- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:94.18-96.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯解释了在无限者的定义中加入“对于按照数量摄取的人而言”这一限定的必要性,辨析了无限与整体、完全者的区别,赞扬巴门尼德而批判美理梭与柏拉图,并论证无限者不是包罗万象的整体,而是作为质料被包容在整体之中的部分。
τὸ δὲ κατὰ ποσὸν λαμβάνουσι προσθεῖναι ἦν ἀναγκαῖον,1 ὅτι κατὰ τὸ εἶδος ἐν τῇ διαιρέσει πεπέρασται τὰ συνεχῆ· τὸ γὰρ αὐτὸ εἶδός ἐστιν ἐν τῇ διαιρέσει, εἰ καὶ μὴ τὸ αὐτὸ ποσόν· γραμμαὶ γὰρ ἢ ἐπιφάνεια ἢ σώματα ἄμφω. τὸ μὲν οὖν ἄπειρον τοιοῦτόν ἐστιν. Οὗ δὲ μηδὲν ἔστιν ἔξω λαβεῖν, τοῦτο τέλειον μᾶλλον ἂν εἴη καὶ ὅλον· οὕτω γὰρ καὶ ὁριζόμεθα τὸ ὅλον, οὗ μηδὲν ἄπεστι τῶν πρὸς τὴν οἰκείαν αὐτοῦ συμπλήρωσιν συντελούντων, οἷον ἄνθρωπον ὅλον ἢ κιβώτιον ὅλον ἦν, οἷς ἂν οὐδὲν εἰς τὴν μορφὴν ἐλλείπῃ. ὥσπερ δὲ ἐπὶ τούτων τῶν κατὰ μέρος, οὕτως ἕξει κἀπὶ τοῦ κυρίως ὅλου· ἔστι γὰρ κυρίως καὶ ἁπλῶς ὅλον οὗ μηδὲν ἄπεστιν, τοῦτο δὲ καὶ τέλειον ἀκριβῶς· ἔοικε γὰρ τὰ δύο ταῦτα ὀνόματα τό τε ὅλον καὶ τὸ τέλειον ἢ ταὐτὸν σημαίνειν ἢ σύνεγγυς εἶναι· ὅλον μὲν γὰρ λέγομεν πρὸς τὰ μόρια ἀναφέροντες, ὅταν μηδὲν ἐκείνων ἐλλείπῃ, τέλειον δὲ τὸ ἔχον πέρας καὶ τέλος, λέγεται δὲ ἀμφοῖν κατὰ πράγματος τοῦ αὐτοῦ. εἰ δὴ τέλειον τὸ πέρας ἔχον, καὶ ὅλον ἂν εἴη τὸ πέρας ἔχον. ἄμεινον οὖν Παρμενίδης Μελίσσου τὸ ὅλον πεπερασμένον ποιῶν ‘μεσόθεν ἰσοπαλές’, ὁ δὲ τὰ ἀσύνθετα συντάττει καὶ οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν2 τὸ ‘πάνθ’ ὁμοῦ’ καὶ ἄπειρον λέγων. εἰ γὰρ πᾶν ἐστιν οὗ μηδὲν ἔξωθεν ἄλλο, ἄπειρον δέ, οὗ ἀεί τι ἔξωθεν ἄλλο, οὐκ ἂν εἴη ‘πάνθ’ ὁμοῦ’ τι καὶ ἄπειρον. διὰ ταύτην δὲ τὴν πλάνην, καθ’ ἣν οἴονται ἐμφερῶς ἔχειν τὸ ὅλον καὶ τὸ πᾶν καὶ τὸ ἄπειρον, ἤδη καὶ σεμνύνουσι τὸ ἄπειρον, ἃ τῷ ὅλῳ προσήκει καὶ τῷ παντί, ταῦτα ἐπὶ τὸ ἄπειρον μεταφέροντες, τὸ πάντα