← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§96.12-97.25

数与量度中无限的差异及数学中的无限

德米斯提厄斯从质料和整体的角度解释了数(在分割中有下限而在增加中无限)与量度(在分割中无限而在相加中有上限)的对称性差异。他进一步阐明无限原初属于量度,派生地属于运动与时间,并指出数学证明并不需要现实无限的线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7#1

7. Σμικρότερον μὲν οὖν αὐτὸ ποιεῖν βουλομένοις δίδωσι τὴν χορηγίαν ἐνυπάρχουσαν τῆς ἀπειρίας, μεῖζον δὲ οὐκέτι· δεῖ γὰρ τῆς ἔξωθεν προσθήκης, ἐνδέχεται δὲ μηδὲν ἕτερον ἔξωθεν εἶναι, καὶ εἰ περιέχει τὸ εἶδος, ἀνάγκη εἰς τοῦτο στῆναι τὴν αὔξησιν. εὐλόγως δὲ καὶ ἐν μὲν τοῖς ἀριθμοῖς ἐπὶ τὸ ἐλάχιστόν ἐστι πέρας, ἐπὶ δὲ τὸ πλεῖστον οὐκέτι· ἐν δὲ τοῖς μεγέθεσι τὸ ἀνάπαλιν, διαιροῦσι μὲν οὐκ ἔστιν, προστιθοῦσι δ’ ἔστι.1 τί ποτ’ οὖν δὴ τοῦτο; ὁ μὲν ἀριθμὸς ἐκ μονάδων οἶμαι σύγκειται· οὐδὲ γὰρ ἄλλο ἐστὶν ἀριθμὸς ἢ πλείους μονάδες· τὸ γὰρ δύο καὶ τρία πλειόνων μονάδων ἐστὶν ὀνόματα, ἕκαστον δέ, ἐξ ὧν σύγκειται, εἰς ἐκεῖνα καὶ διήρηται. διαιρεῖται οὖν καὶ ὁ ἀριθμὸς εἰς τὰς μονάδας, αὗται δὲ καθὸ μονάδες ἀδιαίρετοι. πᾶν γὰρ ἓν καθὸ ἓν ἀδιαίρετον ὡς εἷς ἄνθρωπος καθὸ ἄνθρωπος ἀδιαίρετος· οὐ γὰρ εἰς ἀνθρώπους, εἰ δὲ εἰς μόρια, ἀλλ’ οὐ κατὰ τοῦτο εἷς ἦν. ἡ δὲ μονὰς παντελῶς ἕν· οὐδὲ γὰρ ὕλη αὐτῇ ὑπόκειται, ὥστ’ ἀνάγκη στῆναι τὴν διαίρεσιν εἰς ταύτην ἐλθοῦσαν, τὸ δὲ μέγεθος οὐκέτι σύγκειται ἐξ ἑνάδων, ἀλλ’ ἐκ μεγεθῶν. οὐ καταντᾷ οὖν εἰς ἀδιαίρετα ἡ διαίρεσις. διὰ ταύτην δὲ καὶ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται, ὅτι καὶ ἡ διαίρεσις ἀριθμητὴ καὶ παντὸς ὡρισμένου πλήθους ὑπερβάλλει τὰ λαμβανόμενα· οὐ γὰρ δὴ καθ’ αὑτὸν ὁ ἀριθμὸς τὸ ἄπειρον ἔχει, ἀλλὰ καὶ οὗτος διὰ τὴν ὕλην, ὥστε πανταχοῦ τὸ ἄπειρον διὰ τὴν ὕλην. καλῶς οὖν καὶ δυνάμει τὸ ἄπειρον, ἐνεργείᾳ δὲ οὔ· καὶ γὰρ ἡ ὕλη δυνάμει. καλῶς δὲ ἐν τῷ γίνεσθαι τὸ ἄπειρον, οὐκ ἐν τῷ εἶναι· καὶ γὰρ ἡ ὕλη ῥεῖ καὶ οὐχ ἵσταται. ὁ μὲν οὖν ἀριθμὸς διὰ τὴν ὕλην ἔχει τὸ ἄπειρον, διὰ δὲ τὸν ἀριθμὸν ἐν τοῖς μεγέθεσιν οὐκ ἔστι τὸ ἄπειρον ἐπὶ τὸ μεῖζον, ὅτι προχωροῦσιν ἐπὶ τὸ μεῖζον τὸ ὅλον ἀπαντᾷ καὶ πᾶν, ὥσπερ ἐν τοῖς ἀριθμοῖς ἡ ἑνάς. οὐ γάρ ἐστιν τὸ πᾶν αὔξεσθαι δυνάμενον· οὕτω γὰρ ἄν εἴη τι τοῦ οὐρανοῦ μεῖζον, ἀλλὰ τὸ ὅλον ὥρισται εἴπερ ὅλον. εἰ δέ τι ἦν δυνατὸν προστιθέναι παντὶ σώματι, οὐδὲν ἂν ἦν πᾶν οὐδὲ ὅλον, ἀλλ’ οἷον οἱ φυσικοὶ λέγουσι τὸ ἄπειρον, ἐνεργείᾳ αἰσθητόν τι σῶμα καὶ μέγεθος. ὅταν λέγωμεν τὸ ἄπειρον καὶ ἐν μεγέθει εἶναι καὶ ἐν κινήσει καὶ ἐν χρόνῳ, ἰστέον ὅτι οὐχ ὡς γένος οὐδὲ ὡς μίαν αὐτῶν φύσιν κατηγοροῦμεν, ἀλλ’ ὡς ἔχει τάξεως ταῦτα πρὸς ἄλληλα, οὕτω καὶ τὸ ἄπειρον τὸ ἐν αὐτοῖς. ὁ μὲν οὖν χρόνος ἄπειρος διὰ τὴν κίνησιν, ἐπειδὴ καὶ τὸ εἶναι ἀπ’ αὐτῆς ἔχει, ἡ κίνησις δὲ ἄπειρος διὰ τὸ μέγεθος· πᾶσα γὰρ κίνησις περὶ μέγεθος αὔξησις μείωσις ἀλλοίωσις ἡ κατὰ τόπον μεταβολή, τὸ μέγεθος δὲ πρώτως ἄπειρον ἤδη· διαιρεῖται γὰρ εἰς μεγέθη. νῦν μὲν οὖν χρώμεθα τούτοις, ὕστερον δὲ καὶ ἀποδείξομεν. οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν2 τὸ ἄπειρον ὑποδεικνὺς μὴ εἶναι ἐνεργείᾳ ἐπὶ τὴν αὔξησιν ἀδιεξίτητον· οὐδὲ γὰρ νῦν δέονται τῆς οὕτως ἀπείρου γραμμῆς· ἀεὶ γὰρ κέχρηνται πεπερασμένῃ, ἀλλ’ ὑπὲρ τοῦ ἔχειν ὅσην ἂν βούλωνται.3 Ἀπορεῖ δέ τις, πῶς τὸ πρῶτον ἀποδείξουσιν ἐν τοῖς στοιχείοις θεώρημα. δεδόσθω γὰρ αὐτοῖς ἡ τοῦ κόσμου διάμετρος, ἐφ’ ἧς δεῖ τὸ τρίγωνον συστήσασθαι· πῶς γὰρ ἕξουσι χώραν αἱ δύο πλευραὶ τοῦ τριγώνου; ἢ πρῶτον μὲν οὐ δίδως, ὁποῖον ᾔτησαν ἐξ ἀρχῆς;

