← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§10.16-11.29

正即存在者与偶性及定义的要素

提斯提乌斯论证即使将存在假定为“正即存在者”,引入偶性(如白)也会导致其沦为非存在,并通过两种偶性的分类论证了构成定义的本质要素(属与种差)绝不可能属于偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#3

οὐχ οὕτως οὖν μὴ ὂν τὸ λευκὸν ὡς πῇ μὲν εἶναι πῇ δὲ μή, ἀλλ’ ὡς παντελῶς μὴ εἶναι διὰ τὴν ὑπόθεσιν· οὐδὲ γὰρ συμβεβηκέναι τῷ λευκῷ τούτῳ τὸ ὂν εἴποι τις ἄν· αὐτὸ γὰρ ὑπόκειται ἄλλῳ ὑπάρχον. τούτου δὴ οὕτως ἔχοντος καὶ τοῦ λευκοῦ παντελῶς μὴ ὄντος, εἰ λέγοιμεν ὑπάρχειν αὐτὸ τῷ ὅπερ ὄντι, τῷ μάλιστα ὄντι τὸ μάλιστα μὴ ὂν ὑπάρχειν ἐροῦμεν. ἄτοπον μὲν δή, καὶ τοῦτο προσέτι δέ, εἰ τὸ ὅπερ ὂν ἔσται λευκόν, τὸ λευκὸν δὲ οὐκ ὄν,1 τὸ ὅπερ ὂν ἔσται οὐκ ὄν. καὶ μηδεὶς ὑπολάβῃ παραλογίζεσθαι ἡμᾶς· οὐ γὰρ ἐπειδὴ συμβεβηκός2 ἐστι τὸ λευκόν, ᾧ τὸ λευκὸν ὑπάρχει, ἐκεῖνο ἔσται συμβεβηκός· οὐδὲν γὰρ ὅμοιον παραβάλλεται. ὁ μὲν γὰρ λέγων συμβεβηκὸς τὸ λευκὸν εἶναί τι καὶ αὐτὸ δίδωσι παρὰ τὴν οὐσίαν· ὂν γὰρ αὐτὸ πάντως ὑπολαμβάνων οὕτως ἑτέρῳ συμβαίνειν λέγει. εἰ δὲ ἄλλο ὂν τὸ ὑποκείμενον ἄλλου ὄντος μετέχει τοῦ λευκοῦ, οὐκ ἔσται ταὐτὸν ὅπερ ἐκεῖνο. ἐνταῦθα δὲ ἁπλῶς μὴ ὂν καὶ πάντῃ μὴ ὄν φησι τὸ λευκόν, οὐκοῦν οὐδ’ ὡς συμβεβηκὸς αὐτὸ κατηγορήσει τοῦ ὄντος, ἐπεὶ θήσεται εἶναι, πάλιν αὐτό. εἰ δὲ εἶναι, καὶ ὅπερ ὂν εἶναι· καὶ πάλιν ὡσαύτως τὸ ὅπερ ὂν πλείω σημαίνει. ἀλλ’ εἰ μὴ ὡς συμβεβηκὸς ἢ γένος ἢ εἶδος, ἁπλῶς οὖν οὐκ ὂν τὸ ὅπερ ὄν. εἶεν· ἀλλ’ οὐδὲ σῶμα ἴσως τὸ ἄπειρον οὐδὲ † μεγέθους θέσιν ἐροῦσιν, ἵνα μήτε εἰς μόρια πολλὰ διαιρεῖν ἀναγκάζωνται μήτε συμβεβηκότα προσάπτωσι. πότερον οὖν ὁριοῦνται τὸ ὅπερ ὂν καὶ λόγον τινὰ αὐτοῦ τῆς οὐσίας ἀποδώσουσιν ἢ καὶ τοῦτο ἀφαιρήσονται; εἰ μὲν γὰρ ἀφαιρήσονται τὸν ὁρισμόν, οὐκ οἶδα τί λοιπὸν ὑπὲρ αὐτοῦ δυνήσονται λέγειν ἢ γράφειν, εἰ μήτε ὡς συμβεβηκὸς μήτε ὡς γένος μήτε ὡς εἶδος μήτε ὡς διαφορὰν μήτε ὡς ὁρισμόν, ὅλως μηδὲ ὡς ὑπογραφὴν ἕξουσιν αὐτοῦ κατηγορίαν· εἰ δὲ ποιήσονταί τινα λόγον, τοῦτον ἀνάγκη διαιρεῖσθαι εἰς ὅπερ ὄντα· οἷον (ὑποκείσθω γὰρ ἄνθρωπος εἶναι τὸ ὅπερ ὄν) φημὶ ὅτι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ἀνάγκη ἐξ ὅπερ ὄντων συγκεῖσθαι καὶ εἶναι ὅπερ ὄντα καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν· εἰ γὰρ μὴ ὅπερ ὄντα, συμβεβηκότα πάλιν γενήσεται, ἀλλ’ οὐκ ἐνδέχεται τινι συμβεβηκέναι τὰ τὸν ὁρισμὸν αὐτοῦ συμπληροῦντα. ὅτι δὲ τοῦτο ἀληθές, ῥᾳδίως οἶμαι διδάξειν. τὰ συμβεβηκότα τοίνυν ἢ τοιαῦτά ἐστιν ὡς οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθῆσθαι καὶ διαλέγεσθαι, ἢ τοιαῦτα ὡς ἐν τῷ λόγῳ τοῦ συμβεβηκότος τὸ ὑποκείμενον περιέχεσθαι, ὡς σιμότης ἐν ῥινί, τὸ περιττὸν ἐν τῷ ἀριθμῷ καὶ τὸ ἄρτιον· σιμότης τε γάρ ἐστι κοιλότης ἐν ῥινί, περιττός τε ἀριθμὸς εἰς ἄνισα διαιρούμενος. κατὰ τίνα οὖν τῶν τρόπων τούτων συμβεβηκὸς ἔσται τὸ ζῷον; πότερον κατὰ τὸν πρότερον; οὐκοῦν ἔσται ποτὲ οὔτε ζῷον ὁ ἄνθρωπος οὔτε πεζὸν οὔτε δίπουν, οὔτε διαλέξεταί ποτε οὔτε καθεδεῖται. ἀλλὰ κατὰ τὸν δεύτερον; ἀλλ’ ἀδύνατον, οὐ γὰρ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζῴου καὶ τῷ λόγῳ τοῦ πεζοῦ καὶ τῷ λόγῳ τοῦ δίποδος, ἀλλ’ ἐκεῖνα ἐν τῷ τοῦδε ὁρισμῷ περιέχεται· καθόλου γὰρ ὅσα τινὸς ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβάνεται, ἐν τῷ τούτων ὁρισμῷ τὸ ὁριστὸν ὑπάρχειν ἀδύνατον· ἔσται γὰρ οὕτως τὸ ὅλον τοῦ μέρους μέρος, μέρος μὲν γὰρ ἀνθρώπου τὸ ζῷον· μετὰ γὰρ ἄλλων συντεθὲν ποιεῖ τὸν ἄνθρωπον· εἰ δὲ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζῴου, τὸ ὅλον ἐνυπάρξει τῷ μέρει καὶ ἔσται τοῦ μέρους μέρος· οὔτε γὰρ εἴ τι σύγκειται ἐκ πλειόνων οἷον τὸ λελευκωμένον ἐκ τοῦ λευκοῦ καὶ τοῦ σώματος, τοῦτο οὐκ ἐνυπάρξει3 τῷ τοῦ λευκοῦ χρώματος ὁρισμῷ. ἀλλ’ ἴσως οὐκ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν συμβέβηκεν, ἀλλ’ ἑτέρῳ τινί.

