← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§102.1-103.15

能动理智的无记忆性与灵魂最高能力论证

提米斯修解释了不死能动理智之所以不具备道成肉身前的活动记忆与死后记忆,是因为可灭的复合知性毁灭了;他引用泰奥弗拉斯托斯的疑难,并驳斥了将能动理智等同于第一神或习得的命题知识的误解,论证其为人类灵魂中最尊贵的能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#4

Διὰ τί ποτε οὖν οὐ μεμνήμεθα ὧν ὁ ποιητικὸς νοῦς ἐνεργεῖ καθ’ ἑαυτὸν καὶ πρὶν εἰς τὴν σύστασιν συντελέσαι τὴν ἡμετέραν;1 φθειρομένου γάρ φησι τοῦ κοινοῦ οὐχ οἷός τέ ἐστιν ὁ ποιητικὸς οὔτε διανοεῖσθαι οὔτε μνημονεύειν· οὐ γὰρ ἐκείνου ἦν τὸ διανοεῖσθαι, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν, ὥστε καὶ ὅταν λέγῃ πάλιν οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθὲς ὁ δὲ παθητικὸς νοῦς φθαρτός, ἡμᾶς μὲν ποιεῖ τὸν ποιητικὸν νοῦν, φθείρεσθαι δέ φησι τὸν κοινόν, καὶ διὰ τοῦτο μὴ δύνασθαι μνημονεύειν ἡμᾶς ἀθανάτους ὄντας, ὧν σὺν τῷ θνητῷ νῷ ἐνηργήσαμεν. παραβάλλειν οὖν χρὴ τὰς ῥήσεις ἀμφοτέρας καὶ συμφώνους γε εὑρήσομεν ἀλλήλαις καὶ τὸ δοκοῦν ἀκριβῶς διδασκούσας τῷ φιλοσόφῳ, ἐπεὶ κἀκεῖνο τοῖς ἐνταῦθα σύμφωνον ἀκριβῶς·2 περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε τῆς ψυχῆς ἕτερον γένος εἶναι τοῦτο, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ. ἀκόλουθον γὰρ περὶ ὧν ἐν τοῖς πρώτοις ἠπόρησεν καὶ μετρίως ἐπελύσατο, ἐνταῦθα αὐτὸν ἐπιλύεσθαι ἀκριβέστερον· ἠπόρησε δὲ ἐν τοῖς πρώτοις οὐ, διὰ τί ποτε ὁ φθαρτὸς καὶ παθητικὸς νοῦς οὗτος οὐ μνημονεύει τῶν ἐνεργειῶν ἃς ὁ ἀπαθὴς ἐνεργεῖ καὶ ἀίδιος· οὐδὲ γὰρ ἦν ἄξιον ἀπορίας, κομιδῇ γὰρ ἀνοήτου τὸ διαπορεῖν πῶς ὁ φθειρόμενος τῶν τοῦ ἀφθάρτου ἐνεργειῶν οὐ μνημονεύει· τοὐναντίον δὲ ἄξιον ἀπορίας, διὰ τί ὁ μὴ πάσχων μηδὲ φθειρόμενος οὐ μέμνηται τῶν σὺν τῷ φθειρομένῳ ἐνεργειῶν. ἐπιλύεται δὲ ἐκεῖ μὲν εἰπών· διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν, ἐνταῦθα δέ· οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐδὲν νοεῖ οὐδὲ μνημονεύει. οὕτω δὲ καὶ Θεόφραστος, ἐν οἷς ἐξετάζει τὰ Ἀριστοτέλους περὶ τοῦ ποιητικοῦ νοῦ, ἀπορεῖ· ‘εἰ μὲν γὰρ ὡς ἕξις’ φησὶν ‘ἡ δύναμις, ἐκείνῳ εἰ μὲν σύμφυτος, αἰεὶ καὶ εὐθὺς ἐχρῆν· εἰ δ’ ὕστερον, μετὰ τίνος καὶ πῶς ἡ γένεσις; ἔοικε δ’ οὖν ὡς ἀγένητος εἴπερ ἄφθαρτος. ἐνυπάρχων δ’ οὖν διὰ τί οὐκ ἀεί; ἢ διὰ τί λήθη καὶ ἀπάτη; ἢ διὰ τὴν μῖξιν.’ Ἐκ δὲ τῶν αὐτῶν ῥήσεων θαυμάσαι κἀκείνων ἄξιον, ὅσοι τὸν ποιητικὸν τοῦτον νοῦν ἢ τὸν πρῶτον θεὸν ᾠήθησαν εἶναι κατὰ Ἀριστοτέλην, ἢ τὰς προτάσεις καὶ τὰς ἐξ αὐτῶν ἐπιστήμας αἳ ὕστερον ἡμῖν παραγίνονται. οἱ μὲν γὰρ τὰς προτάσεις ὑπολαμβάνοντες ἐκκεκώφηνται παντελῶς καὶ οὐδὲ ἐμβοῶντος ἀκούουσι τοῦ φιλοσόφου, ὅτι ὁ νοῦς οὗτος θεῖος καὶ ἀπαθὴς καὶ ταὐτὸν ἔχων τῇ οὐσίᾳ τὴν ἐνέργειαν καὶ οὗτος μόνος ἀθάνατος καὶ ἀίδιος καὶ χωριστός· οἱ δὲ τὸν πρῶτον θεὸν λέγεσθαι παρ’ αὐτοῦ τὸν ποιητικὸν νοῦν ὑπολαμβάνοντες, τί δήποτε ἐν αὐτῇ ταύτῃ τῇ ῥήσει ταῦτα παρορῶσι· προειπὼν γὰρ ἐν ἁπάσῃ τῇ φύσει τὸ μὲν ὕλην εἶναι, τὸ δὲ ὃ τὴν ὕλην κινεῖ καὶ τελειοῖ, ἀνάγκη φησὶ καὶ ἐν ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς, καὶ εἶναί τινα τὸν μὲν τοιοῦτον νοῦν τῷ πάντα γίνεσθαι, τὸν δὲ τοιοῦτον τῷ πάντα ποιεῖν. ἐν τῇ ψυχῇ γὰρ εἶναί φησι τὸν τοιοῦτον νοῦν καὶ τῆς ψυχῆς τῆς ἀνθρωπίνης οἷόν τινα μοῖραν τὴν τιμιωτάτην. / τοῦτο δὲ καὶ ἐξ ἐκείνης τῆς ῥήσεως δῆλον ἧς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι τοῦτο, καθάπερ τὸ ἀΐδιον τοῦ φθαρτοῦ. ἐπεὶ καὶ ὅταν λέγῃ, τοῦτ’ ἐστὶ μόνον ἀθάνατον καὶ ἀΐδιον, οὐκ ἂν λέγοι ἐπὶ τὸν πρῶτον θεὸν ἐπαναφέρων.3 οὐ γὰρ τοῦτον τίθεται μόνον ἀθάνατον καὶ ἀΐδιον, ἀλλὰ καὶ σχεδὸν ἁπάσας τὰς κινητικὰς τῶν θείων σωμάτων δυνάμεις, ἃς καὶ ὑπ’ ἀριθμὸν ἄγειν ἐν τῇ συντάξει τῇ μετὰ τὰ Φυσικὰ προαιρεῖται· ἐπὶ μέντοι τῆς ψυχῆς τῆς ἀνθρωπίνης καὶ τῶν περὶ ταύτην δυνάμεων μόνην εἶναι αὐτὴν ἀθάνατον διοριζόμενος ὀρθῶς ἂν λέγοι καὶ τοῦτ’ ἔστι μόνον ἀθάνατον.

