← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§91.10-93.4

否定无限者的困境与作为潜能的无限

泰米斯提乌斯列举了断然否定无限者所导致的困境(时间的开端、连续体分割的终止以及数的停止),并遵循亚里士多德得出结论:无限者存在于潜能之中而非现实之中。他进一步阐明,无限者的潜能与实现不同于青铜与雕像的关系,它乃是始终能够更进一步的能力本身,应当像竞技会或时间那样被理解为相继地一部分一部分生成的实现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#1

6. Ὅτι δὲ καὶ ἁπλῶς ἀναιροῦσι τὸ ἄπειρον πολλὰ ἀδύνατα συμβαίνει, εἴρηται μὲν καὶ πρότερον ἤδη, λεγέσθω δὲ καὶ νῦν. τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τελευτή, πρᾶγμα τῶν πάντων ἀμηχανώτατον· τὸ γὰρ λέγειν, ὡς ἤρξατό ποτε γίνεσθαι χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι χρόνος ἦν,1 ὅτε χρόνος οὐκ ἦν. πᾶν γὰρ τὸ γινόμενον ἐν χρόνῳ γίνεται, καὶ τὸ ‘ποτέ’ χρόνου κατηγορεῖται, δείκνυται δὲ καὶ ἡ κίνησις οὖσα ἀΐδιος, ἧς παρακολούθημα ὁ χρόνος. ἓν μὲν οὖν τοῦτο ἄτοπον μὴ παραδεχομένοις τὸ ἄπειρον. ἕτερον δὲ ἡ τῶν συνεχῶν διαίρεσις ἱσταμένη καὶ πάλιν ἡ αὔξησις τοῦ ἀριθμοῦ. ὅταν δὲ μήτε εἶναι μήτε μὴ εἶναι τιθεμένοις αὐτὸ ὁ λόγος εὐοδῇ, τοῦ διαιτήσοντος χρεία καὶ δῆλον ὅτι πως μὲν ἔστι, πὼς δ’ οὔ. λέγεται δὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ καὶ αὕτη ἡμῖν ἡ διαίρεσις τῶν ὄντων πολλαχοῦ δέδεικται, ὥστε εἴπερ εἶναι μὲν τὸ ἄπειρον ἀνάγκη καὶ προσθέσει διὰ τὸν ἀριθμὸν καὶ τὸν χρόνον καὶ διαιρέσει διὰ τὴν τομὴν τῶν μεγεθῶν, οὐκ ἔστι δὲ ἐνεργείᾳ διὰ τοὺς ἔμπροσθεν λόγους, λείπεται αὐτὸ εἶναι δυνάμει. καὶ τοίνυν τοῦ σώματος τοῦ συνεχοῦς εἰ ἀνάγκη ἄπειρον εἶναι τὴν τομήν, (τὸ γὰρ ἀνελεῖν τὰς ἀτόμους γραμμὰς οὐ χαλεπόν) ἔσται δυνάμει ἄπειρον, οὐκ ἐνεργείᾳ· τοῦτο γὰρ ἀμήχανον παντελῶς. τὸ γὰρ ἐνεργείᾳ τὴν διαίρεσιν εἰς ἄπειρα ὑποτίθεσθαι καὶ τὴν σύνθεσιν ἐξ ἀπείρων ἐστὶ ποιεῖν· εἰς ὅσα γὰρ διαιρεῖται τὸ συνεχές, ἐκ τοσούτων δήπου καὶ σύγκειται· τὸ δὲ ἐξ ἀπείρων συγκείμενον ἄπειρόν ἐστι κατὰ μέγεθος, τοῦτο δὲ ἀδύνατον ἐπιδεικνύντες ἄρτι πεπαύμεθα. ὅταν δὲ λέγωμεν τὸ ἄπειρον εἶναι δυνάμει, οὐχ οὕτω λέγομεν, ὡς τὸν χαλκὸν ἀνδριάντα εἶναι δυνάμει, ὅτι κἂν γένοιτό ποτε ἀνδριὰς ἐνεργείᾳ, ἀλλ’ ἐπὶ μὲν τοῦ χαλκοῦ καὶ τοῦ ἀνδριάντος παύεται ἡ δύναμις ἐπελθούσης τῆς