- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:9.1-10.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过代入“白”论证了巴门尼德论证的虚假性及其推论形式的无效性(忽视了实体、性质、数量等多重范畴意义),并表明即使将存在严格理解为实体(“正即存在者”),对偶性属性的述谓也必然会使其陷入自相矛盾。
καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, οἷον εἰ τὸ παρὰ τὴν οὐσίαν, ἐκεῖνο οὐκ οὐσία, ποιότης μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται· καὶ εἴ τι παρὰ τὴν ποιότητα, οὐ ποιότης, οὐσία μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται, καὶ οὐδὲν κωλύει πολλὰ οὕτως εἶναι τὰ ὄντα. οὕτω μὲν οὖν ψεύδεται Παρμενίδης· ὅτι δὲ μὴ συλλογίζεται, δῆλον ἂν γένοιτο ἐξ ὑποθέσεως, εἰ τῷ αὐτῷ σχήματι τοῦ λόγου ἕτερα λήμματα ἐναρμόσαιμεν. ὑποκείσθω γὰρ ὑπὸ τοῦ ὄντος μόνον σημαίνεσθαι τὸ λευκόν, τὸ δὲ παρὰ τὸ λευκὸν μηδὲν εἶναι, καὶ πλεκέσθω παραπλησίως ὁ λόγος· εἴ τι παρὰ τὸ λευκόν ἐστιν, ἐκεῖνο οὐκ ἔστιν λευκόν, τὸ δὲ μὴ λευκὸν οὐδέν ἐστιν. τί δὴ συνάγεται; τὸ παρὰ τὸ λευκόν μηδὲν εἶναι. εἰ γέγονας ἐν τοῖς ἀναλυτικοῖς, οἶδας ὅτι τοῦτο συνάγεται· ὁ δὲ ἐπάγει ‘μόνον ἄρα τὸ λευκόν ἐστιν’. διὰ τί οὖν ἔφη φορτικώτερον εἶναι τὸν Μελίσσου λόγον; ὅτι τούτῳ μὲν αἱ προτάσεις συνετέθησαν τεχνικῶς· οὐ γὰρ ἀπόφασις τὸ οὐκ ὄν· οὐ γὰρ ἂν ἔλαβεν ὑποκείμενον τὸ οὐκ ὂν ἐν τῇ δευτέρᾳ προτάσει, ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως·1 Μελίσσῳ δὲ καὶ τὰ λήμματα τὴν ἀντιστροφὴν εἶχεν οὐχ ὑγιῆ. ἀλλὰ δῆτα αὐτῷ συγχωρείσθω συμπεραίνεσθαι, μόνον ἄρα ἐστὶν τὸ λευκόν. τί οὖν κωλύει πολλὰ εἶναι τὰ λευκά, κύκνον χιόνα ψιμμύθιον γάλα; καίτοι τί λέγω; ταῦτα μέν διέστηκεν ἀπ’ ἀλλήλων καὶ τὸ πλῆθος εὐφώρατον ἅπαντι, ἀλλ’ ἓν ἔστω μόνον τὸ λευκὸν συνεχὲς καὶ ἡνωμένον. ἀλλ’ οὐδὲ τοῦτο ἕν ἐστιν εἰ σκοποίης κατὰ τὸν λόγον, ἀλλὰ δύο τοὐλάχιστον ἐν αὐτῷ τό τε ὑποκείμενον σῶμα καὶ ἡ λευκότης, δύο δὲ οὐχ ὡς δυνάμενα χωρὶς ἀλλήλων ὑποστῆναί ποτε· τοῦτο μὲν γὰρ ἀμήχανον ὅλως λευκὸν εἶναί τι καθ’ ἑαυτὸ χωρὶς ὑποκειμένου τινός. ἀλλ’ ὅτι πάμπολυ διαφέρουσαν ὁ λόγος αὐτῶν εὑρίσκει τὴν φύσιν·2 τὸ μὲν γάρ ἐστι σῶμα λελευκωμένον, τὸ δὲ χρῶμα διακριτικὸν ὄψεως. ταῦτα δὲ οὔπω διέκρινε Παρμενίδης. ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸν ἄνδρα· τὸ γὰρ ὂν ἐκεῖνος ἓν λέγων οὐ συμβεβηκὸς ἔλεγεν οὐδὲ τῶν ἐν ἄλλῳ τὸ εἶναι ἐχόντων, ἀλλὰ τὸ κυρίως ὂν καὶ μάλιστα ὂν καὶ ὡς ἂν ἡμεῖς εἴποιμεν, τὸ ὅπερ ὄν· τοῦτο γὰρ ἡμῖν σημαίνει τὸ μάλιστα ὄν, ὥσπερ Πλάτωνι τὸ αὐτοόν· οὐ γὰρ οὕτως ἀπόπληκτος ἦν Παρμενίδης ὥστε ἀγνοεῖν, ὅτι τὸ συμβεβηκὸς ὑποκειμένου τινὸς ἀεὶ δεῖται πρὸς τὴν ὑπόστασιν, ὅπερ εἰ μόνον εἴη τὸ συμβεβηκὸς ὄν, αὐτὸ δήπουθεν οὐκ ὄν ἔσται·3 ἕτερον γὰρ τοῦ ὄντος, μᾶλλον δὲ συμβήσεται ἅμα τε εἶναι αὐτὸ καὶ μὴ εἶναι, εἶναι μὲν εἰ τῷ ὄντι ὑπόκειται, μὴ εἶναι δὲ εἰ μόνον τέθειται εἶναι τὸ συμβεβηκός· ἐπεὶ καὶ τοῦτο οὐκ ἠγνόει πάντως, ὡς εἰ διὰ ταύτην τὴν ἀτοπίαν καὶ τὴν οὐσίαν εἶναι ὂν συγχωρήσειεν, ἐπειδὴ οὐχ οἷόν τε τὸ συμβεβηκὸς δίχα αὐτῆς ὑποστῆναι, ὃ μόνον εἶναι νομίζει, πολλὰ αὐτῷ πάλιν σημαίνει τὸ ὄν, πολλὰ δὲ ὡς ἕκαστον εἶναί τε καὶ ὑφεστάναι κατ’ ἴδιον λόγον, εἰ καὶ μὴ χωρίζοιτο ἀπ’ ἀλλήλων. ἀλλ’ οὐκ ἔχει καλῶς ἀνδρὶ παλαιῷ τοσαύτην ἐναντιολογίαν προσάπτειν, ἀλλ’ ἔστω, δεδόσθω αὐτὸ τὸ ὂν σημαίνειν τὸ μάλιστα ὂν καὶ ὅπερ ὂν καὶ τὴν οὐσίαν καὶ τὸ αὐτοὸν καὶ ὃ μηδενὶ συμβέβηκεν ἄλλῳ, μᾶλλον δὲ ᾧ τὰ ἄλλα συμβέβηκεν. ἀλλὰ καὶ οὕτως αὐτὸ τὸ ὅπερ ὂν ἔσται μὴ ὄν. ἆρα δὲ εἴποις ἂν τὸ ὅπερ ὂν τοῦτο καὶ λευκὸν ἢ μέλαν ἢ ὅ τι δήποτε; ὑπάρχειν γάρ τι τῇ οὐσίᾳ δηλονότι συγχωρήσεις, εἴπερ ὑπόκειται πᾶσιν. ἔστω δὴ τὸ ὅπερ ὂν τοῦτο καὶ λευκόν. ἀλλὰ τὸ λευκὸν οὐκ ἦν ὅπερ ὄν· ἐκεῖνο μὲν γὰρ ἐσήμαινε τὴν οὐσίαν, τοῦτο δέ ἐστι συμβεβηκός· εἰ δὲ μὴ ὅπερ ὂν τὸ λευκόν, οὐδὲ ὂν ὅλως· μόνον γὰρ ὑπόκειται εἶναι τὸ ὅπερ ὄν.
