- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:99.10-100.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯驳斥了从生成的持续性以及“有限者必相对于他物受限”这一前提推导出现实无限存在的论证,指出处于有限(自身拥有界限)与同他物接触在概念上是截然不同的。
8. Λοιπὸν δὲ ἐπελθεῖν καὶ τοὺς λόγους, καθ’ οὓς τὸ ἄπειρον εἶναι δοκεῖ οὐ μόνον δυνάμει, ἀλλ’ ὡς ἀφωρισμένον καὶ ἐνεργείᾳ. οἱ μὲν γὰρ αὐτῶν εἰσιν οὐκ ἀναγκαῖοι, οἱ δὲ ἔχουσιν ἀληθεῖς ἀπαντήσεις. ὁ μὲν γάρ, ἵνα μὴ ἐκλίπῃ ἡ γένεσις, ἀξιῶν τὸ ἄπειρον εἶναι οὐκ ἀναγκαίαν τὴν ἀκολουθίαν λαμβάνει· ἐνδέχεται γὰρ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι τοῦ παντὸς ὄντος πεπερασμένου· ὁ δὲ τὸ πεπερασμένον πρός τι περαίνειν οἰόμενος πιθανῶς μέν, ὅρα δὲ ὅπως ἐλέγχεται σοφιζόμενος·1 οὐ γάρ φημι τὸ πεπερασμένον ἐξ ἀνάγκης πρός τι περαίνειν· τὸ γὰρ πρός τι περαίνειν ταὐτὸν τῷ ἅπτεσθαί τινος ἁπτομένου, ἄλλο δὲ τὸ πεπεράνθαι καὶ ἄλλο τὸ ἅπτεσθαι· τὸ μὲν γὰρ ἅπτεσθαι πρὸς ἕτερον ἔξωθεν λέγεται, τὸ δὲ πεπεράνθαι πρὸς ἑαυτό· ἁφὴ μὲν ἐν τῷ ἄλλου θιγγάνειν, πέρας δὲ ἐν τῷ αὐτό τι ἔσχατον ἔχειν. δύναται μὲν οὖν πεπερασμένα τινὰ καὶ πρός τι περαίνειν καὶ ἅπτεσθαί τινος, ἀλλ’ οὐ ταὐτὸν αὐτοῖς τὸ ἅπτεσθαι τῷ πεπεράσθαι· συμβέβηκε γάρ τισιν τῶν πεπερασμένων, ἃ οὐχ ὅλα μόνον ἐστίν, ἀλλὰ καὶ μόρια τοῦ παντός, οὐ καθὸ πέρας ἔχει, ἀλλὰ καθὸ μέρη τοῦ ἀληθινοῦ ὅλου ἐστίν. εἰ δέ τι μόνον ὅλον ἐστὶ καὶ ἀκριβῶς ἅπαν τοῦτο, διὰ τί πρός τι ἕτερον περαίνει; ἔπειτα καὶ πεπεράνθαι μὲν πρὸς ἅπαντά ἐστιν, ἅπτεσθαι δὲ οὐ πρὸς ἅπαντα, οἷον ἡ πηχυαία γραμμὴ πεπέραται μὲν πρὸς ἅπαντα τὰ ἄλλα θεωρουμένη· ἤδη γάρ ἐστιν ἡ τὰ σημεῖα πέρατα ἔχουσα, ἅπτεται δὲ οὐκέτι πρὸς ἅπαντα, ἀλλὰ δεῖ γραμμῆς αὐτῆς ἅπτεσθαι μόνης. ἕκαστον γὰρ πεπέρασται μὲν πρὸς τὸ τυχόν, ἅπτεται δὲ οὐ τοῦ τυχόντος· μὴ ἁπτέσθω δὴ γραμμῆς. οὐκοῦν εἰ πεπέρασται μέν, οὐχ ἅπτεται δέ, οὐ ταὐτὸν ἄρα τὸ πεπερᾶσθαι τῷ πρός τι περαίνειν· † οὐδὲ ἀριθμὸς οἷον ἡ δεκὰς πεπέρασται μέν, τίνος δὲ ἅπτεται; ἡ φωνὴ ἡ τοσήδε πεπέρασται μὲν ὑπὸ τῆς σιγῆς, οὐχ ἅπτεται δὲ τῆς σιγῆς. τοῖς δὲ τὸ κενὸν περὶ τὸν οὐρανὸν ὑποτιθεμένοις πεπέραται μὲν ὁ οὐρανός, οὐ θιγγάνει δὲ τοῦ κενοῦ· σῶμα γὰρ σώματος ἅπτεται. καὶ ταῖς Ἐπικούρου δὲ ἀτόμοις ἐν τῷ κενῷ φερομέναις πεπερᾶσθαι μὲν ὑπάρχει, πρός τι δὲ περαίνειν οὐκέτι ἐπ’ αὐτῶν τοῦτο ἢ τὸ ἅπτεσθαι.2 καίτοι τὸν λόγον τοῦτον ἠγάπησεν οὕτως Ἐπίκουρος, ὥστε παλαιότερον ὄντα εἰσποιήσασθαι καὶ ὑποβάλλεσθαι μικραῖς τισι καὶ φαύλαις προσθήκαις, καθάπερ οἱ τὰ φώρια μετασχηματίζοντες ὑπὲρ τοῦ λανθάνειν. εἶεν.
