- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:103.15-104.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯借助光与太阳的比喻探讨了亚里士多德哲学中能动理智是一还是多的疑难,并基于共同概念的来源、施教与受教中思想内容的同一性以及理智的实体与现实活动相合,论证了能动理智在本质上为一。
ἐκ δὴ τῆς αὐτῆς ταύτης ῥήσεως καὶ τοῦτ’ ἔστι βεβαιώσασθαι, ὅτι ἢ ἡμῶν τι εἶναι οἴεται τὸν ποιητικὸν νοῦν ἢ ἡμᾶς·1 ἡμῶν μὲν γὰρ τοῦτο μόνον ἀθάνατον λέγων σύμφωνα ἂν ἑαυτῷ λέγοι, ἁπλῶς δὲ τοῦτο μόνον ἀθάνατον λέγων οὐκ ἂν ἑαυτῷ συμφωνοίη πολλὰ καὶ ἄλλα οἰομένῳ εἶναι ἀθάνατα. Ἀλλὰ ταῦτα μὲν οὐχ οὕτω χαλεπὸν ἀπολύσασθαι, ἐκεῖνο δὲ ἄξιον καὶ πάνυ πολλῆς ἐξετάσεως, ἆρα εἷς ὁ ποιητικὸς οὗτος νοῦς ἢ πολλοί; ἐκ μὲν γὰρ τοῦ φωτὸς ᾧ παραβέβληται, εἷς ἂν εἴη· ἓν γάρ που καὶ τὸ φῶς,2 μᾶλλον δὲ καὶ ὁ τοῦ φωτὸς χορηγός, ὑφ’ οὗ πᾶσαι αἱ τῶν ζῴων ὄψεις προάγονται ἐκ δυνάμεως εἰς ἐνέργειαν. ὥσπερ οὖν οὐδὲν πρὸς ἑκάστην τῶν ὄψεων ἡ τοῦ κοινοῦ φωτὸς ἀφθαρσία, οὕτως οὐδὲν πρὸς ἕκαστον ἡμῶν ἡ τοῦ ποιητικοῦ νοῦ ἀιδιότης. // εἰ δὲ πολλοὶ καὶ καθ’ ἕκαστον τῶν δυνάμει εἷς ποιητικός, πόθεν ἀλλήλων διοίσουσιν; ἐπὶ γὰρ τῶν αὐτῶν τῷ εἴδει κατὰ τὴν ὕλην ὁ μερισμός, ἀνάγκη δὲ τοὺς αὐτοὺς εἶναι τῷ εἴδει τοὺς ποιητικούς, εἴ γε ἅπαντες τὴν αὐτὴν ἔχουσιν οὐσίαν τῇ ἐνεργείᾳ καὶ τὰ αὐτὰ πάντες νοοῦσιν. εἰ γὰρ μὴ τὰ αὐτὰ ἀλλ’ ἕτερα, τίς ἔσται ἡ ἀποκλήρωσις; πόθεν δὲ καὶ ὁ δυνάμει νοῦς πάντα νοήσει, εἰ μὴ πρῶτος πάντα νοεῖ ὁ προάγων αὐτὸν εἰς ἐνέργειαν; ἢ ὁ μὲν πρώτως ἐλλάμπων εἷς, οἱ δὲ ἐλλαμπόμενοι καὶ ἐλλάμποντες πλείους ὥσπερ τὸ φῶς. ὁ μὲν γὰρ ἥλιος εἷς, τὸ δὲ φῶς εἴποις ἂν τρόπον τινὰ μερίζεσθαι εἰς τὰς ὄψεις. διὰ τοῦτο γὰρ οὐ τὸν ἥλιον παραβέβληκεν ἀλλὰ τὸ φῶς, Πλάτων δὲ τὸν ἥλιον· τῷ γὰρ ἀγαθῷ ἀνάλογον αὐτὸν ποιεῖ. εἰ δὲ εἰς ἕνα ποιητικὸν νοῦν ἅπαντες ἀναγόμεθα οἱ συγκείμενοι ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ἑκάστῳ ἡμῶν τὸ εἶναι παρὰ τοῦ ἑνὸς ἐκείνου ἐστίν, οὐ χρὴ θαυμάζειν. πόθεν γὰρ αἱ κοιναὶ ἔννοιαι; πόθεν δὲ ἡ ἀδίδακτος καὶ ὁμοία τῶν πρώτων ὅρων σύνεσις καὶ τῶν πρώτων ἀξιωμάτων; μήποτε γὰρ οὐδὲ τὸ συνιέναι ἀλλήλων ὑπῆρχεν ἄν, εἰ μή τις ἦν εἷς νοῦς, οὗ πάντες ἐκοινωνοῦμεν, καὶ τὸ Πλάτωνος ἀληθές, ὡς εἰ μή τι ἦν τοῖς ἀνθρώποις 〈πάθος〉 τοῖς μὲν ἄλλο τι τοῖς δὲ ἄλλο τι ταὐτόν,3 ἀλλά τις ἡμῶν ἴδιόν τι ἔπασχε πάθος ἢ οἱ ἄλλοι, οὐκ ἂν ἦν ῥᾴδιον ἐνδείξασθαι τῷ ἑτέρῳ τὸ ἑαυτοῦ πάθημα. οὕτω δὲ καὶ ἐν ταῖς ἐπιστήμαις ὁ διδάσκων τῷ μανθάνοντι τὰ αὐτὰ νοεῖ· οὐδὲ γὰρ ἂν ἦν τὸ διδάσκειν καὶ τὸ μανθάνειν, εἰ μὴ ταὐτὸ ἦν τὸ νόημα τοῦ διδάσκοντος καὶ τοῦ μανθάνοντος. εἰ δὲ ταὐτὸν ὥσπερ ἀνάγκη, δηλονότι καὶ ὁ αὐτὸς γίνεται νοῦς ὁ τοῦ διδάσκοντος τῷ τοῦ μανθάνοντος, εἴπερ ταὐτὸν ἐπὶ τοῦ νοῦ ἡ οὐσία τῇ ἐνεργείᾳ, καὶ διὰ τοῦτο ἴσως ἐπ’ ἀνθρώπων μόνων τὸ διδάσκειν καὶ τὸ μανθάνειν καὶ τὸ συνιέναι ὅλως ἀλλήλων, ἐπὶ δὲ τῶν ἄλλων ζώων οὐκέτι, διότι μηδὲ ἡ κατασκευὴ τῶν ἄλλων ψυχῶν τοιαύτη, ὥστε δέχεσθαι τὸν δυνάμει νοῦν καὶ ὑπὸ τοῦ ἐνεργείᾳ νοῦ τελειοῦσθαι. καὶ τὸ παρά τινων ζητούμενον καὶ νεωτέρων καὶ πρεσβυτέρων, εἰ πᾶσαι αἱ ψυχαὶ μία, κάλλιον ἂν ἐζητεῖτο, εἰ πάντες οἱ νοῖ εἷς. ψυχὴ μὲν γὰρ ἴσως εἰ καὶ μία κατ’ αὐτούς ἐστι καὶ χωριστή, ἀλλ’ αἵ γε δυνάμεις αὐτῆς πολλαὶ καὶ φανερῶς ἀλλήλων διενηνόχασιν· ἄλλη γὰρ ἡ θρεπτικὴ τῆς αἰσθητικῆς, καὶ αὕτη τῆς ὀρεκτικῆς· ἐπὶ δὲ τοῦ νοῦ καὶ μάλιστα τοῦ θεωρητικοῦ τὸ ζήτημα καὶ ἀκόλουθον καὶ ἀναγκαῖον τοῖς γε παραδεχομένοις ἐπ’ αὐτοῦ τὴν οὐσίαν τὴν αὐτὴν εἶναι τῇ ἐνεργείᾳ. ἢ γὰρ οὐ τὰ αὐτὰ νοοῦσιν, ὅταν ὁ μὲν διδάσκῃ ὁ δὲ μανθάνῃ, ἢ εἴπερ τὰ αὐτὰ νοοῦσιν, ἡ αὐτὴ αὐτῶν ἐνέργεια, καὶ διὰ τοῦτο καὶ ἡ οὐσία.
