- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:88.5-89.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯论证了无限物体无论被设想为同类的(全体与部分的运动及静止皆不可能)还是异类的(基于处所的有限性及德谟克利特原子论的反驳)都会导致荒谬,并驳斥了阿那克萨戈拉关于无限混合物依靠自身支撑而静止的学说。
οὐ γὰρ ὅταν [τε] εἰς τὴν οἰκείαν παραγένηται χώραν·1 καὶ γὰρ ἣν ἀπέλιπεν, ὁμοίως εἶχεν οἰκείαν. τοῖς μὲν οὖν μορίοις ἀμήχανον οὕτως ἡ κίνησις. ὅλως τε ἄπειρόν τε ἅμα καὶ κινούμενον καὶ Μέλισσος ἀπεγίνωσκεν. οὐκ εὖ δέ, ὅτι πᾶσαν κίνησιν· ἀλλοιοῦσθαι γὰρ ἴσως ἐνδέχεται. ἀλλὰ οὐδὲ οὕτω κινεῖσθαι τὸ ὅλον ἐγχωρεῖ, ὡς ἡ σφαῖρα ἐν ταὐτῷ τόπῳ κατὰ τὰ μόρια. πρῶτον μὲν γὰρ ἐχρῆν, εἴπερ ὁμοιοειδές, καὶ τὰ μόρια πάντα κύκλῳ κινεῖσθαι, οὐχ ὁρᾶται δὲ οὕτως, ἀλλὰ ἐκεῖνα καὶ ἐπ’ εὐθείας, οἷον γῆ ὕδωρ. ἔπειτα εἰ κύκλῳ, καὶ πεπέρανται· σχῆμα γὰρ ἕξει. μένει τοίνυν ἀκίνητον τό τε ὅλον καὶ τὰ μόρια. ἐγὼ δὲ τοῦτο μὲν οὐ λέγω, ὅτι καὶ μονὴ τῆς φορᾶς οὐδὲν ἧττον ἀδύνατος· ὥσπερ γὰρ κινεῖσθαι ἐφ’ ἕνα τόπον ἀμήχανον τοῦ παντὸς ὁμοίως ὄντος οἰκείου, οὕτως καὶ ἠρεμεῖν ἐν ἑνὶ τόπῳ μηδὲν μᾶλλον ἑτέρου προσήκοντι. ἀλλ’ ἔστω, δεδόσθω μένειν. καὶ καθ’ ὅλον καὶ κατὰ μόρια τοίνυν ἡ κίνησις οὐκ ἔσται,2 πρᾶγμα οὕτως ἐναργὲς καὶ οὐδὲ λόγου δεόμενον, εἰ μὴ πρὸς ἀκινήτους γε ὄντως δεόμεθα λόγου. ’’Ἔστω δὴ πάλιν ἀνομοιοειδὲς τὸ ἄπειρον καὶ οὐχ ἁπλοῦν. σύνθετον ἄρα καὶ τῷ ἅπτεσθαι ἕν. οὔκουν οὐδὲ εἷς αὐτῷ κατὰ φύσιν τόπος, ἀλλ’ ἑκάστῳ τῶν σωμάτων οἰκεῖος τόπος, ἐξ ὧν σύγκειται τὸ ὅλον. καὶ κίνησις μὲν δὴ σῴζοιτ’ ἄν· ὅρα δὲ τὰ λοιπά. τὰ ἀνομοιοειδῆ ταῦτα πότερον ἄπειρα ἢ πεπερασμένα; ἀλλ’ εἰ μὲν πεπερασμένα κατ’ ἀριθμόν, ἕν τι ἐξ αὐτῶν ἄπειρον ἔσται κατὰ μέγεθος ἢ καὶ πλείονα· οὕτω γὰρ ἂν τὸ ὅλον ἄπειρον εἴη. ἥξουσι τοίνυν αὐτοῖς οἱ πρότερον λόγοι, οὓς ἄρτι λέγοντες ἐπαυσάμεθα. προσέτι δὲ οὐδὲ οἷόν τε ἓν τῶν στοιχείων ἄπειρον εἶναι ἐν τῇ συνθέσει ὂν πῦρ ἢ γῆ. ὥρισται γὰρ ἑκάστου τούτων ὁ τόπος, καὶ οὐ πᾶς οἰκεῖος ἅπαντι, ἀλλὰ τῷ μὲν ἄνω τῷ δὲ κάτω· καὶ διὰ τοῦτο οὐδεὶς τῶν φυσιολόγων πῦρ τὸ ἄπειρον ἐποίησεν ἢ γῆν, ἀλλ’ ὕδωρ ἢ ἀέρα, ὅτι ἐκείνων μὲν ὁ τόπος ἑκάστου δῆλός ἐστι, τούτων δὲ ἐπαμφοτερίζει τῷ ἄνω καὶ κάτω. ἄπειρα ἄρα κατὰ ἀριθμὸν τὰ ἀνομοιοειδῆ μόρια τοῦ ἀπείρου. ἄπειροι ἄρα καὶ οἱ τόποι. ἀλλὰ τοῦτο ἀδύνατον· πεπερασμένοι γὰρ οἱ τόποι καὶ αἱ τῶν τόπων διαφοραί· ὁ γὰρ ἄνω καὶ κάτω, καὶ εἰς δεξιὰ καὶ εἰς ἀριστερά, ἔμπροσθεν καὶ ὄπισθεν. πεπερασμένα ἄρα τὰ στοιχεῖα κατ’ ἀριθμόν· οὐ γὰρ δὴ πλειόνων ὁ αὐτὸς τόπος· οὐκέτι γὰρ ἐκεῖνα κατ’ εἶδος διοίσει οἷς ὁ αὐτὸς ἀφώρισται τόπος, εἰ μὴ ὥσπερ Δημόκριτος. οὕτω δὲ ὁμοειδὴς ἡ κίνησις, οὕτω δὲ ὁμοειδῆ τὰ στοιχεῖα, οὕτω δὲ καὶ ἑκάστῃ τῶν ἀτόμων οἰκεῖος ὁ τοῦ παντὸς ἔσται τόπος. καὶ ταῦτα ἡ ἄτομος ὑπομενεῖ, ἅπερ, εἰ τῇ ἰδέᾳ πεπερασμένα κατ’ ἀριθμὸν καὶ κατὰ μέγεθος, πῶς τὸ ἐξ αὐτῶν ἄπειρον ἔσται; ὅτι δὲ ἀναγκαίως ἀκολουθεῖ τῷ πεπεράνθαι τοὺς τόπους πεπερᾶσθαι καὶ τὰ σώματα, τίς οὐκ οἶδε; συναπαρτίζειν γὰρ τοῖς τόποις αὐτὰ ἀναγκαῖον· οὔτε γὰρ ὁ τόπος μείζων ἢ [ἀναγκαῖον] ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (καὶ ἅμα εἰ μείζων ὁ τόπος, οὐκ ἄπειρον τὸ σῶμα) οὔτε τὸ σῶμα μεῖζον ἢ ὅσος ἐστὶν ὁ τόπος· εἰ γὰρ ὑπερβάλλει τὸν τόπον, ἢ ἐν κενῷ ἔσται ἢ οὐδαμοῦ, ὧν τὸ μὲν οὐκ εἰς μακρὰν λόγου τεύξεται, τὸ δὲ αὐτόθεν ἐστὶν καταγέλαστον· οὔτε γὰρ κινεῖσθαί τι δυνατὸν οὔτε ἠρεμεῖν ἄνευ τόπου. Ἀναξαγόρας δὲ ἄτοπον αἰτίαν ἀποδώσει τοῦ μένειν καὶ ἀκίνητον εἶναι τὸ ἄπειρον μίγμα· περιέχεσθαι μὲν γὰρ ὑπ’ οὐδενὸς ἄλλου διότι ἄπειρον, στηρίζειν δὲ ἐν αὑτῷ καὶ ἐπερείδεσθαι καὶ ἀντιβαίνειν, διὰ τοῦτο δὲ αὐτῷ καὶ κατὰ φύσιν εἶναι τὴν μονήν.3 τοῦτο δὲ οὐκ ἀληθές. οὐ γὰρ ὅπου τι ἂν ᾖ, ἐκεῖ πάντως καὶ πέφυκεν εἶναι· εἴη γὰρ ἄν πού τι καὶ βίᾳ καὶ ὅπου οὐ πέφυκεν εἶναι, ὡς ὁ λίθος ἐκ τοῦ παττάλου κρεμάμενος, τὸ δὲ στηρίζειν ἐν ἑαυτῷ καὶ ἐπερείδεσθαι βιαίου μονῆς αἰτία μᾶλλον ἢ τῆς κατὰ φύσιν ἐστίν· τόπου γὰρ ἀπορίαν ὑποδηλοῖ καὶ τὸ μὴ ἔχειν ὅπου κινήσεται, ἄδηλον δὲ εἰ παρούσης χώρας ἠρέμησεν ἄν, ὥσπερ τὰ πεφυκότα.
