← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§100.11-101.13

有限物的相对界限与思惟增大性的驳斥

忒弥斯提乌斯通过推导出有限物将成为无限这一荒谬归结,驳斥了论敌关于有限者必相对于某物而受限的前提,并进一步论证思惟能够无限增大数量并不必然意味着外在事物中存在现实的无限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8#2

ἀλλ’ ἐπειδὴ καὶ τὸ πρός τι περαίνειν ἐπ’ ἐκείνων ἐστίν, ὧν ἀεί τι λαβεῖν ἔστιν ἔξω, οὗ δ’ ἦν λαβεῖν ἔξω, τοῦτο ἄπειρον ἡμῖν διωμολόγηται, εἰ τοῖς πεπερασμένοις ὑπάρχει τὸ πρός τι περαίνειν, ὑπάρχοι ἂν τοῖς πεπερασμένοις ἀπείροις εἶναι.1 ἢ τοίνυν δεικτέον αὐτοῖς, ὅτι τὸ πρός τι περαίνειν οὐ ταὐτόν ἐστιν τῷ ἀεί τι ἔξωθεν ἔχειν, ἢ οὐ καλῶς ἄπειρον εἴρηται ἤ, μέχρι περ ἂν ταῦτα μένῃ, οὐ κατηγορητέον αὐτοῖς τοῦ πεπερασμένου τὸ πρός τι περαίνειν, εἰ μὴ καὶ τὸ ἄπειρον ἐξ ἀρχῆς τοῦ πεπερασμένου κατηγορήσουσιν. παράβαλλε δὲ καὶ τὸν ἡμέτερον λόγον, εἰ ἄρα ἔχει τὴν αὐτὴν ἰσχὺν ἐν τοῖς λήμμασιν. ἄπειρον μὲν λέγομεν, οὗ ἀεί τι ἔστιν ἔξω λαβεῖν, πᾶν δὲ καὶ ὅλον, οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν, καὶ οὕτως ἡμῖν συμβαίνει τὸ πᾶν μὴ ἄπειρον εἶναι. τὴν μὲν οὖν ἑτέραν πρότασιν καὶ αὐτοὶ συγχωροῦσιν, ὅτι τοῦ παντὸς οὐδέν ἐστιν ἔξω· καὶ γὰρ ἐναργέστατον καὶ ἀναγκαῖον, τὴν δὲ ἑτέραν ἡμεῖς ἐπεδείξαμεν ἀληθῆ. πρὸς μὲν οὖν τοῦτον τὸν λόγον ἱκανὰ τὰ εἰρημένα, τὸν δὲ ἐκ τῆς διανοήσεως θεάσασθαι, εἰ ἄρα ἔχει τινὰ διανόησιν. ‘ἀεί τι’, φησίν, ‘ἐκτὸς νοοῦμεν τοῦ λαμβανομένου μεγέθους καὶ ἡ νόησις οὐκ ἐπιλείπει προσεπιλαμβάνουσά τι καὶ προστιθεῖσα τῷ νοηθέντι. οὐδὲ γὰρ εἰ καὶ πάνυ βούλοιτό τις, ἀπαλλάξειεν ἂν τὴν διάνοιαν τοῦ προσωτέρω προϊέναι καὶ προσεπισωρεύειν ἄλλο ἀεί’. ἀλλὰ τίς ἀνάγκη, πρὸς Διός, εἰ νοοῦμεν ὑπεροχήν τινα ἐπ’ ἄπειρον φανταζόμενοι τοῦ μεγέθους, εἶναί τινα τοιαύτην καὶ ἐν τοῖς πράγμασιν; οὐ γὰρ τὰ πράγματα ἀληθῆ, ὡς ἔχει τὰ διανοήματα. νοῶ γοῦν σε ἔξω τοῦ ἄστεος· νοῶ σε πολλαπλασίονα τοῦ ὄρους. ἆρ’ οὖν ἔξω τοῦ ἄστεος εἶ; καὶ εἰ ἄρα καθ’ Ὅμηρον ἴσος ὄρεος κορυφῇ; χάριεν μέντ’ ἂν ἦν ἐφ’ ἡμῖν εἶναι τὸ ποιεῖν ἀληθές, ὅ τι περ ἂν βουλοίμεθα· ἐξήρκει γὰρ ὑπολαμβάνειν μόνον,2 ὅτι κρείττους ἐσμὲν τοῦ Διός. ἀλλ’ οὐ πάντα οἷα νοεῖται, καὶ ἔστιν, ἀλλ’ οἷα ἔστιν, ὀλίγα νοεῖται· ὁ χρόνος δὲ καὶ ἡ κίνησις οὐκ ἀναγκασθήσονται ἀρχὴν ἔχειν ἢ τελευτήν· ἔστι γὰρ ἐν τούτοις τὸ ἄπειρον, οὐ μὴν ἀθρόον καὶ πᾶν ἅμα, οὐδὲ ἐνεργείᾳ (οὐδὲ γὰρ ὑπομένει τι ὅλως), ἀλλὰ τῷ γίνεσθαι καὶ ἀπὸ μέρους. οὕτω δὲ καὶ ἡ τῶν συνεχῶν τομὴ τὸ ἄπειρον ἔχει. εἰ δὲ σφόδρα ἡ νόησις φιλονεικοίη, συγχωρήσομεν αὐτῇ τὸ ἄπειρον ἐπινοίᾳ μὲν εἶναι, ἐνεργείᾳ δὲ καὶ ὑποστάσει μηδαμῶς. οὐδὲ γὰρ αὐτὴ δύναται ἀθρόον νοῆσαι· προσθείη γὰρ ἂν αὐτῷ πέρας, ἀλλὰ πρόεισιν ἀεὶ πεπερασμένον τι προσθεῖσα, μέχρις οὗπερ ἂν ἀποκνήσασα ἀπαυδήσῃ.

