← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§93.4-94.18

分割与相加中的无限以及无限的定义

论述了时间和量度分割中无限的相似性与相异性,阐明了通过比例进行的分割与相加的对应关系,批评了柏拉图的大与小二元无限说,并确立了无限者即“其外总有物可取者”这一定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#2

τὸ μὲν οὖν εἶναι ὅμοιον τῷ τε χρόνῳ καὶ τῇ εἰς ἄπειρα διαιρέσει (ἀμφοτέροις γὰρ ἐν τῷ γίνεσθαι καὶ ἐκ μέρους εἶναι καὶ μὴ ἀθρόοις, ἀλλὰ καὶ τὸ ἄπειρον ἐν ἀμφοτέροις ὁμοίως· τὸ γὰρ ἄλλο καὶ ἄλλο ἀεὶ τὸ λαμβανόμενον εἶναι καὶ τοῦτό γε πεπερασμένον), διαφέρουσι δὲ ὅτι ἐπὶ μὲν τοῦ χρόνου τὸ ληφθὲν ἀεὶ μέρος ἐφθάρη (ἀεὶ γὰρ τὸ παρελθὸν ἔφθαρται), ἐπὶ δὲ τῆς διαιρέσεως ἀεὶ τὸ τμηθὲν ὑπομένει, οὔτε δὲ χρόνον ὑπολιπεῖν πρὸς γένεσιν οὔτε τὸ μέγεθος πρὸς διαίρεσιν.1 μὴ λανθανέτω δὲ ἡμᾶς, ὡς ἐν τοῖς μεγέθεσιν οὐ κατὰ διαίρεσιν μόνον τὸ ἄπειρον, ἀλλὰ καὶ κατὰ πρόσθεσιν· ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει, ἐφ’ ὅσον κατὰ θάτερον ἡ διαίρεσις γίνεται, ἐπὶ τοσοῦτον ἡ πρόσθεσις κατὰ θάτερον. εἰ οὖν ἡ διαίρεσις ἐπ’ ἄπειρον, καὶ ἡ πρόσθεσις, ἀλλ’ ἀντεστραμμένως· ὃ γὰρ ἀφαιροῦμεν ἐκείνου, τούτῳ προστίθεμεν. οὐ πᾶσα δὲ διαίρεσις ἐπ’ ἄπειρον οὐδὲ πρόσθεσις· ἂν γὰρ ἴσα τις ἀλλήλοις ἀεὶ τὰ μεγέθη λαμβάνῃ, διαιρῶν ποτε ἀναλώσει τὸ ὅλον ὁπηλίκον ἄν ᾖ· ἀλλὰ χρὴ ποιεῖσθαι τὴν τομὴν τῷ αὐτῷ μὲν λόγῳ, οὐ τῷ αὐτῷ δὲ μεγέθει. ἐὰν γὰρ ἐξ ἀρχῆς εἰς ἥμισυ διαιρῶν ἀεὶ τὸ ἥμισυ λαμβάνῃς, τοῦ λειπομένου τὸν μὲν αὐτὸν φυλάξεις λόγον ἐν τῇ τομῇ, οὐ τὸ ἴσον δὲ μέγεθος, καὶ μόνως οὕτως ἡ διαίρεσις οὐχ ὑπολείψει· οὕτω δὲ οὐδὲ ἡ πρόσθεσις. καὶ τὸ ἄπειρον ἔστι μὲν ἐν ἀμφοτέροις δυνάμει, διαφέρει δέ, ὅτι διαιροῦντας μὲν ἔστιν ἔλαττον ἀεὶ λαβεῖν παντὸς ὡρισμένου μεγέθους, προστιθέντας δὲ οὐ παντὸς μεῖζον μεγέθους· οὐ γὰρ παντός ἐστιν μεῖζον, οἷον τοῦ οὐρανοῦ, ἀλλ’ ἐκείνου δυνατοῦ μόνον, ὃ τὴν αὔξησιν εἶχεν