那么,在能动理智促成我们的构成之前它自身所现实活动的事物,我们究竟为何不记得呢?因为他说,当共同者毁灭时,能动[理智]既不能推论亦不能记忆;因为推论并不属于那个[理智],而是属于已毁灭的共同者,以至于当他又说‘然而我们并不记得,是因为这[能动理智]是无受动的,而被动理智是可灭的’时,他一方面将我们视作能动理智,另一方面又说共同者被毁灭,且正因如此,我们作为不灭者,无法记忆我们曾与会灭的理智一同现实活动过的事物。因此必须对比这两处言论,并且我们会发现它们彼此一致,准确地阐明了这位哲学家的见解,因为那一言论亦与此处的事物准确一致:‘至于理论理智,尚无任何澄明之处,但这似乎是灵魂的另一属类,正如永恒者之于可灭者。’因为理所当然的是,对于他在最初几卷中提出疑难并粗略化解的事物,他在此处化解得更为精确。他在最初几卷中所疑难的,并不是为何这一可灭且被动的理智不记得无受动且永恒的[理智]所现实活动的诸活动;因为这甚至不值得成为疑难,彻底愚钝之人才会去深究可灭者何以不记得不灭者的活动;相反,值得疑难的是,为何那不受动亦不毁灭者,却不记得曾与可灭者一同进行的诸活动。而他在彼处化解道:‘因此当这一个毁灭时,它既不记忆亦不爱;因为并不属于那个[理智],而是属于已毁灭的共同者’,在此处则化解道:‘然而我们并不记得,是因为这[能动理智]是无受动的,而被动理智是可灭的,并且没有它就什么也不思考,亦不记忆。’同样,泰奥弗拉斯托斯在审查亚里士多德关于能动理智的论述处,亦提出了疑难:‘因为如果这一潜能’他说,‘如同一种状态,若是天生与那[理智]俱来,它本应始终且立即如此;若是后来产生,其生成伴随着什么且如何发生?无论如何,如果它确实不灭,就似乎是无生成的。但既内在存在,为何不始终[活动]?抑或为何会有遗忘与欺瞒?难道是因为混合之故?’ 由同样的言论出发,亦值得对那些认为在亚里士多德看来这一能动理智要么是第一神、要么是命题以及由此产生且后来降临于我们的知识的人感到惊异。因为那些理解为命题的人彻底聋了,甚至听不见这位哲学家在大声呼喊:该理智是神圣的、无受动的、其活动与实体同一,且唯独这是不死、永恒和可分离的;至于那些理解为能动理智被他称为第一神的人,究竟为何在这一言论本身中忽视了这些呢?因为在预先说明在整个自然中一者为质料、另一者为推动并完成质料者之后,他说‘在灵魂中必然亦存在这些差别,且存在着一种通过成为一切而如此的理智,以及另一种通过制造一切而如此的理智’。因为他说这样的理智存在于灵魂中,并且可以说是人类灵魂中最尊贵的一部分。 / 这一点从我们不久前所提及的那一言论亦显而易见:‘至于理论理智,尚无任何澄明之处,但这似乎是灵魂的另一属类,正如永恒者之于可灭者。’因为即使当他说‘唯独这是不死与永恒的’时,他亦绝非归结到第一神而言说的。因为他并未将第一神置为唯一的非死与永恒者,而是几乎将神圣物体的所有推动潜能亦置为如此,且他在《形而上学》的论著中亦决意将它们归入确定数目之中;然而,若就人类灵魂及其周围的潜能来界定它自身唯独是不死的,他便会正确地说出‘且唯独这是不死的’。

语法注3 条
  1. 3.5πρὶν εἰς τὴν σύστασιν συντελέσαι τὴν ἡμετέραν

    πρίν 搭配不定式 συντελέσαι,意为“在促成我们的构成之前”。συντελέω 与介词 εἰς 连用表示“对……做出贡献/有助于”。其逻辑主语为前文的 ὁ ποιητικὸς νοῦς。

  2. 3.5ἐπεὶ κἀκεῖνο τοῖς ἐνταῦθα σύμφωνον ἀκριβῶς

    由 ἐπεί(因为)引导的分句中省略了系动词 ἐστί。κἀκεῖνο 是 καὶ ἐκεῖνο 的混成词,指代《论灵魂》第二卷第二章(413b24-27)中的言论,与与格 τοῖς ἐνταῦθα(此处第三卷第五章所论之物)相对照且相符。

  3. 3.5οὐκ ἂν λέγοι ἐπὶ τὸν πρῶτον θεὸν ἐπαναφέρων

    潜势希求法(ἄν 搭配 λέγοι),表示推论性的否定:“绝不可能是指……而言说的”。现在分词 ἐπαναφέρων 带有介词短语 ἐπὶ τὸν πρῶτον θεόν,表示方式或指涉:“归结到第一神”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:102.1-103.15