περιέχειν καὶ τὸ πάντα ἔχειν ἐν ἑαυτῷ. ταῦτα δὲ κατὰ μὲν ὅλου κυρίως λέγεται, κατὰ δὲ τοῦ ἀπείρου, ὅτι τὸ ἄπειρον ὕλη ἐστὶν τοῦ ὅλου τε καὶ τελείου, ὅ ἐστι μετὰ εἴδους ἤδη καὶ συναμφότερον· ἡ γὰρ ὕλη κατὰ μὲν τὸν αὑτῆς λόγον ἄπειρος ἔσται καὶ ἀόριστος, δυνάμει δέ ἐστιν ὅλον τε καὶ πᾶν· δεκτικὴ γὰρ τοῦ εἴδους καὶ αὐτῆς τε καὶ τοῦ εἴδους τὸ σύνθετον. ὃ τοίνυν δυνάμει εἶχε, λέγω δὲ τὸ ὅλον, τοῦτο ἁπλῶς αὐτῆς κατηγοροῦσι καὶ οὕτως ἃ τῷ ὅλῳ προσήκει, ταῦτα τῷ ἀπείρῳ προσάπτουσι. ὅτι δ’ ἐν τῇ ὕλῃ τὸ ἄπειρον, δῆλον. καὶ γὰρ ἡ τῶν μεγεθῶν καθαίρεσις ἡ ἐπ’ ἄπειρον καὶ ἡ πρόσθεσις ἡ ἀντίστροφος κατὰ τὸ ὑποκείμενον οὐ κατὰ τὸ εἶδός ἐστιν, ὥσπερ ἔφην· μένει γὰρ τὸ εἶδος ταὐτό, καὶ ἄλλως τὸ πέρας αὐτῇ καὶ τὸ ὅλον οὐ καθ’ αὑτήν, ἀλλὰ ἐκ τοῦ εἴδους ὑπάρχει καὶ ἀεί τι περιέχεται ὑπ’ ἄλλου καὶ ἀεί τι αὐτῆς ἔστιν ἔξω λαβεῖν τό τε εἶδος καὶ τὴν μορφήν.3 διὰ ταῦτ’ οὖν ἄπειρος, εἰκότως δὲ καὶ ἄγνωστος κατὰ τὴν ἑαυτῆς φύσιν· τὸ γὰρ ἄπειρον ἄγνωστον. εἰς τί δὴ περιελήλυθεν ἡμῖν ὁ λόγος ἐκ τῶν εἰρημένων; ἔστι μὲν γὰρ ἄγαν παρὰ τὴν δόξαν, ἀληθέστατον δέ, τὸ ἄπειρον μόριον εἶναι μᾶλλον τοῦ ὅλου ἢ ὅλον. ἡ γὰρ ὕλη μόριον τοῦ συναμφοτέρου, καθάπερ ὁ χαλκὸς τοῦ διαδουμένου. τοῦτο γὰρ ἴσως εὐλογώτερον ἢ τὸ μέγα καὶ τὸ μικρὸν ἄπειρά τε ποιοῦντας καὶ ὕλην αἰσθητῶν τε καὶ νοητῶν, προσαναγκάζεσθαι4 συγχωρεῖν περιέχεσθαι καὶ τὰ νοητὰ ὑπὸ τῆς ὕλης, εἴγε ἅπαντα ὑπὸ τοῦ ἀπείρου περιέχεσθαι βούλονται. οὕτως γὰρ ὑπὸ τοῦ ἀορίστου τε καὶ ἀγνώστου τὰ γνωστά τε καὶ ἐπιστητὰ περιέχοιτό τε καὶ ὁρίζοιτο. ἡμῖν δὲ τὸ ἄπειρον ὑπὸ τοῦ ὅλου περιέχεσθαι τιθεμένοις, λέγω δὲ τὴν ὕλην, κατὰ λόγον συμβαίνει ἔλαττον μὲν δύνασθαι παντὸς ὡρισμένου μεγέθους λαβεῖν, μεῖζον δὲ μή· ἡ γὰρ ὕλη ἔνδον ἐμπεριέχεται τῷ τεμνομένῳ μεγέθει.