因此,对于那些意图使之变得更小的人而言,它提供了内在于其中的无限的供应,但对于意图使之变得更大的人而言则不再如此;因为这需要外部的相加,但在外部可能没有任何别的东西存在,并且如果形式包容了它,增大就必然要停于此。并且合乎情理的是,在数中,朝向最小者有界限,而朝向最多者则不再有界限;相反,在量度中情况恰恰相反:对于分割者而言没有界限,但对于相加者而言则有界限。那么这究竟是为什么呢?我想,数是由诸单胞构成的;因为数不是别的,正是更多的诸单胞;因为二和三是更多诸单胞的名称,而每一事物也正是被分割为它所由以构成的那些成分。因此,数也被分割为诸单胞,但这些单胞就其作为单胞而言是不可分割的。因为每一个一就其作为一而言都是不可分割的,正如一个人就其作为人而言是不可分割的;因为他并不是被分割为众人,即便被分割为诸部分,他也不是就这方面而言曾是一的。而单胞是彻底的一;因为甚至质料也不作为载体归属于它,以至于分割一旦到达于此就必然停止;但量度却不再是由诸单胞构成,而是由诸量度构成的。因此,分割不会止于不可分割者。也正是因此,数也向无限增大,因为分割也是可数的,并且所取得的部分超过任何确定的多;因为数确实并非凭其自身具有无限,而是数也同样由于质料而具有无限,以至于处处的无限都是由于质料。因此,合乎道理的是,无限是在潜能中,而不在现实中;因为质料也是在潜能中。合乎道理的是,无限是在生成中,而不在存在中;因为质料也是流转而不静止的。因此,数由于质料而具有无限,但由于数,在量度中朝向更大者却没有无限,因为对于朝向更大者前进的人而言,整体即全就像数中的单胞那样立于前。因为全并不是能够被增大的;因为若如此就会有某种大于天体之物,但整体既然是整体,就是已被限定的。但如果能够给任何物体相加某种东西,就不会有任何东西是全或是整体,而是会存在自然哲学家们所说的那种无限,即现实中某种可感觉的物体和量度。当我们说无限既在量度中,又在运动中,也在时间中时,应当明白我们并不是将它作为属或者作为它们的一种单一本性来述说的,而是正如这些事物彼此之间具有次序那样,它们之中的无限也是如此。因此,时间由于运动而是无限的,因为时间也是从运动中取得其存在,而运动由于量度而是无限的;因为一切运动都是关乎量度的——增长、减损、质变、位置移动——而量度已经是原初意义上的无限;因为它是被分割为诸量度的。目前我们使用这些作为前提,但稍后我们也会予以证明。该论述指出朝向增大的无限在现实中并非不可穿越,这丝毫没有剥夺数学家们的观想;因为即使现在他们也不需要这样一种无限的线;因为他们始终使用有限的线,而只是为了能够拥有他们所期望的那样长的线。但有人会提出疑问:他们将如何证明《几何原本》中的第一个定理呢?因为设宇宙的直径被给予了他们,并且必须在其上作三角形;因为三角形的另外两条边怎么会有容身之所呢?难道不是首先,你根本没有给予他们从一开始所要求的东西吗?

语法注3 条
  1. 3.7διαιροῦσι μὲν οὐκ ἔστιν, προστιθοῦσι δ’ ἔστι

    与格分词 διαιροῦσι 与 προστιθοῦσι 是表示主体的关涉与格,意为“对于分割者而言没有[界限],而对于相加者而言有[界限]”。省略的主语是前句中的 πέρας(界限)。

  2. 3.7οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν

    动词 ἀφαιρέω 采取双宾格结构(τοὺς μαθηματικούς 与 τὴν θεωρίαν),表示“剥夺某人的某物”。随后的主格分词 ὑποδεικνύς 与主语 ὁ λόγος 一致,表示方式或原因。

  3. 3.7ἀλλ’ ὑπὲρ τοῦ ἔχειν ὅσην ἂν βούλωνται

    介词 ὑπέρ 搭配属格冠词加不定词 τοῦ ἔχειν 构成目的从句(“为了拥有”)。它与前句的否定(他们不需要无限的线,而是使用有限的线以拥有所期望的长度)构成完整的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:96.12-97.25