因此,白之作为非存在,并不是指它在某方面存在而在某方面不存在,而是由于该假设它完全是非存在;因为谁也不能说存在作为偶性属于这白,因为白自身作为属于别物的属性而被奠基于下。既然情况如此,且白完全是非存在,如果我们说它属于正即存在者,我们将是说最彻底的非存在属于最具真实性的存在。这固然是荒谬的,而且除此以外,如果正即存在者将是白的,而白是非存在,那么正即存在者就将是非存在。任何人都不应以为我们在作诡辩;因为并不是由于白是偶性,白所属于的东西就将成为偶性;因为所比较的事物全然不同。因为说白是偶性的人,也承认在实体以外白本身是某种东西;因为他完全将它理解为存在者,并因而说它作为偶性属于别物。但是,如果作为另一存在者的基底分有了作为另一存在者的白,它就不会等同于白之所是。然而在这里,他说白是单纯的非存在且完全是非存在;因此,他也不能把白甚至作为偶性述说于存在,因为那样他又将设定它存在。但如果它存在,它也就是正即存在者;而正即存在者再次同样地意指多数事物。但如果既不作为偶性,也不作为属或种[来述说存在],那么正即存在者就单纯是非存在。姑且如此;但他们也许会说无限者既不是物体,也不是量度之位置,以免他们既被迫将其分割为许多部分,又给它附加偶性。那么,他们究竟会给正即存在者下定义并给出其实体的某种定义,还是会把这也取消掉呢?因为如果他们取消定义,既然他们既不能作为偶性,也不能作为属,不能作为种,不能作为种差,不能作为定义,甚至根本不能作为描述性描画而对它有任何述谓,我不知道此后他们还能就它说些什么或写些什么;但如果他们给出某种定义,这定义就必然被分割为诸正即存在者:例如(设人被假定为正即存在者),我主张人的定义也必然由诸正即存在者组成,且动物、陆生与双足也必须是诸正即存在者;因为如果它们不是诸正即存在者,它们就将再次成为偶性,但补足某物定义的诸要素是不可能作为偶性属于任何东西的。我认为我将容易地证明这是真实的。偶性要么是能够属于也能不属于的那些东西,如坐着和交谈;要么是在偶性的定义中包含着基体的那些东西,如鼻子中的塌鼻,数中的奇数与偶数;因为塌鼻是鼻子中的凹陷,而奇数是分成不等两部分的数。那么,按照这些方式中的哪一种,动物会是偶性呢?难道是按照前一种吗?那么人将有时既不是动物,也不是陆生的,也不是双足的,有时也既不会交谈也不会坐着。难道是按照第二种吗?但这不可能,因为人并不内在存在于动物的定义、陆生的定义和双足的定义中,反而是那些被包含在人的定义中;因为总的来说,凡是被吸纳进某物的定义性说明中的诸事物,被定义者都不可能属于那些事物的定义中;因为这样一来,整体将成为部分的部分,因为动物是人的部分(因为与别物结合便构成了人);但如果人内在存在于动物的定义中,整体就将内在存在于部分中,并成为部分的部分;因为即使某物由多数事物组成,例如被漂白者由白与物体组成,它也不会内在存在于白颜色的定义中。但也许动物和双足不是作为偶性属于人,而是属于某个别物。