加上“对于按照数量摄取的人而言”之所以是必然的,是因为在分割中连续事物就形式而言是有限的;因为即使数量不相同,在分割中所具有的形式却是相同的,因为二者都是线,或面,或物体。那么,无限者就是这样的。另一方面,在其外无物可取之物,则宁可说是完全的与整体;因为我们也是这样定义整体的,即凡有助于其固有圆满的事物无一缺席者,就像完整的人或完整的箱子是就其形式而言无所欠缺之物那样。正如在这些个别事物的情形中一样,在严格意义上的整体中也将是如此;因为严格且无条件而言,整体乃是无物缺席者,而这恰好也就是完全者。因为“整体”与“完全者”这两个名称似乎要么意味着同一事物,要么彼此极其接近;因为我们言及“整体”是相对于各部分而言的,当各部分无一欠缺之时;而我们称“完全者”乃是具有界限和终点者,但二者都是就同一个事物而说的。因此,如果具有界限者是完全的,那么具有界限者也应当是整体。因此,巴门尼德比美理梭做得更好,他将整体设立为有限的,“从中心处等力平衡”,而美理梭则将不相容的事物拼凑在一起,正如谚语所言,在谈到“万物齐一”与无限时未能“以麻配麻”。因为如果“全”是其外再无他物者,而“无限”是其外始终有他物者,就不可能有什么事物既是“万物齐一”又是无限的。正是由于这种谬误——他们依此认为整体、全与无限者彼此相似——他们甚至尊奉无限者,将属于整体和全的性质转移到无限者上,即包罗万象并将万物包容于自身之中。但这些性质对于整体而言是严格述说的,而对于无限者而言之所以述说,是因为无限者乃是整体和完全者的质料,而整体和完全者已经是带有形式的结合体了;因为质料就其自身的界说而言将是无限的和无限定的,但在潜能上它是整体和全;因为它是形式的接受者,而结合体是由质料自身与形式构成的。因此,它在潜能上所具有的东西——我指整体——他们却无条件地对它予以述说,并如此将属于整体的性质强加给无限者。而无限者存在于质料之中,这是显而易见的。因为正如我说过的,量度向无限的缩减以及相反方向的相加,乃是就载体而言而非就形式而言的;因为形式保持相同,此外,界限和整体性并非凭其自身属于质料,而是从形式而来才归属于质料,并且总有某种东西被他物所包容,在其外也始终能够取得某种东西,即形式和姿态。因此,正是由于这些原因,它是无限的,且按照其本性自然也是不可知的;因为无限者是不可知的。那么,从所说的话中我们的论述得出了什么结论呢?虽然这极度违反通常的成见,却是最真实不过的,即:无限者宁可说是整体的一部分,而非整体。因为质料乃是结合体的一部分,正如青铜是戴冠雕像的一部分那样。因为这或许比以下做法更为合理:设立大与小为无限者,并作为可感觉物与可知性物的质料,结果若他们果真希望万物都被无限者所包容,就被迫承认连可知性物也被质料所包容。因为这样一来,可知和可由科学认识的事物就会被无规定和不可知的事物所包容并限定了。而对于我们这些将无限者(我指质料)设定为被整体所包容的人而言,合乎情理的结论则是:能够取得小于任何确定量度的东西,却不能取得大于它的东西;因为质料被包含在被切分的量度之内。
- 3.6τὸ δὲ κατὰ ποσὸν λαμβάνουσι προσθεῖναι ἦν ἀναγκαῖον
主语是带定冠词的不定式短语 τὸ ... προσθεῖναι,与表语形容词 ἀναγκαῖον 和未完成过去时 ἦν 构成非人称结构。所引用的与格短语 κατὰ ποσὸν λαμβάνουσι(来自紧接在前的定义)直接作为 προσθεῖναι 的宾语。
- 3.6οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν
修饰动词 συντάττει 的谚语短语(“未以麻配麻”),表明将互不相容的两件事(“万物齐一”与“无限”)拼凑在一起,未能使同类事物相匹配。
- 3.6ἀεί τι αὐτῆς ἔστιν ἔξω λαβεῖν τό τε εἶδος καὶ τὴν μορφήν
不定式 λαβεῖν 的直接宾语是不定代词 τι,其后的宾格词组 τό τε εἶδος καὶ τὴν μορφήν 作为 τι 的同位语,说明在质料之外始终能够取得的“某种东西”即是形式与姿态。
- 3.6τοῦτο γὰρ ἴσως εὐλογώτερον ἢ τὸ ... προσαναγκάζεσθαι
比较结构,通过比较级 εὐλογώτερον 将 τοῦτο(前述主张:无限者是部分而非整体)与连词 ἤ 之后的带冠词不定式短语 τὸ ... προσαναγκάζεσθαι(如同柏拉图学派那样被迫承认连可知性事物都被质料所包容)进行对照。分词 ποιοῦντας 充当不定式 προσαναγκάζεσθαι 的宾格逻辑主语。
