← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§83.8-85.1

驳斥作为自存实体的无限与可感觉物体

根据《物理学》第3卷第5章开篇,特米斯蒂乌斯驳斥了毕达哥拉斯学派将无限视为脱离感觉事物的自存实体的观点,揭示了其单纯性与同质性所导致的荒谬后果,并过渡到自然哲学真正的探究对象——即可感觉物体在大小上是否为无限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#1

5. Τούτων οὖν προδιωρισμένων ἐπισκεψώμεθα πρῶτον, εἰ δύναται ἄπειρον εἶναι κεχωρισμένον τουτωνὶ τῶν σωμάτων τῶν αἰσθητῶν αὐτό τι καθ’ αὑτὸ ἄπειρον ὄν, ὁποῖον αὐτὸ οἱ Πυθαγόρειοι λέγουσι. τοῖς οὖν οὕτως αὐτὸ τιθεμένοις ἀνάγκη ποιεῖν τὸ ἄπειρον ἀδιαίρετον· εἰ γὰρ διαιρεθήσεται, ἢ κατὰ μέγεθος ἢ κατὰ πλῆθος διαιρεθήσεται, οὕτως δὲ ἔσται μέγεθος ἢ πλῆθος καὶ ποσόν, οὐκ οὐσία καθ’ αὑτήν. ἔσται ἄρα αὐτοῖς τὸ ἄπειρον ἀδιαίρετον, εἴγε βούλοιντο τὴν ὑπόθεσιν διασῴζειν. εἰ δὲ ἀδιαίρετον, οὐκ ἄπειρον, εἰ μὴ ὡς στιγμὴ τῷ μὴ πεφυκέναι καὶ ὡς ἡ φωνὴ ἀχρωμάτιστος. ἀλλὰ τὸ οὕτως ἄπειρον οὔτε ἐκεῖνοί φασιν οὔτε ἡμεῖς ζητοῦμεν, ἀλλὰ τὸ ὡς ἀδιεξίτητον καὶ ἀτελεύτητον. εἰ δ’ ἄλλῃ φύσει τὸ ἄπειρον ἐροῦσιν συμβεβηκέναι, οὐκέτι ἂν εἴη στοιχεῖον τῶν ὄντων τὸ ἄπειρον, ἀλλ’ ἐκείνη ἡ φύσις, ᾗ συμβέβηκε τὸ ἄπειρον, ὥσπερ οὐδὲ τὸ ἀόρατον στοιχεῖον τῆς διαλέκτου, ἀλλ’ ἡ τῶν γραμμάτων δύναμις, ᾗ συμβέβηκε τὸ ἀόρατον. ἀλλ’ ὡς στοιχείου καὶ ἀρχῆς ἐδεήθησαν τοῦ ἀπείρου. θαυμαστὸν δὲ ἀριθμὸν μὲν καὶ μέγεθος μὴ εἶναι καθ’ αὑτὰ χωριστὰ τῆς οὐσίας, τὸ δὲ τούτοις συμβεβηκός, εἰ ἄρα καὶ συμβέβηκε, (τὸ ἄπειρον λέγω) καθ’ αὑτό τι εἶναι καὶ χωριστόν. ὅλως δὲ ἀμήχανον οὕτως εἶναι τὸ ἄπειρον ὡς ἐνέργειαν καὶ οὐσίαν καὶ ὡς ἀρχήν, ἁπλῆν τινα φύσιν αὐτὸ τοῦτο ἄπειρον μόνον, οὐδὲν ἔχουσαν ὑποκείμενον, οἵαν τὴν ψυχὴν λέγομεν ἢ τὸν νοῦν, ὡς ταὐτὸν εἶναι κατὰ τὸν λόγον τό τε ἀπείρῳ εἶναι καὶ ἄπειρον1 (αὕτη γὰρ ἡ φύσις τῶν ἁπλῶν ἀκριβῶς) μηδὲ τῷ λόγῳ διῃρῆσθαι εἰς πλείονα (ἢ τοῖς συνθέτοις οὐδὲ ὅλως ὑπάρχει· οὐ γὰρ ταὐτὸν λευκόν τε καὶ λευκῷ εἶναι, ἀλλὰ λευκὸν μὲν σῶμα λελευκωμένον, τὸ λευκῷ δὲ εἶναί ἐστιν τὸ χρώματι εἶναι διακριτικῷ ὄψεως)· ἀλλ’, ὅπερ ἔφην, εἰ τοιαύτη φύσις [τὸ ἄπειρον] ἁπλῆ καὶ ἀσύνθετος, ἄπειρος μόνον, πᾶν αὐτῆς μέρος ἄπειρον ἔσται. σκέψαι γὰρ ἐξ ἀρχῆς. τὸ μέρος τῆς τοιαύτης οὐσίας ἢ τὸν αὐτὸν δέξεται λόγον ἢ ἕτερον· ἀλλ’ εἰ μὲν τὸν αὐτόν, ἔσται καὶ τῷ μέρει ταὐτὸν τό τε εἶναι καὶ ἀπείρῳ εἶναι· εἰ δὲ ἕτερον, ἀνομοιομερὲς ἔσται τὸ ἄπειρον, οὐκοῦν οὐδὲ ἁπλοῦν οὐδὲ ἀρχή. εἰ μὲν οὖν τις ἀριθμὸν ἄπειρον λέγει ἢ μέγεθος ἄπειρον, οὐκ ἀκολουθήσει τούτῳ καὶ τὰ μέρη τούτων ἄπειρα ποιεῖν. ὑποτίθησι γὰρ τῷ ἀπείρῳ ἑτέραν φύσιν καὶ οὐδὲν κωλύει τὸ μέρος τὸ τοῦ ἀριθμοῦ ἀριθμὸν μὲν εἶναι, ἄπειρον δὲ μή. οὐ γὰρ ταὐτὸν ἀριθμῷ τε εἶναι καὶ ἀπείρῳ εἶναι. ἀριθμὸς μὲν γάρ ἐστιν τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἄπειρον δὲ ποσὸν ἀδιεξίτητον. ὅστις δὲ οὕτως οὐσίαν τὸ ἄπειρον λέγει, ὡς ἐν τῷ λόγῳ τοῦ ἀπείρου τὸ εἶναι ἔχουσαν, τούτῳ πῶς οὐκ ἂν εἴη καὶ τῶν μερῶν ἕκαστον [οὐχ ὁρῶ] ἄπειρον; ὡς γὰρ τὸ μέρος τοῦ ὕδατος ὕδωρ ἐστίν, ἐπειδὴ τὸν αὐτὸν ἔχει λόγον, οὕτω καὶ τοῦ ἀπείρου τὸ μέρος ἄπειρον. ὁ γὰρ αὐτὸς λόγος ὅλου τε καὶ μέρους, ὡς προειρήκαμεν. πολλὰ οὖν ἄπειρα ἔσται τὸ ἄπειρον, εἴγε πολλὰ μέρη· εἴτε ταύτας φεύγοντες τὰς ἀπορίας ἀδιαίρετον αὐτὸ ποιήσουσι, τοῦτο ἐκεῖνο πάλιν ὑπομένουσι στιγμὴν ὑπολαμβάνειν τὸ ἄπειρον. βούλονται μὲν οὖν, ὅτι λέγουσιν ἄπειρον,2 οἱ Πυθαγόρειοι τὸ ἄπειρον οὐσίαν ποιεῖν, οὐ φυλάττουσι δέ, ἀλλ’ ἀποκλίνουσιν εἰς τὸ συμβεβηκὸς αὐτὸ λέγειν. τὸ γὰρ ἄρτιον ἄπειρον λέγουσιν, ὥστε ἐν ἀριθμῷ τινι τὸ ἄπειρον τιθέασι καὶ μερίζουσι δὲ αὐτό. πλῆθος οὖν, οὐκ οὐσία τὸ ἄπειρον. ἀλλὰ τὸ μὲν εἰ τοιοῦτόν ἐστιν ἄπειρον ζητεῖν οὐδὲν διαφέρει τοῦ ζητεῖν, εἰ νοητόν ἐστιν ἄπειρον (τοιοῦτον γὰρ τὸ ἄνευ ὑποκειμένου) καὶ εἰ δύναται κἀν τοῖς μαθήμασιν εἶναι καὶ ἐν ταῖς ἰδέαις, ἥ τις ἔξω τῆς προκειμένης μεθόδου σκέψις ἐστίν· εἰ δή τοι σῶμα αἰσθητὸν ἄπειρόν ἐστιν κατὰ μέγεθος, ἐπισκεπτέον, ἐπειδὴ κοινῶς τε καὶ φυσικῶς ἐξετάζων καὶ οὕτως ἂν ἐπιχειρήσαις.

