← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§97.25-99.9

几何学中场所的非必要性与作为质料因的无限

特米斯提乌论述了几何作图并不需要宇宙之外的空间,因为数学对象通过抽象而存在且不在场所之中,指出损害几何学的是不可分论而非对场所的否定,并阐明了无限如何归结为质料因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7#2

ᾔτησαν δὲ ἣν οἷόν τε καὶ ἐκβάλλειν,1 ἔπειτα τί διοίσει τῷ γεωμέτρῃ, εἰ μηδέν ἐστιν ἔξω τοῦ κόσμου; τῇ γὰρ ἐπινοίᾳ δύναται αὔξειν τὴν δοθεῖσαν γραμμήν, οὐκ ἀναγκαῖον δὲ αὐτῷ τίθεσθαι πᾶν τὸ νοούμενον ὡς ἐνεργείᾳ, καθ’ ἑαυτὸ κεχωρισμένον. ἴσως γὰρ οὐδὲ γραμμὴ τοιαύτη κεχώρισται ἐν τοῖς οὖσιν, ὁποίαν οὗτος νοεῖ, οὐδὲ σῶμα ἐπὶ τρία διεστὼς ἄνευ τινὸς ἀντιτυπίας, ἀλλ’ ὥσπερ οὐδὲν κωλύει πλάτει μήκει κεχρῆσθαι καὶ ἀδιαστάτῳ σημείῳ, ἃ καθ’ αὑτὰ μὲν οὐχ ὑφέστηκεν ἐνεργείᾳ, νοεῖσθαι δὲ οὐκ ἐξείργεται, οὕτω κεχρήσθω καὶ τῇ αὐξήσει τῆς διαμέτρου τῇ κατ’ ἐπίνοιαν. εἰ δὲ μηδείς ἔστιν ἔξω τοῦ κόσμου τόπος, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τόπου δεῖται ὅλως ἡ τοιαύτη γραμμή· οὐ γὰρ φυσικόν ἐστι μῆκος ἅπαν τὸ ὃ δεῖται καὶ φύσει τόπου, ἀλλὰ μαθηματικόν, οὗ τόπος ἡ τοῦ θεωροῦντος διάνοια. τὸ γὰρ ἐξ ἀφαιρέσεως εἶναι τὰ μαθηματικὰ τοῦτό ἐστιν, ὅτι πάντα ἀφαιροῦντες ὅσα τοῖς φυσικοῖς σώμασιν ὑπάρχει, τόπον λέγω ποιότητα χρόνον τὸ ποιεῖν τὸ πάσχειν τὸ κινεῖσθαι τὰς ἄλλας κατηγορίας, αὐτὰ μόνα καθ’ ἑαυτὰ τὰ διαστήματα ἐξετάζομεν καὶ τὸ ποσὸν τὸ ὡς συνεχὲς ἐν αὐτοῖς. εἰ μὲν οὖν προσεχρώμεθα πρὸς τὴν καταγραφὴν τοῦ ἰσοπλεύρου τριγώνου τόπῳ τινὶ καὶ χώρᾳ γραμμῆς, ὁ τὸν τόπον αὐτοῦ ἀφαιρούμενος συναφαιροῖτο ἂν καὶ τὴν ἀπόδειξιν. νῦν δὲ οὐδαμοῦ λέγομεν, ἐπειδὴ κεῖται ἐνθάδε ἢ ἐνθάδε ἡ δοθεῖσα γραμμή, ἀνάγκη ταδὶ συμβαίνειν. ὥσπερ οὖν Δημόκριτος κατασκευάζειν ἐπιχειρῶν, ὅτι τὰ χρώματα οὐ συνυπάρχει φύσει τοῖς σώμασιν, ἀλλὰ νόμῳ καὶ τῇ θέσει τῇ πρὸς ἡμᾶς, οὐδὲν ἂν