- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:7.15-9.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯驳斥了麦里梭,指出其论证在假言推论中犯了否定前件的谬误,且混淆了时间上的开端与空间量度上的开端,同时驳斥了其对运动的否定;随后他转向批判巴门尼德把具有多重含义的“存在”当作单一含义处理的论证。
3. Τόνδε δὴ τρόπον ἐπιοῦσιν ἀδύνατον φαίνεται ἓν εἶναι τὰ ὄντα καὶ τοὺς λόγους αὐτῶν λύειν οὐ χαλεπόν· εὐθὺς γὰρ ἀσυλλόγιστος ὁ λόγος Μελίσσου· φησὶ γὰρ ‘εἰ γέγονε τὸ ὄν,1 ἀρχὴν ἔχει· οὐ γέγονε δέ, οὐκ ἄρα ἀρχὴν ἔχει· διὸ καὶ ἄπειρον καὶ ἕν’. δέον γὰρ τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβεῖν καὶ ἐπαγαγεῖν τοῦ ἡγουμένου τὸ ἀντικείμενον2 (οὕτως γὰρ συνίσταται καὶ συλλογισμὸς κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν), ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησε· συνήγαγε γὰρ ἂν ὃ μὴ προὔθετο, ὅτι τὸ ὂν οὐ γεγένηται,3 τὸ δὲ ἀντικείμενον τοῦ ἡγουμένου προσλαβὼν ἐπήνεγκε τὸ τοῦ λήγοντος ἀντικείμενον. τοιούτων δὲ συλλογισμῶν πολλή τις ἀφθονία· ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· οὐκ ἔστι δὲ ἄνθρωπος, οὐδ’ ἄρα ζῷον’. ‘εἰ περιπατεῖ, κινεῖται· οὐ περιπατεῖ δέ, οὐδ’ ἄρα κινεῖται’. εἶτα καὶ ὁμωνυμίᾳ χρώμενος τῆς ἀρχῆς ἀπατᾶν οἴεται· ἀρχὴ γάρ τίς ἐστι κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἔχειν τῆς γενέσεως τὸ ζῷον τὴν χθὲς ἡμέραν· ἡ δέ τις ἡ κατὰ τὸ πρᾶγμα αὐτὸ καὶ τὸ μέγεθος, ὥς φαμεν ὁδοῦ καὶ διαστήματος ἀρχὴν εἶναι. καὶ τοίνυν ὅταν λέγῃ Μέλισσος ‘ἅπαν τὸ γενόμενον ἀρχὴν ἔχει’, ‘ποίαν ἀρχήν;’ ἐρησόμεθα αὐτόν· ἅπαν μὲν γὰρ ἀρχὴν ἔχει τὴν κατὰ χρόνον ὃ γίνεται κατ’ οὐσίαν ἁπλῶς, ὡς ἄνθρωπος ἵππος ἐλαία πλάτανος, οὐχ ἅπαν δὲ τὴν κατὰ τὸ μέγεθος, οἷον ὃ γίνεται κατ’ ἀλλοίωσιν καὶ ἀθρόαν μεταβολήν· γίνεται γὰρ καὶ κρύσταλλος καὶ τυρός, οὐ μὴν ἔστι λαβεῖν ἀρχὴν τοῦ μεγέθους ὅθεν ἤρξατο πρῶτον τῆς πήξεως. πάλιν δὲ ὅταν ἐπάγῃ ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’, παραπλησίως ἐξεταστέον τίνα λέγει τὴν ἀρχήν· τὴν μὲν γὰρ κατὰ χρόνον οὐκ ἔχει τὸ μὴ γενόμενον, τὴν κατὰ μέγεθος δὲ οὐδὲν κωλύεται