντος”用指示代词与分词指代身心复合体(人类个体),而“ἐκεῖνο”则指代理智(νοῦς)。关系副词从句“ᾗ ἐκεῖνο ἔχει”表示限制性条件:“在其拥有那[理智]的限度内”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:104.23-106.7