语法注3 条
  1. 1.3ἀλλ’ εἰ μὴ ὡς συμβεβηκὸς ἢ γένος ἢ εἶδος, ἁπλῶς οὖν οὐκ ὂν τὸ ὅπερ ὄν

    在条件从句 εἰ μὴ ὡς συμβεβηκὸς ἢ γένος ἢ εἶδος 中,省略了述谓动词(如 κατηγορεῖται 或 ὑπάρχει)。归结句中补出系动词 ἐστί,以 ἁπλῶς οὐκ ὄν 作为 τὸ ὅπερ ὄν 的表语,引出荒谬结论。

  2. 1.3οὐ γὰρ ἐπειδὴ συμβεβηκός ἐστι τὸ λευκόν, ᾧ τὸ λευκὸν ὑπάρχει, ἐκεῖνο ἔσται συμβεβηκός

    主句的主干为 οὐ ... ἐκεῖνο ἔσται συμβεβηκός,否定了“白所属于的那个事物将成为偶性”这一推论。ἐπειδὴ συμβεβηκός ἐστι τὸ λευκόν 是原因从句,关系从句 ᾧ τὸ λευκὸν ὑπάρχει 的先行词则是主句主词 ἐκεῖνο。

  3. 1.3οὔτε γὰρ εἴ τι σύγκειται ἐκ πλειόνων οἷον τὸ λελευκωμένον ἐκ τοῦ λευκοῦ καὶ τοῦ σώματος, τοῦτο οὐκ ἐνυπάρξει

    在否定词的呼应中,主句的 οὐκ 与前置的 οὔτε 重叠出现。这并不构成双重否定表肯定,而是延续并加强前述否定(冗余否定),意指由多要素组成的复合物(如被漂白者)绝不可能内在包含于其组成部分(如白)的定义之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:10.16-11.29