但是,既然相对于某物受限也属于那些总可以在其外部拾取某种东西的事物,而在其外部可以拾取某种东西的事物已经被我们一致同意为无限,那么如果相对于某物受限属于有限之物,处于无限就会属于有限之物。因此,要么他们必须表明相对于某物受限并不等同于总在外部拥有某物,要么无限并未被很好地界定,要么只要这些前提保持成立,他们就不应把相对于某物受限述谓于有限者,除非他们从一开始就打算把无限述谓于有限者。且把我们的论证也比较一下,看它在前提中是否具有同样的力量。我们把总能在其外部拾取某种东西的事物称为无限,而把在其外部不能拾取任何东西的事物称为全与整体,这样在我们这里得出的结果就是全体并非无限。其中一个前提他们自己也承认,即全体之外无物存在(因为这是最显明且必然的),而另一个前提我们已表明是真实的。因此,针对这一个论证,所说的话已足够了;但且观察那个基于思惟的论证,看它究竟是否有任何道理。「我们总是」,他们说,「在所取得的大小之外思惟某种东西,而思惟绝不会停止,总是额外获取某种东西并增补给已被思惟的东西。因为即使有人极度想要如此,也无法解脱思惟,使它不再向前推进并总是堆叠上另一样东西」。但是,凭着宙斯起誓,即使我们在心中想象着某种无限的大小过剩来思惟,难道就有任何必然性说明在实际事物中也存在某种此类过剩吗?因为事物并不是按照思惟内容的样态而成其为真的。无论如何,我想象你在城外;我想象你比山大许多倍。难道你就在城外了吗?难道你真的按照荷马所言等同于山巅了吗?如果随心所欲把我们所愿望的任何事情化为真实是取决于我们的,那倒真是妙极了;因为仅仅假定我们强于宙斯就足够了。但并非所有事物也都是如其被思惟的那样,反而只有少数事物是如其所是的那样被思惟的。另一方面,时间与运动将不会被迫拥有开端或终结;因为在它们之中确实存在无限,然而绝不是一举且全部同时存在的,也不是在现实中存在的(因为根本没有任何东西持久保留),而是在生成中且部分接着部分地存在的。连续之物的分割也以这种方式拥有无限。但是,如果思惟执意争辩,我们也可以向它让步,承认无限在观念中固然存在,但在现实和实体中绝不存在。因为思惟自身也无法一举思惟[无限](因为这样就会给它加上界限),而是总在增补了某种有限之物后才向前推进,直到它畏缩气馁而力竭放弃。

语法注2 条
  1. 3.8ὑπάρχοι ἂν τοῖς πεπερασμένοις ἀπείροις εἶναι

    在非人称表达式 ὑπάρχοι ἄν 搭配不定词 εἶναι 的结构中,其表语补足语 ἀπείροις 受前面的逻辑主语 τοῖς πεπερασμένοις(与格)吸引而一致采用与格,而非变为宾格(ἀπείρους)。

  2. 3.8ἐξήρκει γὰρ ὑπολαμβάνειν μόνον

    表示充足的非人称动词未完成过去时(ἐξήρκει)在此不带语气小词 ἄν,充当非真实条件句的结果从句(与事实相反的假定)。它用来解释前一反实句(χάριεν μέντ’ ἂν ἦν...)的理由,意为「[假如愿望能成真的话]仅仅假定……就本已足够了(而实际并非如此)」。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:100.11-101.13