- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:85.2-86.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯基于亚里士多德《物理学》卷三第5章,在回顾关于定义与可数性的普遍论证后,探讨了自然物体不可能为无限的问题。他指出无限物体既不能是复合的也不能是单纯的:复合体中哪怕只有一个元素是无限的,它也会凭借其压倒性的无限能力毁灭其他有限元素,并在空间上占满一切处所而使其余元素无法存在。
πᾶν σῶμα ὥρισται ἐπιπέδῳ, οὗτος δὲ σώματος λόγος, τὸ δὲ ἄπειρον ἀόριστον· οὐδὲν ἄρα σῶμα ἄπειρον οὐδὲ νοητὸν οἷον τὸ μαθηματικόν, οὔτε αἰσθητὸν οἷα τὰ φυσικά. πᾶς ἀριθμὸς ἀριθμητὸς ὅ τε ἐν ταῖς μονάσιν αὐταῖς ὅ τε ἐν ἵπποις ἢ ἐν ὄνοις, πᾶν δὲ τὸ ἀριθμητὸν ἐνδέχεται διελθεῖν, τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διελθεῖν· οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρος. ἀλλ’ ὅπερ εἶπον, φυσικῶς μᾶλλον ἐπισκεπτέον. ἀνάγκη τοίνυν εἰ ἔστιν ἄπειρον, ἤτοι σύνθετον αὐτὸ ἢ ἁπλοῦν εἶναι, ἀλλ’ οὔτε σύνθετον οὔτε ἁπλοῦν † ἄπειρον ἄρα. σύνθετον μὲν οὐκ ἔστι διὰ τάδε, εἴγε πεπερασμένα ἐστὶ κατὰ ἀριθμὸν τὰ στοιχεῖα. ἢ γὰρ ἐκ πάντων ἀπείρων ἔσται τὸ σύνθετον ἢ τῶν μὲν τῶν δ’ οὔ ἢ τό γε ἔσχατον ἐξ ἑνός. ἐξ ἑνὸς μὲν οὖν ἀδύνατον. διὰ τί; ὅτι πᾶν σῶμα φυσικὸν δύναμιν ἔχει σύμφυτον ἐν ἑαυτῷ, θερμότητα ἢ ψυχρότητα ἢ ὑγρότητα ἢ ξηρότητα. τῶν μὲν οὖν πεπερασμένων πεπερασμέναι καὶ αἱ δυνάμεις, τῶν ἀπείρων δὲ ἄπειροι, πᾶσα δὲ ἄπειρος δύναμις μείζων τῆς πεπερασμένης καὶ φθαρτικὴ ὡς μείζων τῆς ἐλάττονος, ὥστε εἴπερ ἓν ἄπειρον εἴη ἐν τῷ συνθέτῳ, διαφθείρει τὰ ἄλλα στοιχεῖα, τὰς δὲ δυνάμεις αὐτῶν διαφθεῖραν ποιήσει τὸ ἄπειρον οὐκέτι σύνθετον, ἀλλ’ ἁπλοῦν, ὅπερ ὅτι μηδὲν ἧττον ἀδύνατον, ἑξῆς ἐπιδειχθήσεται· ἀλλ’ ὅ γε πρὸς τοῦτον τὸν λόγον ἴσως ἄν τις ὑπολάβοι, πρότερον διαλύομεν. φαίη γὰρ ἄν τις ὡς οὐδὲν κωλύει τὸ ἄπειρον σῶμα τῷ μὲν ὄγκῳ μέγιστον εἶναι, τῇ δυνάμει δὲ ἔλαττον τῶν πεπερασμένων, ἐπεὶ καὶ ἀέρος ὄγκον, εἰ πολλῷ πλείονα λάβοις, πυρὸς δὲ ἐλάττω, ἥ γε δύναμις ἡ τοῦ πυρὸς ἔσται πολλῷ πλείων, καίτοι κατὰ τὸν ὄγκον ὄντος ἐλάττονος. ἀλλὰ τοῦτο ὅταν μὲν ἀμφότερα ᾖ πεπερασμένα τὰ σώματα, γένοιτο ἂν ἀληθές· ὅταν δὲ τὸ μὲν τὸ δὲ μή, λόγον οὐκ ἔχει. πῶς; ὅτι κἂν πολὺ τοῦ πυρὸς ἰσομεγέθης ὁ ἀὴρ ἀσθενέστερος ᾖ, παραύξοντάς τε αὐτοὺς εἰς τὸ πολλαπλάσιον μέγεθος ἔσται ποτὲ ἀντανισῶσαι τὴν δύναμιν,1 εἰ δὲ τοῦτο, καὶ μείζω ποιῆσαι ἐνούσης γε ἡμῖν τῆς παραυξήσεως, καὶ εἴγε μηδέποτε ὑπολείποι, καὶ ἀπείρῳ μείζω. τί οὖν ἐνταῦθα ὠφελεῖ, εἰ τὸ ἴσον πυρὸς τοῦ ἴσου ἀέρος ἰσχυρότερον; ἔστω γὰρ ἰσχυρότερον καὶ δεκαπλασίῳ· πάντως γάρ τινα ἀριθμὸν δώσεις τῇ τῆς δυνάμεως ὑπερβολῇ. ὁ δὴ χιλιοπλάσιος ὄγκος ὁ τοῦ ἀέρος ἰσοστάσιος ἔσται κατὰ τὴν δύναμιν τῷ πυρί· μείζων οὖν ὁ μυριοπλάσιος, πολλῷ δὲ μείζων ὁ ἑκατοντάκις τοσοῦτος καὶ χιλιάκις, ὁ δὲ ἄπειρος ὑπὲρ πάντα λόγον. φθείρει τοίνυν οὐδὲν ἧττον τὸ πῦρ τὸ πεπερασμένον ὁ ἄπειρος ἀήρ, ὥσπερ ἐξ ἀρχῆς ἐρρέθη· δεῖ γὰρ ἰσάζειν τὰς δυνάμεις τῶν ἐναντίων, εἰ μέλλοι τὸ σύνθετον σῴζεσθαι. τὸ μὲν οὖν ἐξ ἑνὸς διὰ ταῦτα ἀμήχανον. ἐκ πλειόνων δὲ 〈ἢ〉 πάντων ἀμηχανώτερον ἔτι. πῶς γὰρ ἀλλήλοις ὑπολείψει χώραν ἕκαστον αὐτῶν πᾶσαν κατειληφός; τοῦτο δὲ παρῆλθε καὶ ἐπὶ τοῦ ἑνὸς ὑπομνῆσαι.2 εἰ γὰρ ἓν ἄπειρον ἐν τῇ συνθέσει, ποῦ τὰ ἄλλα ἔσται; ὅτι μὲν οὖν οὐχ οἷόν τε ἄπειρον εἶναι 〈σύνθετον〉 σῶμα, ἐκ τούτων δεδείχθω, ὅτι δὲ μηδὲ ἁπλοῦν, οὕτως μάθοιμεν ἄν. ἤτοι γὰρ ἕν τι τῶν στοιχείων ἐστίν, οἷον ἀὴρ ὕδωρ ἢ πῦρ ἤ τις ἑτέρα φύσις ὡς Ἀναξίμανδρος οἴεται. οὗτος γὰρ ἦλθεν ἐπὶ τὴν ὑπόνοιαν ἐξορίσαι τῶν στοιχείων τὸ ἄπειρον, ὅπως μὴ δι’ ἑνὸς ὄντος ἀπείρου τὰ λοιπὰ φθείρηται αὐτῷ ὑπὸ τῆς ἐν τῷ ἀπείρῳ δυνάμεως, ἐπειδὴ ἐν τοῖς στοιχείοις εἴη πρὸς ἄλληλα ἐναντίωσις. ὁ μὲν γὰρ ἀὴρ ψυχρός, τὸ δὲ ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν, ὡς εἴπερ ἦν ἄπειρον ἕν, ἔφθαρτο ἂν ἤδη τὰ ἄλλα. διὰ τοῦτο οὖν ἑτέραν φύσιν τὴν ἄπειρον λέγει, ἐξ ἧς τὰ στοιχεῖά τε καὶ τὰ λοιπά.
