← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§86.19-88.5

额外元素与同类无限物体之不可能性

特米斯蒂乌斯反驳了在四元素之外设定独立物体或设定单一现实元素为主体的学说(亚里士多德《物理学》卷三第5章 204b22–205a19),并从处所与运动的角度论证了同类无限物体的不可能性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#3

διττῆς οὔσης περὶ τούτου τῆς σκέψεως, πρῶτον μὲν εἰ ἔστιν ὅλως τοιαύτη τις φύσις ἔξω τῶν λεγομένων στοιχείων, ἔπειτα εἰ καὶ ἄπειρος, δοκεῖ μοι περὶ μὲν τούτου κοινῷ τινι χρήσασθαι λόγῳ, ὃς οὔτε τῶν στοιχείων οὔτε ἔξω τι τῶν στοιχείων ἄπειρον εἶναι διδάξει, πρότερον δὲ ἐπιδεῖξαι, ὅτι ἀδύνατον εἶναί τινα φύσιν ἑτέραν παρὰ τὰ καλούμενα στοιχεῖα.1 ἅπαν γάρ, ἐξ οὗ ἐστιν, καὶ διαλύεται εἰς τοῦτο· τὰ μὲν ἐκ γαίης φύντα εἰς γαῖαν, φησὶ καὶ ἡ τραγῳδία, τὰ δὲ ἀπὸ αἰθερίου βλαστόντα γονῆς εἰς αἰθέρα. διὰ τί οὖν οὐχ ὁρῶμεν διαλυόμενον εἰς τι τοιοῦτον σῶμα τῶν γιγνομένων, ὃ μήτε πῦρ μήτε ἀὴρ μήθ’ ὕδωρ ἐστίν; ὅλως γὰρ ἕν τι στοιχεῖον ὑποτίθεσθαι οὐ μόνον ἕτερόν τι τῶν τεσσάρων, ἀλλὰ καὶ εἰ τούτων αὐτῶν, λῆρος πολύς· ἓν δὲ στοιχεῖον ὡς σῶμα ὂν ἤδη κατ’ ἐνέργειαν· τοῦτο γὰρ ἄτοπον εἶναί φημι, κἂν ἄπειρόν τις αὐτὸ κἂν πεπερασμένον ποιῇ, ὥσπερ Ἡράκλειτος τὸ πῦρ οἴεται μόνον στοιχεῖον καὶ ἐκ τούτου γεγονέναι τὸ πᾶν. ἐντεῦθεν γὰρ ἡμᾶς καὶ δεδίττεται συμφλεγήσεσθαί ποτε τὸ πᾶν ἀπειλῶν, ἐπειδὴ διαλυθήσεται εἰς τοῦτο, ἐξ οὗ καὶ γέγονε. καὶ γὰρ οὗτος ἁλίσκεται τῷ αὐτῷ λόγῳ τὰς τῆς γενέσεως ὑποθέσεις προϊέμενος, ὥσπερ γε καὶ Ἀναξίμανδρος. Ἀναξίμανδρῳ γάρ, ἐπειδὴ πρὸς οὐδὲν ἐναντίωσιν ἔχει τῶν τεσσάρων, ἐκεῖνο τὸ μεταξὺ οὐδ’ ἂν εἰς ἓν τούτων μεταβάλλοι. οὕτως δὲ οὐδ’ ἂν γένοιτο ἐξ αὐτοῦ ἢ ταῦτα ἢ καὶ ἄλλο τι, εἰ ποιεῖν δεῖ καὶ τὰ τέσσαρα ἐξ ἐκείνου. τί οὖν ἔτ’ αὐτοῦ δεήσεται οὕτως ὄντος ἀχρείου πρὸς τὰς γενέσεις; τὸ δὲ Ἡρακλείτου πῦρ ἢ εἴ τι ἄλλο στοιχεῖον τῶν γενομένων σῶμα ὂν κατ’ ἐνέργειαν ὑποτιθοῖτο, ἕξει μὲν ἐν αὑτῷ πάντως ἐναντιότητα καὶ οὕτω γε οὐδὲν αὐτὸ κωλύει μεταβάλλειν εἰς τοὐναντίον, ἀλλ’ ἤτοι φυλάξει τὴν ἐναντίωσιν ἐν τῇ μεταβολῇ καθ’ ἣν ἐστιν, οἷον εἰ πῦρ εἴη, διατηρήσει τὴν θερμότητα ἐν τοῖς ἐναντίοις, ὅπερ ἀδύνατον, ἢ ταύτην ἀπολιπὸν δέχοιτο ἂν τὴν ψυχρότητα, οὕτως δὲ οὐκέτι ἂν σῴζοιτο πῦρ. δεῖ δὲ σῴζεσθαι τὸ στοιχεῖον. διὰ τί δὲ οὐ τὸν ἀέρα στοιχεῖον οὕτως ἐροῦμεν, ἀλλὰ τὸ πῦρ; καὶ γὰρ οὗτος ὁμοίως εἰς ἐκεῖνο ἂν μεταβάλλοι. τάχα οὖν ἄν τις εἴποι, ὅτι καὶ ἡμεῖς τοῖς Ἀναξιμάνδρου περιπίπτομεν ἀτόποις τὴν ὕλην ἄνευ τινὸς ἐναντιώσεως ποιοῦντες ἢ πολὺ τὸ διάφορον αὐτό τι μεταβάλλειν καὶ ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς;2 αὐτὸ μὲν οὖν τι μεταβάλλειν οὐχ οἷόν τε, εἰ μή τινα ἔχει καὶ ἐναντίωσιν, ἐν αὐτῷ δὲ γίνεσθαι τὰς μεταβολὰς τῶν ἐναντίων εἰς τὰ ἐναντία τίς κωλύει λόγος; οὕτω δὲ ἡμῖν καὶ μία οὖσα ἡ ὕλη ἐνυπάρχει παντὶ τῷ γινομένῳ, ὅπερ τοῖς ἓν τῶν στοιχείων ὑποτιθεμένοις οὐ σῴζεται. ἀλλὰ ταῦτα μὲν ὁδοῦ, φασίν, πάρεργον εἰρήσθω. ἐπανιτέον δὲ ὅθεν ἐξέβην, ὅτι μηδὲν ἄπειρον σῶμα. πέφυκε τοίνυν ἅπαν τὸ αἰσθητόν, ὅπερ γέ ἐστιν ἐν γενέσει καὶ φθορᾷ (νῦν γὰρ εἴ τι τοιοῦτον ἄπειρον, ζητοῦμεν) ἐν τόπῳ εἶναι καὶ ἔστι τις τόπος οἰκεῖος ἑκάστου καὶ ὁ αὐτὸς τοῦ τε μορίου καὶ ἅπαντος, οἷον ὅλης τε τῆς γῆς καὶ μιᾶς βώλου καὶ πυρὸς καὶ σπινθῆρος. ὁ αὐτὸς δὲ οὐ τῷ ποσῷ, ἀλλ’ ὅτι ἀμφοῖν ἢ ἄνω ἢ κάτω.3 τούτου τοίνυν ὄντος ἐναργοῦς οὕτως τὸ ἄπειρον σῶμα ἤτοι ὁμοειδές ἐστιν ἢ ἀνομοιοειδές. ἔστω δὴ πρῶτον ὁμοειδές. ὁμοειδὴς τοίνυν αὐτοῦ καὶ ὁ τόπος καὶ ὁ αὐτὸς ὅλου τε καὶ τῶν μορίων καὶ οὕτως ἄπειρος. τὸ δὴ μόριον τοῦ ἀπείρου, φέρε βῶλος ἢ τοσονδὶ ὕδωρ, πότερον ἀκίνητον ἔσται ἢ κινηθήσεται; κινεῖσθαι μὲν γὰρ αὐτὸ ἀδύνατον. τί γὰρ μᾶλλον ἄνω ἢ κάτω; συγχωρείσθω γὰρ αὐτοῖς ἐν τῷ ἀπείρῳ καὶ ἄνω καὶ κάτω. πᾶς γὰρ τόπος οἰκεῖος αὐτῷ καὶ οὐδὲν μᾶλλον οὗτος ἐκείνου. πότερον οὖν ἐπὶ πάντας ὁμοῦ κινήσεται καὶ πάντας ὁμοῦ πληρώσει ἢ διασπασθήσεται ἁπανταχοῦ; πῶς δὲ καὶ στήσεται κινηθὲν ἅπαξ; πῶς δὲ καὶ ἠρεμήσει;