βλάπτοι γεωμετρίαν, ἐπεὶ μὴ χρῆται, οὕτως ὁ τὸν τόπον τὸν ἐπ’ ἄπειρον ἀναιρῶν, μᾶλλον δὲ εἴ τις καὶ ὅλως ἀναιρεῖ τόπον, οὐδὲν ἐμποδὼν γίνεται ταῖς γραμμικαῖς ἀποδείξεσιν· ἀφαιρεῖται γὰρ οὗ μὴ δέονται. ὅτι δὲ οὐκ ἔστιν ἐν τόπῳ τὰ μαθηματικά, φησὶν Ἀριστοτέλης ἐν τῷ ἐχομένῳ συγγράμματι· δηλοῖ γὰρ τὰ μαθηματικὰ οὐκ ὄντα γοῦν ἐν τόπῳ ὅμως κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν.2 ἀλλὰ τίς ἂν βλάπτοι γεωμετρίαν τῶν περὶ φύσεως λόγων; ὁ τὰ ἀμερῆ καὶ ἐλάχιστα ἀρχὰς ὑποτιθέμενος καὶ στοιχεῖα· τὴν γὰρ εἰς ἄπειρον τομὴν ἀναιρεῖ, ᾗ συναναιρεῖται πολλὰ τῶν ἐν τοῖς μαθήμασιν νῦν προχείρως δεικνυμένων. ὅλως δὲ εἰ ταῦτα δυνατὸν καὶ ἐπὶ τῆς μείζονος γραμμῆς καὶ ἐπὶ τῆς ἐλάττονος ἀποδεῖξαι, καθάπερ καὶ ποιοῦσι καὶ λέγουσι, τί δέονται τῆς μεγίστης γραμμῆς; τέμνουσι γὰρ κατὰ τὸν αὐτὸν λόγον τήν τε μεγίστην καὶ τὴν ἐλαχίστην, ἣν οἴονται καὶ ἐκβάλλειν· οὕτω γὰρ καὶ ἄπειρον ὑποτίθενται οὐ τὴν ὡς ἀδιεξίτητον, ἀλλὰ τὴν οἷόν τε καὶ αὐξηθῆναι. τὸ μὲν οὖν ἄπειρον οὕτως ἐστίν, ἀνάγεται δὲ ἐκ τῶν διῃρημένων αἰτίων εἰς τὴν ὕλην ὡς προειρήκαμεν· αὕτη γὰρ τὸ ἄπειρον, εἰ μόνον λαμβάνοιτο καθ’ αὑτήν. ἐν στερήσει γάρ· καὶ ἡ ἀπειρία δὲ στέρησις. οὐ μέντοι γε, εἰ τὸ ἄπειρον στέρησίς τε καὶ περὶ τὴν ὕλην, ἡ ὕλη μόνη καθ’ αὑτὴν ὑπόκειται τῇ εἰς ἄπειρα διαιρέσει, ἀλλὰ τοῦτο ἤδη τὸ συνεχὲς σῶμα καὶ αἰσθητόν· δεῖ γὰρ ἐνεργείᾳ τὸ διαιρεθησόμενον εἶναι. πῶς οὖν λέγεται περὶ τὴν ὕλην τὸ ἄπειρον ἐν τῇ διαιρέσει; ὅτι τοῦ συνθέτου σώματος εἰς ἄπειρα τεμνομένου, ἐπειδὴ μὴ κατὰ τὸ εἶδος ἡ τομὴ γίνεται (μένει γὰρ ἐκεῖνο ταὐτόν), ἀνάγκη κατὰ τὴν ὕλην γίνεσθαι τὴν διαίρεσιν. φαίνονται δὲ καὶ οἱ ἄλλοι πάντες ὡς ὕλῃ χρησάμενοι τῷ ἀπείρῳ. πῶς δὲ οὕτως χρώμενοι περιέχειν αὐτό, οὐ περιέχεσθαι λέγουσι, τοῦτο οὐκ ἀκολουθεῖ.

他们所要求的,是一条也能够被延长的线。其次,如果在宇宙之外没有任何东西,这对几何学家又有什么影响呢?因为他能够通过思想来增大给定的线,并且他没有必要把一切被思想之物都设定为在现实中自身独立分离的存在。因为在存在者之中,或许既不存在这样一条如他所思想的分离的线,也不存在一个没有任何阻抗的三维延展的物体;相反,正如没有任何东西阻止人们使用宽度、长度和无延展的点——这些在现实中并不凭自身持存,但并不妨碍被思想——同样地,他也尽可以使用通过思想而对直径所作的增大。即使宇宙之外没有任何场所,也并无荒谬之处;因为这样的线根本不需要场所。因为并非凡是本性上需要场所的长度都是自然物体的长度,而是数学性的,它的场所就是观想者的理智。数学对象出于抽象正是这个意思:即除掉属于自然物体的一切属性——我是指场所、性质、时间、主动、被动、运动以及其他范畴——我们仅就诸延展自身来考察它们,并考察其中作为连续的量。因此,如果我们为了作等边三角形而额外使用了线的某种场所和空间,那么取消其场所的人就会连同证明一起取消掉。但现在我们绝没有在任何地方说过:因为给定的线位于此处或彼处,就必然得出这些结论。因此,正如德谟克利特试图确立颜色并非依本性共存于物体之中、而是约定俗成的且依赖于相对于我们的关系,这丝毫不会损害几何学(因为它并不使用颜色),同样地,取消无限场所的人,或者更进一步说,即便有人完全取消场所,也不会成为线形证明的阻碍;因为他取消的是他们所不需要的东西。至于数学对象不在场所中,亚里士多德在接下来的论著中已经说明;因为他表明数学对象即便至少不在场所中,却无论如何是按照相对于我们的关系而被表述的。但是,关于自然的诸论述中,究竟哪一种会损害几何学呢?是把不可分者和极小者设定为本原和元素的那种学说;因为它取消了向无限的分割,而随着这种分割被取消,数学中如今唾手可得地被证明的许多东西也就被一同取消了。总之,如果这些事情既能够在更大的线上、也能够在更小的线上被证明(正如他们所做和所说的那样),他们为什么还需要最大的线呢?因为他们按照相同的比例既分割最大的线,也分割最小的线,他们认为这条线也是能够被延长的;因为他们也是这样把无限设定为不是不可穿越的,而是能够被增大的。因此,无限就是这样存在的,并且正如我们之前所说,在被区分的原因中它被归结为质料;因为质料若仅凭其自身被把握,它就是无限。因为它处于匮乏之中,而无限性也是一种匮乏。然而,即使无限是一种匮乏并且关乎质料,也绝不是只有质料凭其自身作为向无限分割的载体,而是已经是这个连续且可感觉的物体;因为将要被分割者必须是在现实中存在的。那么,分割中的无限怎么说是关乎质料的呢?因为当复合物体被切分到无限时,既然切分不是按照形式发生的(因为形式保持同一),分割就必然是按照质料发生的。所有其他人显然也都是把无限作为质料来使用的。但他们既然这样使用它,却又说它包容而不被包容,这是不相连贯的。

语法注2 条
  1. 3.7ᾔτησαν δὲ ἣν οἷόν τε καὶ ἐκβάλλειν

    作 ᾔτησαν 直接宾语的名词先行词(γραμμήν)被省略,由 ἣν 引导的关系从句整体充当其实质宾语。副词性 καί 修饰 ἐκβάλλειν,带有“甚至能够延长”的强调意味。

  2. 3.7δηλοῖ γὰρ τὰ μαθηματικὰ οὐκ ὄντα γοῦν ἐν τόπῳ ὅμως κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν

    动词 δηλοῖ 的主语承前指亚里士多德或其著作。分词短语 οὐκ ὄντα γοῦν ἐν τόπῳ 带有让步意味,而在 ὅμως 之后省略了述谓成分(如 [λέγεσθαι ἐν τόπῳ]),构成对比结构:数学对象虽至少不在场所中,但无论如何依据相对于我们的关系[被如此述说]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:97.25-99.9