ἔχειν, ὡς ἥλιος σελήνη καὶ τὰ λοιπὰ ἄστρα, ὥστε εἰ μὲν ἐν ταῖς προτάσεσι περὶ τῆς κατὰ μέγεθος ἀρχῆς διαλέγεται, τῆς μὲν ἀκολουθίας φροντίζει τοῦ συμπεράσματος, ψευδεῖς δὲ ἄμφω λαμβάνει· εἰ δὲ τὴν κατὰ χρόνον ἀρχὴν αὐτῷ σημαίνει τὰ ἀξιώματα, ἀληθεύει μὲν ἐν οἷς τίθησι, συμπεραίνει δὲ οὐχ ὃ βούλεται· βούλεται μὲν γὰρ ἂν τὸ μέγεθος ἄπειρον δεῖξαι τοῦ ὄντος, δείκνυσι δὲ οὐ τὸ μέγεθος, ἀλλὰ τὸν χρόνον. ἔπειτα καὶ ἀκίνητόν φησι τὸ ὄν· οὐδὲ γὰρ ἔχειν ὅπου κινηθήσεται ἕν τε ὂν καὶ ἄπειρον πανταχῇ. διὰ τί ὦ γενναῖε; ὅλον μὲν γὰρ οὐκ ἂν μεταβαίνοι, κινεῖσθαι δὲ αὐτὸ κατὰ μόρια πῶς οὐκ ἐνδέχεται; εἰ μὴ καὶ τὴν θάλατταν ἀκίνητον εἶναι φῄς, ὅτι μὴ πᾶσα μεταβαίνει τόπον ἐκ τόπου, καίτοι κινουμένην κατὰ μόρια φανερῶς. ἀλλοίωσιν δὲ ἤτοι κίνησιν οὐ νενόμικας; ἢ διὰ τί καὶ ταύτην προσαφῄρησαι τοῦ ἀπείρου· οὐ γὰρ δὴ καὶ τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι τόπου προσδεῖται. φορτικὸς οὖν ὅπερ ἔφην ὁ λόγος, καὶ ἐφ’ ἑνὶ σαλεύων ἀτόπῳ τῷ μοναχῶς λέγεσθαι τὴν ἀρχήν, ὅπερ εἰ μὴ συγχωροῖτο, εὐφώρατος ἡ κακουργία. ἀλλὰ γὰρ ἴσως κατὰ τὸν λόγον [τὸν λογισμὸν] ἓν ἂν φαίη τὸ ὄν. ἀλλ’ εἰ μὲν ἀντὶ τῆς ἀρχῆς τὸ ὂν ἐλάμβανε Μέλισσος μίαν τὴν ἀρχὴν λέγων κατὰ τὸν λόγον, ταὐτὸν ἄν τισι φυσικοῖς ἔλεγε. τὸ πάντα δὲ ἓν εἶναι κατὰ τὸν λόγον ἀμήχανον, ἄνθρωπον ἵππον τὰ ἐναντία. πρὸς μὲν οὖν τοῦτον καὶ ταῦτα πλείω τῶν ἱκανῶν. Πρὸς Παρμενίδην δὲ ἑξῆς ῥητέον. ὅσα μὲν τοίνυν εἴρηται πρὸς τὴν δόξαν, κοινὰ καὶ πρὸς τοῦτον· ἴδια δὲ ὅσα πρὸς τὸν λόγον ὃν ἐρωτᾷ, ὅς ἐστι τοιόσδε κατὰ τὴν δύναμιν· ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν’. ψεύδεται μὲν οὖν ὅτι μοναχῶς λαμβάνει λέγεσθαι τὸ ὂν λεγόμενον πολλαχῶς, καθ’ ὅσους ἐπεδείξαμεν τρόπους· ὅμοιον γάρ τι λέγειν, τὸ παρὰ τὸν καρκίνον οὐ καρκίνος ἐστίν, τὸ παρὰ τὸν κύνα οὐ κύων ἐστί· δύναται δὲ καὶ τὸ παρὰ τὸν κύνα κύων εἶναι καὶ τὸ παρὰ τὸν καρκίνον καρκίνος· τὸ γὰρ παρὰ τὸν θαλάττιον κύνα οὐκ ἔστι μὲν κύων θαλάττιος, οὐράνιος δὲ ἢ χερσαῖος.