关于此事的考察是双重的:首先,在所谓的元素之外究竟是否存在任何这类的本性;其次,它是否也是无限的。在我看来,关于后一问题不妨采用某种共同的论证,它将表明无论是诸元素中的任何一个还是元素之外的任何事物都不是无限的,但在此之前应当证明,在所谓的元素之外不可能存在某种别的本性。因为一切事物由何者产生,也分解为该事物;正如悲剧所说:“生于大地的归于大地,由以太种子萌发出来的归于以太。”那么,为什么我们看不到生成之物中有任何东西分解为既非火亦非气、亦非水的这样某种物体呢?因为一般而言,设定某种单一的元素——不仅是四者之外的某种别的元素,而且即使是这四者本身之一——也是极大的荒唐之谈;我是指已经现实地作为物体的单一元素。因为我断言这是荒谬的,无论人们将它设为无限还是设为有限,正如赫拉克利特认为唯有火是元素且万物皆由此产生一样。正是由此出发,他也威胁万物有朝一日将被焚毁殆尽以此来恐吓我们,因为万物将分解为它由之产生之物。实际上他也由于放弃了生成的假定而落入同样的论证,正如阿那克西曼德一样。因为对于阿那克西曼德来说,既然那个中间物对于四者中的任何一个都不具有对立性,它甚至不会转变成这些中的任何一个。如此一来,如果必须由它产生出这四者,那么这些东西或任何别的东西都不可能由它产生。那么,既然它对于诸生成如此无用,为何还会需要它呢?另一方面,如果将赫拉克利特的火或生成之物中任何其他在现实中作为物体的元素设定为单一元素,它自身之中无论如何都具有对立性,这样一来固然没有任何东西阻止它转变为对立面,但它要么在转变中保持它赖以存在的对立性——例如若它是火,它将在对立者中维持其热性,而这是不可能的——要么放弃热性而接受冷性,如此一来它便不再能保全为火。然而元素是必须得以保全的。此外,我们为什么不说气以这种方式作为元素,而说是火呢?因为气同样可以转变为火。或许有人会说,我们把质料设定为不具任何对立性,也陷入了阿那克西曼德式的荒谬;难道某物自身转变与转变在其自身之中发生之间,不是有巨大的区别吗?某物自身转变,若非具有某种对立性是不可能的,但是对立者转变为对立者的过程在它自身之中发生,又有什么论证能加以阻止呢?如此一来,对我们而言质料作为单一者内在存在于每一个生成之物中,而这对于那些设定诸元素之一的人来说是无法保全的。不过,正如人们所说,这些就权当旅途中的附带之论吧。我们必须回到我离题之处,即没有任何物体是无限的。于是,一切处于生成与毁灭之中的感觉事物(因为我们现在探究是否有任何这类事物是无限的),在本性上都是存在于处所之中的,并且每一事物都有其本己的处所,而且部分与全体的处所是相同的,例如整个大地与一块泥土,火与火花。处所相同并不是在数量上,而是在于对二者而言处所要么是在上要么是在下。既然这一点如此明晰,那么无限物体要么是同类的,要么是异类的。先假定它是同类的。因此它的处所也是同类的,且对全体与部分而言都是相同的,从而也是无限的。那么无限者的部分,比如一块泥土或这么多的水,究竟是不动的还是会运动呢?因为它运动是不可能的。因为为何向上运动,而不是向下呢?(权且向他们承认在无限之中也存在上和下。)因为一切处所对它而言都是本己的,此一处所并不比彼一处所更为本己。那么它是将同时向所有处所运动并同时填满所有处所,还是将被撕扯分散到各处去呢?而且一旦运动了,它又怎么能够停下来呢?它又怎么能够静止呢?