ἐκ τοῦ τέμνεσθαι τὸ ἕτερον μέρος, ἐπεὶ εἴγε οἷόν τε ἦν παντὸς μεγέθους μεῖζον λαβεῖν, ἦν ἄν τι σῶμα ἄπειρον ἐντελεχείᾳ, ὁποῖον λέγουσιν οἱ φυσικοί. ὅτε δὲ οὐ δυνατὸν εἶναι σῶμα τοιοῦτον, οὐ δυνατὸν οὐδὲ κατὰ πρόσθεσιν ἄπειρον εἶναι, ἀλλ’ ἄπειρον μὲν πρόσθεσιν οἷόν τε εἶναι, ἐπεὶ καὶ διαίρεσιν· ἄπειρον δὲ κατὰ πρόσθεσιν οὐκέθ’ οἷόν τε. διὰ ταῦτα μέντοι καὶ Πλάτων δύο ἐποίησε τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν, τὸ μὲν τῇ προσθέσει, τὸ δὲ τῇ διαιρέσει προσομοιῶν καὶ ἐκ τούτων † ἐνεῖναι ὑπαινιττόμενος, ἀλλ’ ὅμως δύο ποιήσας οὐδετέρῳ χρῆται ἐν ταῖς ἀρχαῖς (ἀρχαὶ δὲ κατ’ αὐτὸν οἱ ἀριθμοί)· οὔτε τὸ κατὰ διαίρεσιν ἄπειρον ἐν τοῖς ἀριθμοῖς οὔτε τὸ κατὰ πρόσθεσιν, ἀλλὰ τὸ μὲν οὐκ ἔχουσιν (ἵστανται γὰρ εἰς μονάδα), τὸ δὲ αὐτὸς οὔ φησιν· αὔξει γὰρ αὐτούς· μέχρι γὰρ δεκάδος φησὶν εἶναι τὸν ἀριθμόν, ἐντεῦθεν δὲ αὐτὸν ἀνακυκλεῖσθαι. Εἰ δὲ καὶ καλῶς ἡμεῖς λέγομεν καὶ τὸ ἄπειρον κατὰ μόνην τὴν διαίρεσίν ἐστι τῶν σωμάτων, ὅταν μὴ παύσηται ἡ τομή, συμβαίνει τοὐναντίον ἄπειρον εἶναι ἢ ὥς τινες βούλονται λέγειν· οἱ μὲν γὰρ ἄπειρον λέγουσιν, οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν, ἡμεῖς δὲ οὗ ἀεί τι ἔστιν ἔξω λαβεῖν. μαρτυρεῖ δὲ ἡμῖν καὶ ἡ συνήθεια· καὶ γὰρ δακτυλίους ἀπείρους λέγουσι τοὺς μὴ ἔχοντας τὴν σφενδόνην, ὅτι ἀεί τι ἔστιν ἄλλο ἔξω λαβεῖν. τοῦτο δὲ ἔοικε μὲν τῷ ἀπείρῳ, διαφέρει δέ· οὐ γὰρ μόνον ἀεί τι δεῖ λαμβάνειν ἕτερον ἐπὶ τῶν ὄντων ἄπειρον, ἀλλὰ καὶ μηδέποτε ταὐτόν, ὅπερ οὐχ ὑπάρχει τοῖς κύκλοις· διὰ τοῦτο γὰρ καὶ ὑπ’ ἀριθμὸν πίπτουσιν αἱ στροφαί. ὡς οὖν οἷόν τε καὶ ἀφορίσασθαι τὸ ἄπειρον, τοῦτ’ ἂν ἄπειρον εἴη, οὗ κατὰ ποσὸν λαμβάνουσιν ἀεί τι λαβεῖν ἔστιν ἔξω,2 ποσὰ δὲ ἀριθμῷ καὶ μεγέθει, ἐν ἀμφοῖν δὲ οὕτως τὸ ἄπειρον· ἀεὶ γὰρ ἔστιν ἔξω λαβεῖν ἀριθμὸν πλείονα ἢ τομήν.