3. 对于按此方式考察的人来说,存在之物为一显然是不可能的,并且化解他们的论证也并非难事;因为麦里梭的论证立刻就显出不成推论。因为他说:“如果存在产生了,它就具有一个开端;但它并未产生,所以它没有开端;因此它既是无限的也是一的。”因为他本应取后件的矛盾对立项并推导出前件的矛盾对立项(因为按照第二种假言式,推论正是这样构成的),他却没有这样做——因为那样他就会推导出一个他并未打算作为结论的命题,即存在并未产生——反而取了前件的矛盾对立项,推导出了后件的矛盾对立项。这种[错误的]推论委实多得很:“如果是人,也是动物;但不是人,所以也不是动物”;“如果在散步,就在运动;但不在散步,所以也没有在运动”。随后,他还企图利用“开端”的歧义来进行欺瞒;因为一种开端是依时间而言的,正如我们说动物的产生以昨天为其开端;而另一种则是依事物本身和量度而言的,正如我们说道路和间距有一个开端。因此,当麦里梭说“凡产生之物皆有开端”时,我们将质问他:“是哪种开端?”因为凡是单凭实体而产生的事物(如人、马、橄榄树、法国梧桐),固然都具有依时间而言的开端,但并非一切事物都具有依量度而言的开端,例如通过性质变化和骤然转变而产生的事物;因为冰和奶酪也会产生,然而却无法找到它最初开始凝结的量度上的开端。再者,当他推导说“未产生之物没有开端”时,同样必须考察他指的是何种开端;因为未产生之物固然不具有依时间而言的开端,却丝毫不妨碍它具有依量度而言的开端,如同太阳、月亮以及其余的星辰。因此,如果他在前提中谈论的是依量度而言的开端,他固然照管了结论的推导关联,却把两个前提都取为了假;如果这些公理对他而言意指依时间而言的开端,他在所设定的命题上固然说的是真话,推导出的却不是他所想要的;因为他想要证明存在在量度上是无限的,证明的却不是量度,而是时间。其次,他还说存在是静止不动的;因为既然它是一且在各处无限,它甚至没有可以运动的地方。尊贵的人啊,这是为何?因为作为整体它固然不会位移,但在部分上运动又怎么会是不可能的呢?除非你还要说大海也是不动的,只因为它并非整体从一处位移到另一处,尽管它在部分上显然是在运动的。难道你不认为性质变化也是运动吗?抑或为何你又把这种运动从无限之物上剥夺了?因为变热和变冷确实并不需要处所。因此,正如我所说的,他的论证是拙劣的,且摇摆于一个单一的荒谬之上——即“开端”仅在一重意义上被言说;如果这一点不被承认,其诡计便极易被识破。不过,他或许会说存在在定义上是一。然而,如果麦里梭用“存在”代替“本原”,说本原在定义上是一,他所说的就会与某些自然哲学家相同;但万物(人、马、相反者)在定义上为一,则是决不可能的。因此,针对此人而言,即便是这些话也已绰绰有余。接下来必须针对巴门尼德进行论述。凡是针对其见解所说的,同样适用于此人;但针对他所提出的论证则有特殊之点,该论证依其实质如下:“存在之外者是非存在,非存在是空无,所以存在是一”。因此他说了假话,因为存在本是在多重意义上被言说的,正如我们所表明的那些方式,他却把它当作仅在单一意义上被言说。因为这类似于说:“螃蟹之外者不是螃蟹,狗之外者不是狗”;然而狗之外者也可以是狗,螃蟹之外者也可以是螃蟹;因为海狗(鲨鱼)之外者固然不是海狗,却是天上的狗(星座)或地上的狗。
- 1.3τὸ παρὰ τὸ ὂν οὐκ ὄν
介词 παρά 支配宾格,意为“在……之外”或“除……之外”。整个短语 τὸ παρὰ τὸ ὂν 用作名词性主语(“存在之外者”),构成了巴门尼德论证概括的第一前提。
- 1.3δέον γὰρ τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβεῖν καὶ ἐπαγαγεῖν τοῦ ἡγουμένου τὸ ἀντικείμενον
δέον 作非人称宾格绝对分词,表示应当或本应如此(“本应……”)。它与后文的主句 ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησε 相对照,指明假言否定式推论(modus tollens)本应通过否定后件(τὸ τοῦ λήγοντος ἀντικείμενον)来推出前件的否定(τοῦ ἡγουμένου τὸ ἀντικείμενον)。
- 1.3συνήγαγε γὰρ ἂν ὃ μὴ προὔθετο, ὅτι τὸ ὂν οὐ γεγένηται
由 ἄν 加上不定过去时直陈式(συνήγαγε)构成的与过去事实相反的虚拟结果从句。它解释了麦里梭为何没有采用后件否定式:假若如此,他就会得出“存在未曾产生”这一结论,而这本是他已经作为小前提所预设的,而非他意图论证的结论(ὃ μὴ προὔθετο)。