正是从这一完全相同的言论中,亦可以证实:他认为能动理智要么属于我们的某种东西[一部分],要么就是我们自身。因为,若说在我们之中唯独这是不死的,他便是在与自身相一致地言说;但若说截然唯独这是不死的,他就不会与认为许多其他事物亦是不死的自己相一致了。然而化解这些[疑难]并非如此困难,相反,那个问题才值得进行极其重大的审视:这一能动理智究竟是一还是多?因为从与之相比拟的光来看,它应当是一;因为光在某种程度上是一,或者毋宁说光的提供者也是一,动物的所有视觉能力正是由他从潜能推进到现实的。因此,正如共同之光的不灭性对于各个视觉能力毫无关联一样,能动理智的永恒性对于我们每个人亦毫无关联。 // 但如果是多个,并且对应于每个处于潜能中的理智都有一个能动理智,它们又凭何彼此相异呢?因为在形式上同一的事物中的划分是由于质料,而能动理智在形式上同一则是必然的,只要它们全都拥有与现实活动相同的实体,并且全都思考相同的事物。因为如果不是相同的事物而是相异的事物,分配[的依据]又将是什么呢?况且,若非将潜能理智推进到现实活动的那一理智首先思考一切,潜能理智又如何能思考一切事物?抑或,首先照亮者是一,而被照亮并同时照亮者则如光一样是多个?因为太阳固然是一,但人们可以说光在某种程度上被分摊到诸视觉能力之中。正是因此之故,他用来作比拟的不是太阳而是光,而柏拉图用来作比拟的则是太阳;因为柏拉图使太阳对应于善。然而,即使我们所有由潜能者与现实者构成的人都归结为一个能动理智,且我们每个人的存在都来源于那一个,亦不足为奇。因为共同概念究竟从何而来?对最初诸定义和最初诸公理的那种不学而能且相同的理解又从何而来?因为,若非存在着一个我们所有人共同分有的单一理智,恐怕彼此理解都不可能存在,而且柏拉图所言亦属真实:‘若在人类之中,不曾存在某种对某些人是这一种、对另一些人是另一种的相同[感受],而是我们中有人承受着相对于他人独特的感受,那么要向对方表明自己的经验就决非易事。’同样,在各门知识中,施教者与受教者所思考的事物亦是相同的;因为若非施教者的思想与受教者的思想同一,施教与受教根本就不会存在。而如果正如必然的那样是同一的,显而易见,施教者的理智与受教者的理智亦变成为同一个,只要在理智的情形中实体与现实活动是同一的;或许正因如此,施教与受教以及彼此之间的彻底理解唯独属于人类,而不再属于其他动物,因为其他灵魂的构造并非能够接纳潜能理智并由现实理智加以成全。由某些人(无论年轻者还是年长者)所探究的‘是否所有灵魂为一’这一问题,若是探究‘是否所有理智为一’,本会探讨得更加妥当。因为灵魂或许即便在他们看来是一且可分离的,但它的诸潜能却是多数,且显然彼此各异;因为营养潜能与感觉潜能不同,而感觉潜能又与欲望潜能不同;然而就理智而言,尤其是就理论理智而言,对于那些承认就理智而言其实体与现实活动同一的人来说,这一问题既顺理成章亦是必然的。因为当一者施教而另一者受教时,要么他们思考的不是相同的事物,要么如果确实思考相同的事物,他们的现实活动便是同一的,正因如此其实体亦是同一的。
- 3.5ἢ ἡμῶν τι εἶναι οἴεται τὸν ποιητικὸν νοῦν ἢ ἡμᾶς
由连词 ἢ... ἤ(要么……要么……)引导的择一结构。在前一肢中,ἡμῶν τι 使用了部分属格(‘我们之中的某种东西/我们的一部分’);在后一肢中,ἡμᾶς 是带不定式宾格结构中的谓述宾格(‘我们自身’),对比了将能动理智视作我们的一部分还是视同我们自身这两种解读。
- 3.5ἢ ὁ μὲν πρώτως ἐλλάμπων εἷς, οἱ δὲ ἐλλαμπόμενοι καὶ ἐλλάμποντες πλείους ὥσπερ τὸ φῶς.
由表示转折性提议的 ἢ 引出的句子,旨在为前面的两难提出解答。系动词(ἐστί 或 εἰσί)被省略,构成对偶结构:ὁ μὲν πρώτως ἐλλάμπων(首要照亮者)为单数(εἷς),而居间的 οἱ δὲ ἐλλαμπόμενοι καὶ ἐλλάμποντες(被照亮并照亮者)则为多数(πλείους),如同光的分散一样。
- 3.5τὸ Πλάτωνος ἀληθές, ὡς εἰ μή τι ἦν τοῖς ἀνθρώποις 〈πάθος〉 τοῖς μὲν ἄλλο τι τοῖς δὲ ἄλλο τι ταὐτόν
主节省略了系动词(ἐστί 或 ἦν,‘柏拉图的话亦是真实的’)。随后的 ὡς 引出了对柏拉图《高尔吉亚篇》(481c-d)的引用/化用,并构成与现在事实相反的条件句(εἰ μή τι ἦν... οὐκ ἂν ἦν...)。文本中编辑增补的角括号 〈πάθος〉 充当了后接 ταὐτόν(同一的)所修饰的主语,并与下文的 τὸ ἑαυτοῦ πάθημα 相应。