ἐνεργείας. ὁ γὰρ γενόμενος ἀνδριὰς οὐκέτ’ ἔχει δύναμιν ἀνδριὰς γενέσθαι. λέγεται οὖν ἐπὶ τῶν τοιούτων τὸ δυνάμει πρὸς τὴν ἐνέργειαν, διόπερ οἷόν τε αὐτὸ καὶ προελθεῖν εἰς ἐκείνην πρὸς ἣν καὶ λέγεται, ἐπὶ δὲ τοῦ ἀπείρου ταὐτόν ἐστιν ἐνέργεια ὡς ἀπείρου τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἡ γὰρ τοῦ ἀπείρου ἐνέργεια ὡς ἀπείρου τὸ δύνασθαι ἀεί τι πλέον, ἐπεὶ εἴγε τοιαύτην τις ἐντελέχειαν ἐπιζητοίη, οἷον στάσιν τινὰ καὶ μορφὴν καὶ εἶδος, οὗτος οὐδὲν ἄλλο ἢ πέρας τι ζητεῖ τοῦ ἀπείρου, μᾶλλον δὲ φθορὰν τοῦ ἀπείρου, τοῦτο δὲ ἀμήχανον. πᾶσα γὰρ ἐντελέχεια σῴζειν ὀφείλει τὸ ὑποκείμενον. ὥσπερ τοίνυν τὴν τοῦ κινητοῦ ἐντελέχειαν ᾗ κινητὸν φυλάττουσαν ἐπιδείκνυμεν τὴν δύναμιν τοῦ κινεῖσθαι, οὕτως ἐντελέχεια τοῦ ἀπείρου καὶ τελειότης τὸ δύνασθαι ἀεὶ πορρωτέρω. εἰ δὲ παύσαιτό ποτε ἡ δύναμις αὕτη, παύεται παραχρῆμα † τοῦ καὶ ἄπειρον εἶναι. καθάπερ γὰρ οἷς ἐν τῷ γίνεσθαι τὸ εἶναί ἐστιν,2 ταῦτα παυσάμενα τοῦ γίνεσθαι οὐδὲ ἔστιν ἔτι, ὡς ἀγὼν καὶ ἡμέρα καὶ χρόνος καὶ φλόξ, οὕτως οἷς τὸ εἶναι ἐν τῷ δύνασθαι, ταῦτα ἀπολέσαντα τὸ δύνασθαι συναπόλλυσιν εὐθὺς καὶ τὸ εἶναι. ἀλλ’ εἴ τις ἄρα καὶ τὴν τοιαύτην δύναμιν τοῦ ἀπείρου ζητεῖ, ἣ πρὸς τὴν ἐνέργειαν λέγεται, καὶ αὐτὴν αὐτῷ δεικτέον ἐπὶ τῆς τομῆς τῶν μεγεθῶν· ὅτε γὰρ μήπω διαιρεῖται, τότε ἐστὶν οὕτως ἄπειρα τῇ διαιρέσει, ὡς καὶ ὁ χαλκὸς ἀνδριάς. ἔλθοι γὰρ ἄν εἰς τὸ κατ’ ἐνέργειαν εἰς ἄπειρα διαιρεῖσθαι, πλὴν διαφέρει. τοῦτο μὲν γὰρ ἀδύνατον καὶ ἑαυτὸ ἀνατρέπει. εἰ γὰρ μὴ διῄρηται, οὐκ εἰς ἄπειρα πάντως· πῶς γὰρ ἂν ἔληξεν ἡ τομή; τὸ δὲ διαιρεῖσθαι εἰς ἄπειρα οὐδὲν κωλύει ἀεὶ δυναμένου τέμνεσθαι τοῦ λειπομένου. μηδεὶς οὖν ἀθρόαν ζητείτω τὴν ἐντελέχειαν τοῦ ἀπείρου, ὥσπερ οἰκίας ἢ κλίνης, ἀλλ’ ὥσπερ τὸν ἀγῶνά φαμεν ἐνεργείᾳ παρεῖναι καὶ τὴν ἡμέραν καὶ ὅλως τὸν χρόνον οὔτε τῶν Ὀλυμπίων ἀθρόων δυναμένων φαίνεσθαι οὔτε ἡμέρας οὔτε ὅλως χρόνου, ἀλλ’ ὅτι γίνεται τι αὐτῶν ἀπὸ μέρους· οὕτω δὴ καὶ τὴν εἰς ἄπειρα διαίρεσιν, οὐχ ὡς ἀθρόαν οὐδ’ ὡς ἅμα δυναμένην γίνεσθαί ποτε, ἀλλὰ καὶ ὅτι γίνεται ἀπὸ μέρους, ἀεί τινος ὑπολειπομένου πάντως μεγέθους.