一切物体都被表面所限定,而这正是物体的定义,但无限则是无限定的;因此没有任何物体是无限的,既非像数学物体那样的理智物体,亦非像自然物体那样的感觉物体。此外,一切数目都是可数的,无论是在单位本身之中的数目,还是在马或驴之中的数目,而一切可数之物都能够被数尽,无限之物却不能被数尽;因此没有任何数目是无限的。但是,正如我所说的,更应当从自然学的角度来考察。 于是,如果有无限存在,它必然要么是复合的,要么是单纯的,但它既非复合的亦非单纯的;因此[没有任何物体是]无限的。它之所以不是复合的,原因如下——若元素在数目上确实是有限的:因为复合之物要么是由全部无限的元素构成,要么是由一些是无限而另一些不是构成,或者作为极端的例子,由单一元素构成。由此,由单一元素构成是不可能的。为什么?因为每一个自然物体自身之中都具有某种天赋的能力,即热、冷、湿或燥。有限之物的能力是有限的,无限之物的能力则是无限的,而一切无限的能力都大于有限的能力,并且作为大于较小者而言是毁灭性的;因此,如果在复合之物中有一个元素是无限的,它就会毁灭其他元素,并在毁灭它们的能力之后,使该无限不再是复合的,而是单纯的——而这同样是不可能的,接下来将被证明。 然而,对于这一论证人们或许可能提出的一种反驳,我们先予以解决。因为有人可能会说,没有任何东西阻止无限物体在体积分量上极大,但在能力上却劣于有限之物;因为即使有人取大得多的空气体积,而取较少的火的体积,火的能力也会大得多,尽管它在体积上较小。但是,当两个物体都是有限的时候,这可能是真的;而当一个有限另一个不有限时,这就毫无道理了。何以见得?因为即使等体积的空气远弱于火,对于把它们倍增到多倍体积的人来说,总有某一时刻能够使二者的能力达到相等的平衡,若能做到这一点,由于倍增在我们掌握之中,也能使其变得更大,若永远不欠缺的话,甚至能大出无限。那么在这里,等量的火比等量的空气更强,又有什么益处呢?因为不妨设它强出十倍;毕竟你总会给能力的超出赋予某个具体的数目。于是千倍体积的空气在能力上就将与火匹敌;因此万倍体积将更大,其百倍或千倍则大得多,而无限的体积则超乎一切比例。因此,正如最初所说的那样,无限的空气同样会毁灭有限的火;因为如果复合之物要得以保全,对立者之间的能力必须平衡。 于是,由单一元素构成因这些原因是不可能的。而由多个或全部元素构成则更为不可能。因为当它们之中的每一个都占满了全部处所时,又怎能彼此留下处所呢?这一点在讨论单一元素时也疏忽而未曾提及:因为如果在合成之中有一个是无限的,其他元素又将在哪里呢?因此,[复合]物体不可能为无限,由这些论证即可算作证明。 而它何以也不能是单纯的,我们可由下述方式获知:因为它要么是元素之一,如空气、水或火,要么是如阿那克西曼德所设想的某种别的本性。因为他之所以萌生将无限排除在元素之外的设想,正是为了避免因单一元素为无限而导致其余元素在无限所有的能力下被毁灭,因为在各元素之间存在相互的对立。由于空气是冷的,水是湿的,火是热的,以至于只要有一个是无限的,其余的便早已被毁灭了。因此,出于这个缘故,他说无限是另一种本性,诸元素及其他事物均由此本性产生。
- 3.5παραύξοντάς τε αὐτοὺς εἰς τὸ πολλαπλάσιον μέγεθος ἔσται ποτὲ ἀντανισῶσαι τὴν δύναμιν
非人称结构 ἔσται(表可能,“将是可能的”)接不定词 ἀντανισῶσαι,阳性宾格复数分词 παραύξοντας 作为不定词的逻辑主语(指泛指的人称“对于使之倍增的人而言”)。αὐτούς 则是分词所支配的直接宾语。
- 3.5τοῦτο δὲ παρῆλθε καὶ ἐπὶ τοῦ ἑνὸς ὑπομνῆσαι
παρῆλθε 用作非人称动词(“漏掉了/未曾提及”),不定词 ὑπομνῆσαι 作为其主语或说明性补足成分。介词短语 ἐπὶ τοῦ ἑνός 表范围,意为“在单一元素的情形下”。