8. 接下来还要考察那些据之无限似乎不仅在潜能上存在、而且作为被限定的和在现实中存在的诸论证。因为它们当中,有些并不是必然的,有些则有真实的解答。因为,一方面,那位为了生成不致断绝而主张无限存在的人,假定了并不必然的承续关系;因为即使万物是有限的,一物的毁灭也完全可能是另一物的生成。另一方面,那位认为有限者相对于某物而受限的人,讲得虽看似有理,但且看他是如何作为诡辩者而被驳斥的;因为我否认有限者必然相对于某物而受限。因为相对于某物而受限,与接触那发生接触的某物是一回事,但处于有限与发生接触则是两回事。因为接触是从外部相对于另一物而言的,而处于有限则是相对于自身而言的;触知在于触及另一物,而界限则在于自身拥有某种端点。因此,某些有限之物固然能够既相对于某物受限又接触某物,但对它们而言,接触并不等同于处于有限;因为这只是偶然属于某些有限之物——它们不仅是整体,而且也是万物的部分——这并不是因其拥有界限,而是因其是真正整体的部分。但是,如果某种东西仅仅是整体,并且严格说来就是这整个万物,它为什么还要相对于另一物而受限呢?其次,处于有限是相对于一切事物而言的,而接触却并非相对于一切事物:例如一肘长的线,相对于所有其他事物来考察时是有限的(因为它已经是拥有点作为端点之物),但它绝非接触一切事物,而必须仅仅接触一条线。因为每一事物都相对于任意偶然之物处于有限,却并不接触任意偶然之物;那么且设它并不接触一条线。因此,如果它固然处于有限、却并不接触,那么处于有限就不等同于相对于某物受限。数(例如十)固然处于有限,但它又接触什么呢?如此大小的声音固然被沉寂所界定,却并不接触沉寂。对于那些在天周围设定虚空的人来说,天固然是有限的,却并不触及虚空;因为物体只接触物体。并且对于伊壁鸠鲁那些在虚空中运动的原子而言,处于有限固然属于它们,但至于相对于某物受限,在它们身上这个或接触却不再〔属于它们〕。然而,伊壁鸠鲁如此喜爱这个论证,以致尽管它是更古老的,他却通过某些微小且粗劣的增补将它收为己出并冒充己作,正如同那些为了隐匿而改变赃物形状的人一样。罢了。
- 3.8ὁ δὲ τὸ πεπερασμένον πρός τι περαίνειν οἰόμενος πιθανῶς μέν, ὅρα δὲ ὅπως ἐλέγχεται σοφιζόμενος
句首的 ὁ δὲ … οἰόμενος 作为主格主语与前文的 ὁ μὲν … ἀξιῶν 相对置,但并未接续预期的主句限定动词,而是由祈使动词 ὅρα 引出后续从句,构成了破格句(anacoluthon)。此外,περαίνειν 在此处作不及物/关系性用法,意为“(相对于某物)受限/形成界线”。
- 3.8οὐκέτι ἐπ’ αὐτῶν τοῦτο ἢ τὸ ἅπτεσθαι
这是一个承前省略了动词 ὑπάρχει 的紧缩句。指示代词 τοῦτο 复指前文的 πρός τι δὲ περαίνειν,并在否定词 οὐκέτι 辖域下由 ἤ 与 τὸ ἅπτεσθαι 并列,意为“在它们身上,这个(即相对于某物受限)或接触不再(属于它们)”。