5. 在预先对这些事情作出规定之后,我们首先考察,是否可能存在脱离这些可感觉物体的无限,即如毕达哥拉斯学派的人所说的那样,其自身作为自成一体的某种无限而存在。对于这样设定它的人而言,必然把无限设为不可分割的;因为若它被分割,就会要么按大小要么按多数被分割,这样它就将是大小或多数,即某种数量,而非自身存在的实体。因此,若他们想保全其假设,对他们而言无限就将是不可分割的。但若不可分割,它就不是无限,除非像点那样因本性上不能[被分割]而是无限的,以及像声音是没有颜色的那样。然而他们所说的不是这种无限,我们所探求的也不是这种无限,而是作为不可穿越和没有终点的无限。另一方面,若他们说无限是偶属于另一本性的,无限就将不再是存在之物的元素,而是无限所偶属于的那种本性才是元素,正像不可见之物并不是言语的元素,而是不可见性所偶属于的字母之能力才是元素。但他们需要的是作为元素和本原的无限。此外,令人惊异的是,数目和大小本身并不脱离实体而独立存在,而偶属于它们的东西(我说的是无限),若真的偶属的话,却自成一体且独立存在。总之,无限绝不可能以现实性、实体和本原的方式存在,作为某种单纯的本性,自身仅仅是无限,没有任何底层基体,如同我们所说的灵魂或理智那样,以至于在定义中“无限之所是”与“无限”是同一的(因为这正是严格意义上单纯之物的本性),甚至在定义上也不被分割为多个(或者这在复合之物中根本不存在;因为“白之物”与“白之所是”并非同一,“白之物”是被变白了的物体,而“白之所是”则是作为分辨视觉的颜色之存在);但是,正如我所说的,如果这样一种本性[无限]是单纯且无复合的,仅仅是无限,那么它的每一个部分都将是无限的。因为从头来考察吧:这样一种实体的部分要么接受相同的定义,要么接受不同的定义。但如果接受相同的定义,对部分而言“存在”与“无限之所是”也将是同一的;若接受不同的定义,无限就将是不同质的,从而既非单纯的,亦非本原。因此,如果有人说数目是无限的或大小是无限的,对他而言并不会随之得出把它们的部分也设为无限的结论。因为他是把另一种本性假定为无限的基体,并且没有任何东西阻止数目的部分是数目却不是无限的。因为“数目之所是”与“无限之所是”并不是同一的;因为数目是由单位组成的多数,而无限则是不可穿越的数量。但对于将无限这样说成实体的人,即认为无限在其定义中拥有其存在的人,各部分之中的每一部分怎会不是无限的呢[我看不出来]?因为正如水的部分由于拥有相同的定义而是水,同样无限的部分也是无限。因为正如我们之前所言,整体和部分的定义是同一的。因此,如果真有许多部分,无限就将是许多个无限;或者如果他们为了逃避这些疑难而将其设为不可分割的,他们就将再次承受那个熟知的把无限设想为点的后果。于是,毕达哥拉斯学派的人虽然想要把凡是他们称为无限的东西都设为实体,却未能坚持这一点,而是偏向于将其称为偶性。因为他们说偶数是无限的,以至于他们把无限置于某种数目之中,并且分割它。因此无限是多数,而非实体。然而,探求是否存在这样的无限,与探求是否存在理智的无限(因为没有基体之物即是此类),以及它是否能存在于数学对象和相之中毫无二致,而这是处于当前方法之外的考察;究竟可感觉的物体在大小上是否是无限的,这才是必须考察的,因为无论以普遍的方式还是以自然学的方式进行审视,人们都可以这样展开探讨。

语法注2 条
  1. 3.5τό τε ἀπείρῳ εἶναι καὶ ἄπειρον

    “τό + 与格 + εἶναι”是亚里士多德学派表示本质或定义的标准结构(“……之所是”)。在此它表明,在单纯的实体中,“无限之所是”(τό ἀπείρῳ εἶναι)与“无限”(ἄπειρον)在定义上必须是同一的。

  2. 3.5ὅτι λέγουσιν ἄπειρον

    这里的 ὅτι 起着不定关系代词 ὅ τι(“凡是他们称为无限之物”)的作用,构成整个短语的宾语从句“(毕达哥拉斯学派想要)把凡是他们称为无限的东西(都设为实体)”,而非连词“即/因为”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:83.8-85.1