← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§89.26-91.9

无限物体的静止之反驳与现实无限的否定

特米斯提乌斯疏解亚里士多德《物理学》卷三第五章,反驳了阿那克萨戈拉关于无限混合物静止的解释,并通过论证无限物体不可能具有处所、重量或轻度,断定现实态的无限物体并不存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#5

μένειν γοῦν οὐ πέφυκε. διὰ τοῦτο γὰρ καὶ τῇ γῇ τὸ μένειν κατὰ φύσιν ἐστίν, ἐπειδὴ καὶ τόπου ὑπάρχοντος ὅμως οὐ κινεῖται, διότι πέφυκεν ἐν τῷ μέσῳ μένειν, ὥστε εἰ καθ’ ὑπόθεσιν ἄπειρος ἦν ἐν τῷ μέσῳ κειμένη, ὡς νῦν ἔχει, οὐ διότι ἄπειρος ἦν καὶ ἐστήριζεν ἐν ἑαυτῇ, ἔμενεν, ἀλλ’ ὅτι μένειν ἐν τῷ μέσῳ βάρος ἔχουσα ἐπεφύκει. λεκτέον οὖν τοῦ τὸ ἄπειρον μένειν αἰτίαν φυσικήν· ἣν γὰρ λέγει νῦν αἰτίαν, οὐκ ἐκ τῆς φύσεως τοῦ μίγματός ἐστιν ἢ ὅπερ ἄν τις ὑπόθηται σῶμα, ἀλλ’ ἐκ τοῦ μεγέθους, ἐπεὶ τί ποτ’ ἐρεῖ περὶ τῶν μορίων τοῦ μίγματος; εἰ μὲν γὰρ καὶ τούτων ἑκάστῳ κατὰ φύσιν ἐστὶ τὸ στηρίζειν ἐν ἑαυτῷ, πάντα ἀκίνητα μένειν, ὅπερ οὐδὲ αὐτὸς ἂν ἐθελήσειεν· εἰ δὲ διότι πεπέρανται, διὰ τοῦτο οἷά τε καὶ κινεῖσθαι, οὐ κατὰ τὴν φύσιν ἄρα τοῦ σώματος τὸ ἀκίνητον [εἶναι] ὑπῆρχε τῷ ὅλῳ, ἐπεὶ καὶ τοῖς μορίοις ἂν τοῦτο ὑπῆρχεν, εἴπερ ὁμοειδὲς τὸ μίγμα, διόπερ καὶ πᾶν ἐν παντί, ἀλλὰ διὰ τὸ ποσὸν καὶ τὸ μέγεθος. ὅλως δὲ εἴπερ μὴ ἐξ ἀνάγκης, ἀλλὰ πέφυκεν εἶναι τὸ ὅλον ἐν ἑαυτῷ καὶ τόπον ἔχειν ἑαυτῷ, διὰ τί οὐ καὶ τῶν μορίων ἕκαστον; ὁμοειδεῖς γὰρ οἱ τόποι τοῦ τε ὅλου καὶ τοῦ μέρους, ὅλου τε τοῦ ὕδατος καὶ κυάθου καὶ πυρὸς καὶ σπινθῆρος. εἰ τοίνυν τοῦ ἀπείρου τόπος τὸ ἐν αὑτῷ μένειν, ἄρα καὶ τὸ ὅλον καὶ τὰ μόρια. παρῄρηται οὖν καὶ οὕτως τὴν κίνησιν ὁμοίως τοῖς ἄλλοις, ὅσοι καὶ ἐξ ἀρχῆς ἀκίνητον εἶναι τὸ πᾶν ὑποτίθενται. ἁπλῶς δὲ ἀδύνατον ἄπειρόν τι λέγειν σῶμα καὶ ἐν τόπῳ εἶναι. εἰ γὰρ πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα καὶ κατὰ τὰς ῥοπὰς ταύτας ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, ἀδύνατον δὲ τὸ ἄπειρον σῶμα ἢ βαρὺ ἢ κοῦφον εἶναι, ἀδύνατον ἄρα καὶ τόπον αὐτῷ προστιθέναι. ἤτοι γὰρ πᾶν βαρὺ καί ἐστιν ἐν μόνῳ τῷ κάτω, ὁ δὲ ἄνω αὐτοῦ περιττεύσει,1 ἢ πᾶν κοῦφον καὶ ἔσται μόνον ἐν τῷ ἄνω, ὁ δὲ κάτω αὐτοῦ ὑπερβαλεῖ, ἢ τὸ μὲν ἥμισυ βαρὺ τὸ δὲ ἥμισυ κοῦφον. καὶ πρῶτον μὲν πῶς τὸ ἄπειρον διαιρεῖν; ἔπειτα εἰ τὸ μὲν ἐν τῷ ἄνω τε καὶ ἐσχάτῳ, τὸ δὲ ἐν τῷ κάτω τε καὶ μέσῳ, περανθήσεται ὑπὸ τῶν τόπων· τὸ γὰρ ἔσχατον καὶ τὸ μέσον περάτων ἐστίν ὀνόματα. καὶ γὰρ εἰ ἐν τόπῳ ἄπειρον, τούτου δὲ διαφοραὶ τὸ ἄνω καὶ κάτω, καὶ ἔμπροσθεν καὶ ὄπισθεν, καὶ δεξιὸν καὶ ἀριστερόν, ἀνάγκη καὶ τοῦ ἀπείρου ταύτας εἶναι τὰς διαστάσεις· ἀλλὰ πεπερασμένων αἱ διαστάσεις αὗται καὶ αἱ διαφοραί. οὐδὲ γὰρ ἐκεῖνό ἐστιν εἰπεῖν, ὡς αἱ διαφοραὶ τοῦ τόπου τὸ ἄνω καὶ κάτω καὶ τὰ λοιπὰ κατὰ τὴν πρὸς ἡμᾶς εἰσι σχέσιν, οὐκ ἐν αὐτῇ τῇ φύσει τοῦ τόπου· καὶ γὰρ τοῦτο μικρὸν ὕστερον ἐπιδείξομεν, ὅτι διχῶς ἕκαστον τούτων καὶ πρὸς ἡμᾶς καὶ τῇ φύσει. καὶ τὰς τοῦ τόπου διαφοράς, ἐν ᾧ τὸ ἄπειρόν ἐστιν, εἰ ἄρα ἔστιν, ἀνάγκη τῇ φύσει εἶναι, οὐ τῇ σχέσει τῇ πρὸς ἡμᾶς. νῦν δ’ ἔτι κἀκεῖνο προσκείσθω, ὡς εἰ ἀδύνατον ἄπειρον εἶναι τόπον, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπειρον εἶναι σῶμα· τὸ πρῶτον δέ, τὸ ἄρα δεύτερον.2 ἀλλὰ μὴν τὸ ἐν τόπῳ καὶ ἔν τινι τόπῳ· εἰ γὰρ ἐν μηδενί, οὐδὲ ἐν τόπῳ, ὥσπερ οὐδὲ ποσόν, ὃ μήτε δίπηχυ μήτε τρίπηχυ μηδὲ κατ’ ἄλλον τινὰ ἀριθμόν. εἰ δὲ ἔν τινι τόπῳ, πάντως ἢ ἐν τῷ ἄνω ἢ ἐν τῷ κάτω ἤ που ἀλλαχοῦ, τοῦτο δὲ ἤδη πολλάκις ἀδύνατον ἀπεδείξαμεν. ὅτι μὲν οὖν ἐνεργείᾳ οὐκ ἔστι σῶμα ἄπειρον, φανερὸν ἐκ τούτων.