即使存在之物以外还有某种东西——例如,如果在实体以外还有某种东西——那东西固然不是实体,却能够是性质或数量;如果在性质以外还有某种东西,它固然不是性质,却能够是实体或数量;以此方式,绝不妨碍存在之物是多数的。因此,巴门尼德正是这样说了假话;而他并没有构成有效推论,则可以通过假设而明了,只要我们将另外的前提套入相同的论证形式即可。因为设想“存在”仅意指“白”,而白以外的东西是空无,并以类似的方式组织论证:“如果白以外有某种东西,那东西就不是白;但是非白是空无。”那么推导出了什么?即白以外的东西是空无。如果你学过《分析篇》,你就会知道推导出的是这个结论;然而他却导出了“所以唯有白存在”。那么[亚里士多德]为何说麦里梭的论证更为拙劣呢?因为对巴门尼德而言,各前提的构成是合乎技术的;因为“非存在”并不是否定命题(否则他就不会在第二个前提中把非存在作为主词了),而是换置得来的肯定命题;而对麦里梭而言,连各前提的换位都是不健全的。 然而,就算姑且承认他可以推导出“所以唯有白存在”吧。那么又有什么妨碍白的事物是多数的呢,如天鹅、雪、铅白、奶?但我究竟在说什么呢?这些东西固然彼此分离,其多数性对任何人而言都是显而易见的;然而且设白仅仅是一个连续而统一的东西。但即便如此,如果你依定义来考察,这也不是一,而是在它之中至少有两样东西:作为基底的物体和白性——说它们是两样,并不是说它们能够脱离彼此而独立存在(因为没有任何基底而单凭自身存在某种白的东西,是全然不可能的),而是因为定义发现它们的本性差异极大;因为一者是被漂白的物体,另一者则是分离视觉的颜色。但巴门尼德当时尚未作出这些区分。 然而凭宙斯起誓,我们是在诬蔑此人。因为他在说存在是一时,所说的并不是偶性,也不是在别物中具有其存在的东西,而是本来意义上的存在、最具真实性的存在,以及正如我们所说的“正即存在者”;因为这对我们而言意指最具真实性的存在,正如“存在本身”对柏拉图而言也是如此。因为巴门尼德并没有愚蠢到不知晓偶性为了其存立始终需要某种基底,而如果唯独偶性是存在,这个基底本身理所当然就会是非存在——因为它是不同于存在的——或者更确切地说,它将同时既是又不是:如果作为存在者的基底,它就是;但如果唯独偶性被设定为存在,它就不是。因为他也并非全然不知道这一点:如果由于这种荒谬他也承认实体是存在(既然他认为唯独存在的偶性离开实体便无法存立),那么对他而言存在便再次意指多数之物,其为多数在于每一事物都依其固有的定义而存在并存立,即使它们彼此并不相分离。 然而,把如此多的自相矛盾加在一位古人身上是不恰当的;不过且作罢,权且承认存在本身意指最具真实性的存在、正即存在者、实体、存在本身,以及不作为偶性属于任何别物,反而其他事物作为偶性属于它的东西。然而即便如此,正即存在者本身也将是非存在。你会说这个正即存在者也是白的或黑的或无论什么吗?因为如果实体作为一切事物的基底,你显然会承认某种东西属于实体。那么,且设这个正即存在者也是白的。但白并不是正即存在者;因为那〔正即存在者〕意指实体,而这〔白〕则是偶性;如果白不是正即存在者,它就根本不是存在;因为唯有正即存在者被假定为存在。
- 1.3κατάφασιν ἐκ μεταθέσεως
在句法上,此宾格短语由 ἀλλά 引出,与前文 οὐ γὰρ ἂν ἔλαβεν 的宾语形成对比补充。这是逍遥学派逻辑术语,指通过换置词项(否定词附着于名词而非系词)构成的肯定判断。在此说明巴门尼德的第二前提“非存在是空无(τὸ οὐκ ὂν οὐδέν ἐστιν)”并非单纯的否定命题(ἀπόφασις),而是把“非存在”作为主词(ὑποκείμενον)的换置肯定命题。
- 1.3ἀλλ’ ὅτι πάμπολυ διαφέρουσαν ὁ λόγος αὐτῶν εὑρίσκει τὴν φύσιν
该从句属于 δύο δὲ οὐχ ὡς δυνάμενα... ἀλλ’ ὅτι... 的关联句式,用以说明基底与白性为何被称为“二”:并非因为二者能够各自独立存在(οὐχ ὡς...),而是因为(ἀλλ’ ὅτι...)定义发现二者的本性判然有别。分词短语 πάμπολυ διαφέρουσαν 处于宾语 τὴν φύσιν 的表语位置,构成谓述结构。
- 1.3ὅπερ εἰ μόνον εἴη τὸ συμβεβηκὸς ὄν, αὐτὸ δήπουθεν οὐκ ὄν ἔσται
关系代词 ὅπερ 的先行词是前文的 ὑποκειμένου τινός(基底)。嵌入的条件从句 εἰ μόνον εἴη τὸ συμβεβηκὸς ὄν 意为“如果唯独偶性是存在”,归结句的主词 αὐτό 同样指代该基底。这构成了归谬论证的一环:由于基底有别于偶性,若设定只有偶性才是存在,基底本身就必然沦为非存在(οὐκ ὄν)。