6. 对于那些断然否定无限者的人来说,也会出现许多不可能的情况,这一点此前已经说过,但现在也且再说一次。因为时间将会具有某种开端和终结,而这是万物之中最不可能之事;因为说时间曾经开始生成,无异于说在没有时间的时候却有时间存在。因为一切生成之物都是在时间中生成的,而“曾经/何时”是时间的谓项,并且运动也被证明是永恒的,而时间是它的伴随者。因此,对于那些不承认无限者的人而言,这是一个荒谬之处。另一个荒谬之处在于,连续体的分割将会停止,而数的增加也将停止。但是,当人们无论设定它存在还是设定它不存在,论证都无法顺利进行时,就需要一位仲裁者,显而易见,它在某种意义上存在,在某种意义上则不存在。事物有的在潜能中被言说,有的在实现中被言说,而我们已在许多地方展示了存在的这种区分;因此,如果由于数和时间而通过相加,以及由于量度之切分而通过分割,无限者的存在是必然的,而另一方面根据前面的论证它在现实中又并不存在,那么就只剩下它在潜能中存在。因此,如果连续物体的切分必然是无限的(因为反驳不可分线并不困难),它将在潜能中是无限的,而不是在现实中;因为这完全是不可能的。因为假定分割在现实中达到无限的部分,也就是使组合由无限的部分构成;因为连续体被分割为多少部分,它当然就由多少部分组成;而由无限部分组成的事物在量度上是无限的,我们刚才已经证明了这是不可能的。然而,当我们说无限者在潜能中存在时,我们并不是像说青铜在潜能中是一座雕像那样说的(即因为它有时能够在现实中成为雕像);相反,在青铜和雕像的情形中,随着现实的到来,潜能便告终止。因为已经形成的雕像不再具有成为雕像的潜能。因此,在这些事物中,潜能是相对于现实而言说的,因此它自身能够进至它所相对于的那个现实;但在无限者的情形中,潜能与现实在无限者作为无限者的现实态上是同一的。因为无限者作为无限者的现实,就在于始终能够进一步推进;因为如果有人寻求某种如静止、形态和形式一般的实现,他所寻求的无非是无限者的某种界限,或者不如说是无限者的毁灭,而这是不可能的。因为一切实现都应当保持其基质。正如我们展示可运动者作为可运动者的实现保持着被运动的潜能一样,同样地,无限者的实现与完满就在于始终能够更进一步。而如果这种潜能何时终止,它便立即终止†作为无限者的存在†。因为正如那些存在就在于生成之中的事物(如竞技会、日子、时间和火焰),一旦停止生成便甚至不再存在一样,那些存在就在于具有潜能的事物,一旦丧失了潜能,便立即同时丧失了存在。但如果真有人对于无限者也寻求那种相对于现实而言说的潜能,那么也必须在量度的切分中向他指明这种潜能;因为当它尚未被分割时,它在分割上是无限的,正如同青铜是一座雕像一样。因为它可以走向现实地被分割为无限部分,只不过存在差别。因为这是不可能的并自我推翻。因为如果它尚未被完全分割,就绝非被分割为无限部分(因为切分又如何能够停止呢?);至于不断被分割为无限部分,则没有任何妨碍,因为剩余的部分总是能够被切分。因此,任何人都不应当像寻求房屋或床榻那样,一次性地寻求无限者的实现,而应当如同我们说竞技会、日子以及总括的时间在现实中呈现一样(无论是奥林匹克竞技、日子还是总括的时间,都不能一次性全部显现,而是因为它们的一部分接续生成),无限之分割也正是如此,不应被视为能够一次性或同时生成,而是因为它接续生成,且始终必定有某种量度遗留下来。

语法注2 条
  1. 3.6τὸ γὰρ λέγειν, ὡς ἤρξατό ποτε γίνεσθαι χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι χρόνος ἦν, ὅτε χρόνος οὐκ ἦν.

    句首带冠词的不定词 τὸ λέγειν 是主句的主语,支配宾语从句 ὡς ἤρξατό ποτε... 谓语部分采用了固定句式 οὐδὲν ἄλλο ἐστὶν ἢ...(“无非是……”),在 ἢ 之后接 ὅτι 从句作为对照。

  2. 3.6οἷς ἐν τῷ γίνεσθαι τὸ εἶναί ἐστιν

    无先行词的关系代词与格 οἷς 为领属/归属性与格,与主句中的指示代词 ταῦτα 照应,意为“对于那些事物而言,存在就在于生成之中”。带冠词不定词短语 ἐν τῷ γίνεσθαι 作表语,规定了其存在方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:91.10-93.4