无论如何,它并不是本性上静止的。因为正因如此,静止对于土而言也是自然的,因为尽管处所存在,它却依然不动,因为它的本性就是居于中央静止;因此,即使按照假定,它在位于中央时是无限的(如现在的情形),它静止也不是因为它是无限的并固定在自身之中,而是因为具有重量、在中央静止是它的本性。因此,必须为无限者的静止说明一个自然的原因;因为他现在所说的原因并不是来自混合物的本性(或某人可能设定的任何物体),而是来自其大小。因为他到底会对混合物的部分作何解释呢?因为如果对于这些部分中的每一个而言,固定在自身之中也是自然的,那么一切都将保持不动——这甚至是他自己也不愿见到的;另一方面,如果是由于它们是有限的,它们才能够运动,那么不动就并非按照物体的本性属于全体——因为如果是这样,如果混合物是同类的且因此一切都在一切之中,这一点也应当属于部分——而是由于数量和大小。而总的来说,如果不是出于必然,而是全体在自身之中并且在自身中拥有处所是出于本性,那么为什么对于每一个部分而言不是如此呢?因为全体与部分的处所是同类的,如全体之水与一杯水,火与火花。因此,如果在自身之中保持是无限者的处所,那么全体和部分都将如此。于是他以这种方式也像其他那些从一开始就假定万物不动的人一样排除了运动。而简而言之,说某个物体是无限的且处于处所之中,这是不可能的。因为如果每一个可感觉的物体要么具有重量要么具有轻度,并且按照这些倾向被带向其本己的处所,而无限的物体既不可能重也不可能轻,那么赋予它一个处所也就是不可能的。因为要么全体是重的且仅在下方,而上方的处所对它而言将是多余的;要么全体是轻的且仅在上方,而下方的处所对它而言将是剩余的;要么一半是重的一半是轻的。首先,人们如何能够分割无限者?其次,如果一半在上方即极外处,另一半在下方即中央,那么它将被这些处所所限制;因为“极外”和“中央”是界限的名称。此外,如果无限者处于处所之中,而处所的差异是上与下、前与后、右与左,那么这些向度也必然属于无限者;但这些向度和差异是属于有限之物的。人们也不能说处所的差异——上与下及其他——只是相对于我们的关系,而不在处所自身的本性之中;因为我们不久之后就会证明这一点,即这些中的每一个都以两种方式被言说,既相对于我们,又在本性上。而如果无限者确实存在,它所处的处所的差异必然是在本性上存在的,而不是由于相对于我们的关系。现在还应补充一点:如果处所不可能无限,而每个物体都在处所之中,那么物体也就不可能无限;既然前者成立,后者亦成立。再者,处于处所之中的事物也是处于某个特定的处所之中;因为如果它不处于任何特定的处所,它甚至不在处所之中,正如没有既非二肘长也非三肘长亦不由任何其他数目所规定的数量一样。而如果它处于某个特定的处所,它必定要么在上方,要么在下方,要么在其他某个地方;而我们已经多次证明这是不可能的。因此,从这些论证中显而易见,现实态中并不存在无限的物体。

语法注2 条
  1. 3.5ὁ δὲ ἄνω αὐτοῦ περιττεύσει

    ὁ ἄνω 为副词名词化结构,承前省略了 τόπος,意为“上方的处所”。属格 αὐτοῦ 作比较或基准属格,指相对于仅占据下方的无限物体而言上方的处所是多余的。

  2. 3.5τὸ πρῶτον δέ, τὸ ἄρα δεύτερον

    这是对前一句假言判断(“若处所不可能无限[前件],则物体亦不可能无限[后件]”)的前件肯定式(modus ponens)的省略表述。动词(如 ἔστι)被省略,骨干为“前者成立,故后者亦成立”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:89.26-91.9