语法注3 条
  1. 3.5δοκεῖ μοι περὶ μὲν τούτου κοινῷ τινι χρήσασθαι λόγῳ, ὃς οὔτε τῶν στοιχείων οὔτε ἔξω τι τῶν στοιχείων ἄπειρον εἶναι διδάξει, πρότερον δὲ ἐπιδεῖξαι, ὅτι ἀδύνατον εἶναί τινα φύσιν ἑτέραν παρὰ τὰ καλούμενα στοιχεῖα.

    在由 δοκεῖ μοι 支配的不定词结构中,περὶ μὲν τούτου 的 τούτου 指代前文提出的两个问题中的后一个(ἔπειτα εἰ καὶ ἄπειρος,“是否也是无限的”)。而与 μέν 形成呼应的 πρότερον δὲ ἐπιδεῖξαι 则表明先处理前一个问题(元素之外是否存在别的本性),清晰地展示了论述步骤的安排。

  2. 3.5ἢ πολὺ τὸ διάφορον αὐτό τι μεταβάλλειν καὶ ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς;

    连词 ἤ 引出反驳设想责难的修辞反问句(“难道不是……吗?”)。比较的主体是两个不定词短语(αὐτό τι μεταβάλλειν“某物自身发生转变”与 ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς“转变在其内部发生”),谓语为 πολὺ τὸ διάφορον([二者之间存在]巨大的差别)。

  3. 3.5ὁ αὐτὸς δὲ οὐ τῷ ποσῷ, ἀλλ’ ὅτι ἀμφοῖν ἢ ἄνω ἢ κάτω.

    该句限定了全体与部分的处所“相同”(ὁ αὐτός)的具体含义。在此,表方面的与格 τῷ ποσῷ(“在数量上”)与表原因/解释的 ὅτι 从句形成对比。ὅτι 之后省略了谓语动词及表示处所的词,应理解为“在于对二者而言[处所]要么在上要么在下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:86.19-88.5