因此,[无限者的]存在[方式]与时间和分割为无限部分这两者都是相似的(因为对这两者而言,存在都在于生成之中,在于作为部分存在而不在于一次性全在,不仅如此,无限者在两者之中也是相同的;因为所取得的部分始终是各不相同的,且这取得的部分确实是有限的)。但它们的不同之处在于,在时间的情形中,所取得的部分始终已经消亡(因为过去的事物始终已经消亡),而在分割的情形中,被切分的部分始终保留下来,并且无论时间就生成而言,还是量度就分割而言,都不会匮乏。但我们切莫忽略,在量度中无限不仅存在于分割之中,而且也存在于相加之中;因为在有限的量度中,在一方进行分割的程度有多大,在另一方进行相加的程度就有多大。因此,如果分割进行至无限,相加也同样进行至无限,只是方向相反;因为我们从前者那里减去的,正是加到后者之中的。但并非一切分割和相加都会进行至无限;因为如果有人始终取相互相等的量度,那么在分割时,无论全体有多大,总有耗尽的一刻;相反,应当按照相同的比例进行切分,而不是按照相同的量度。因为如果在开始时分成一半,并始终取剩余部分的一半,你在切分中就会保持相同的比例,但并不是相等的量度,并且唯有如此分割才不会匮乏;同样,相加也不会匮乏。而且无限在两者中都潜在地存在,但区别在于,对于分割者而言,总是能够取得小于任何确定量度的部分,而对于相加者而言,却无法取得大于任何量度的整体;因为它并不会大于任何量度(例如天体),而仅仅能达到那个能够因另一部分的切分而获得增加的量度;因为如果真能取得大于任何量度的整体,就会存在某种在实现中无限的物体,正如自然哲学家们所说的那样。但既然不可能存在这样的物体,也就不可能存在通过相加而成的无限者;相反,无限的相加是可能存在的(因为分割也是可能的),但通过相加而成为无限者则不再可能。确实正是由于这些原因,柏拉图也将无限者设立为两个,即大与小,分别比作相加与分割,并暗示[无限]由此而在;然而尽管设立了两个,他在本原中却一个也没有使用(而在他看来本原是数)。在数中既没有通过分割而成的无限,也没有通过相加而成的无限;但前者是数所不具有的(因为它们止于单子),而后者是他自己所否定的;因为他虽然增加数,但声称数只到十为止,从那里起便循环往复。 如果我们的说法是正确的,且当切分不停止时物体的无限仅存在于分割之中,那么无限者的存在方式就恰恰与某些人所主张的相反;因为他们说无限者是其外无物可取之物,而我们则说无限者是其外总有物可取之物。而日常习俗也为我们作证;因为人们也将没有戒台的戒指称为“无限的”,正是因为在其外总能取得别处。但这虽类似于无限者,却有所不同;因为在真实无限的事物中,不仅必须总是取得不同的东西,而且绝不能取得相同的东西,而这在圆环中是不成立的;正是由于这个原因,旋转才归入数的范围之内。因此,若要给无限者下定义,这就是无限者:对于按照数量摄取的人而言,在其外始终有物可取者;而数量在于数和量度,无限在两者中都是如此;因为在其外始终能够取得更大的数或切分。

语法注2 条
  1. 3.6οὔτε δὲ χρόνον ὑπολιπεῖν πρὸς γένεσιν οὔτε τὸ μέγεθος πρὸς διαίρεσιν

    不定词 ὑπολιπεῖν(匮乏、耗尽)与其宾格主语 χρόνον 和 τὸ μέγεθος 构成不定词短语,在句法上承接前文 διαφέρουσι δὲ ὅτι... 的说明,表示伴随的事实或并列特征,即时间在生成方面不会耗尽,量度在分割方面也不会耗尽。

  2. 3.6οὗ κατὰ ποσὸν λαμβάνουσιν ἀεί τι λαβεῖν ἔστιν ἔξω

    关系代词属格 οὗ 支配于副词 ἔξω(“在其外”),分词 λαμβάνουσιν 是表示相关者的与格(“对于按照数量摄取的人而言”),不定词 λαβεῖν 则作为非人称动词 ἔστι(“能够”)的补足成分。整个结构的骨干为:“对于按数量摄取的人而言,在其外始终能够取得某种事物者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:93.4-94.18