因为当它到达本己区域时并不会停下来,因为对于它而言,它所离开的地方同样是本己的。因此,对于部分而言,运动以这种方式是不可能的。而至于全体,梅利索斯也否认它是无限的且同时处于运动之中。然而他否定所有运动是不对的,因为改变性质或许是可能的。但是全体也不可能像球体在其部分上于同一处所中运动那样运动。首先,如果它是同类的,它的所有部分也必须作圆周运动,但实际看到的并非如此,相反,它们也作直线运动,例如土和水。其次,如果是作圆周运动,它也是有限的,因为那样它将具有形状。因此,全体和部分都保持不动。但我不说这一点,即静止也与位移运动同样是不可能的;因为正如由于全体同样是本己的而无法向一个处所运动一样,在并不比另一处所更为适合的单一处所中静止也是不可能的。但权且这样,姑且承认它保持不动。因此,无论就全体还是就部分而言,运动都不会存在,这是一件如此显而易见、甚至不需要论证的事情,除非我们确实需要针对那些顽固不化之人进行论证。 那么再次假定,无限者是异类的而非单纯的。因此它是复合的,并且通过接触而为一。于是它也就没有单一的自然处所,而是组成全体的每一个物体都有其本己的处所。这样一来,运动固然可以得到保全,但请看接下来的问题。这些异类的部分究竟是无限的还是有限的?如果它们在数量上是有限的,那么它们之中的一个或多个在大小上将是无限的;因为只有这样全体才是无限的。因此,我们刚才讲完的那些先前的论证将适用于它们。此外,处于复合之中的元素之一(即火或土)也不可能是无限的。因为这些元素中每一个的处所都是被限定的,并不是所有处所对所有元素都是本己的,而是对于一者在上,对于另一者在下;正因如此,没有哪个自然哲学家将无限者设为火或土,而是设为水或气,因为前者的每一个处所都是显明的,而后者则在上与下之间摇摆不定。因此,无限者的异类部分在数量上是无限的。所以处所也是无限的。但这却是不可能的;因为处所及处所的差异是有限的,即上与下,右与左,前与后。因此元素在数量上是有限的;因为同一处所不可能属于多种元素,因为被赋予同一处所的事物在形式上将不再有别,除非像德谟克利特那样主张。但如此一来运动是同类的,元素也是同类的,且全体的处所对每一个原子而言都将是本己的。而原子将遭受这些后果;如果它们在形式上是有限的,在数量和大小上也是有限的,那么由它们构成的事物又怎能是无限的呢?而处所是有限的必然伴随着物体也是有限的,这一点谁人不知呢?因为物体必然与处所完全相称;因为处所既不会大于物体所可能具有的大小(同时若处所更大,物体就不是无限的),物体也不会大于处所的大小。因为如果它超出了处所,它要么将在虚空之中,要么将无处可存,其中前者不久后将受到论证反驳,而后者本身就是荒唐可笑的;因为没有任何事物在没有处所的情况下能够运动或静止。而阿那克萨戈拉则将为无限混合物的保持不动给出荒谬的原因:即由于它是无限的,它不被任何其他事物所包容,它在自身之中固定、依靠并抵抗,正因如此对它而言静止也是自然的。但这并不是真实的。因为并非无论某物在哪里,它就必定在本性上属于那里;因为某物也可能由于受迫而处于某处以及处于它本性上不属于的地方,如同悬挂在木桩上的石头一样;而在自身之中固定和依靠与其说是自然静止的原因,不如说是受迫静止的原因;因为它表明了处所的匮乏以及没有可以运动去的地方,并且若有空间存在它是否会像本性之物那样静止,仍是不可知的。
- 3.5οὐ γὰρ ὅταν [τε] εἰς τὴν οἰκείαν παραγένηται χώραν
这是对前文疑问“它又怎么能够停下来呢”(πῶς δὲ καὶ στήσεται)的简略回答,省略了主语和主要动词 στήσεται。应补全理解为:“因为并非当它到达本己区域时[便会停下来]”。
- 3.5καὶ ταῦτα ἡ ἄτομος ὑπομενεῖ, ἅπερ, εἰ τῇ ἰδέᾳ πεπερασμένα κατ’ ἀριθμὸν καὶ κατὰ μέγεθος, πῶς τὸ ἐξ αὐτῶν ἄπειρον ἔσται;
这是一个破格语法(破格句,anacoluthon)结构,在关系代词 ἅπερ 之后插入了条件从句 εἰ...,紧接着由修辞疑问句 πῶς... 接续。句中的 ταῦτα... ἅπερ 指代前文所述关于同类性及本己处所的荒谬归结,后半部分则转向探讨由有限部分构成的全体如何可能为无限的困境。
- 3.5περιέχεσθαι μὲν γὰρ ὑπ’ οὐδενὸς ἄλλου διότι ἄπειρον, στηρίζειν δὲ ἐν αὑτῷ καὶ ἐπερείδεσθαι καὶ ἀντιβαίνειν, διὰ τοῦτο δὲ αὐτῷ καὶ κατὰ φύσιν εἶναι τὴν μονήν.
这是一连串由前面的主要动词 ἀποδώσει(“他将给出/说明”)所统辖的间接引语不定式结构(περιέχεσθαι... στηρίζειν... εἶναι),用以陈述阿那克萨戈拉关于混合物静止的主张。
