- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:81.11-83.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯阐明了前人将无限视为本原的理由以及支持无限存在的五条依据(时间、分割、生成的无尽性、界限的相对性以及思维的无限定性),探讨了无限虚空与无限物体的关系,揭示了确立与否定无限各自面临的疑难,并对“无限”的多种含义进行了区分。
τούτοις μὲν οὖν ταῦτα ἀκολουθεῖ. Εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασιν οἱ τιθέμενοι. εἰ γὰρ ἔστιν, ὅλως οὐδὲν ἄλλο ἐστίν· οὔτε γὰρ ἐξ ἀρχῆς· ποίας γάρ; εἶδος μὲν γὰρ ἄπειρον οὐκ ἔστιν, ὕλης δὲ οὐδέποτε πλέον τὸ ἐξ αὐτῆς. ἀλλ’ οὐδὲ μάτην, τί γὰρ ἄλλο ἕνεκά του λοιπόν, εἰ τοῦτο μάτην; εὐλόγως δὲ καὶ ἄφθαρτον καὶ ἀγένητον. εἴτε γὰρ γέγονέ ποτε, ἀρχὴν ἔσχε τὴν κατὰ μέγεθος· οὐ γὰρ δὴ ἁθρόον ἐφάνη, καθάπερ τὰ ἀλλοιούμενα· εἴτε φθαρήσεταί ποτε, πέρας ἕξει τι κατὰ μέγεθος εἰς ὃ ἡ φθορὰ ἀπολήξει. διὰ τοῦτο ἀρχὴν τὸ ἄπειρον καὶ ἀΐδιον καὶ περιέχειν αὐτὸ πάντα φασὶ καὶ κυβερνᾶν καὶ τοῦτό γε εἶναι τὸ θεῖον Ἀναξίμανδρός τε καὶ ἄλλοι τινὲς διατείνονται, ὅσοι μὴ νοῦν ἢ φιλίαν ἢ ἑτέραν τινὰ ποιητικὴν αἰτίαν ἐφιστᾶσι τοῖς γινομένοις. ὅτι μὲν οὖν ἀναγκαῖος ὁ λόγος τῷ φυσικῷ, ταῦτα ἀποχρώντως διδάσκει. Λέγομεν δὲ ἑξῆς εἰ ἔστι, καὶ πρῶτόν γε ἐκ πόσων ἂν δόξειεν εἶναι. συμβαίνει δὲ ἐκ πέντε μάλιστα σκοποῦσι, πρῶτον μὲν ἐκ τοῦ χρόνου· οὗτος γὰρ ἄπειρος. δεύτερον δὲ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως· χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ ὡς ἀρχῇ καὶ ὑποθέσει. τρίτον ὅτι οὕτως ἂν μόνως ἀνεπίλειπτος ἡ γένεσις εἴη, εἰ ἐξ ἀπείρου ποθὲν χορηγοῖτο, ὅθεν ἀφαιρεῖται τὸ γινόμενον. τέταρτον ᾧ καὶ τῶν ὑστέρων τινὲς κατεχρήσαντο, ὅτι τὸ πεπερασμένον πρός τι περαίνειν ἀνάγκη, ὥστε μηδὲν εἶναι τὸ πέρας, εἰ τὸ λαμβανόμενον ἀεὶ πρὸς ἕτερον περατοῦται. πέμπτον ὃ καὶ τοῖς προειρημένοις παρέχει τὴν πιθανότητα τὸ τὴν νόησιν ἡμῶν μὴ προσίεσθαι πέρας καὶ τέλος, ἀλλ’ ἀεὶ τοῦ νοουμένου πλέον τι προσφαντάζεσθαι· διὰ γὰρ τοῦτο καὶ τὸν ἀριθμὸν ἄπειρον ὑπολαμβάνομεν καὶ τὴν τῶν σωμάτων τομὴν καὶ τὸ ἔξω τοῦ οὐρανοῦ· οὐ γὰρ ἔχει στάσιν ἡ φαντασία, ἀλλ’ ὅταν ὑπερβῇ τὸν οὐρανόν, ζητεῖ κενὸν ἄπειρον ἔξωθεν ἢ σῶμα, μᾶλλον δὲ σῶμα· καὶ γὰρ εἰ κενὸν ἄπειρον εἴη, ἀκολουθεῖ τὸ καὶ σῶμα ἄπειρον εἶναι· εἰ γὰρ κενόν ἐστιν ὃ δύναται δέξασθαι σῶμα, τὸ ἄπειρον κενὸν ἄπειρον ἂν δέξαιτο σῶμα, ὥστε καὶ δέδεικται ἤδη. οὐ γὰρ ἐπειδὴ δύναται δέξασθαι, ἐνδέχεται αὐτὸ καὶ μὴ δέξασθαι· τοῦτο γὰρ ἐπὶ τῶν φθαρτῶν ἐγχωρεῖ, καὶ τὸ ἐνδεχόμενον οὐ πάντως ἂν γένοιτο ἐξ ἀνάγκης προαπολλυμένου πολλάκις ᾧ ὑπάρξαι εἶχεν ἐπιτηδείως,1 ἐφ’ ὧν δὲ οὐδὲ περιώρισται τὸ εἶναι ὑπὸ τοῦ χρόνου ἀλλ’ ἔστιν ἀεί, δεῖ γενέσθαι ποτὲ ἐξ ἀνάγκης τὸ ἐνδεχόμενον, ὡς εἰ μηδέποτε γένοιτο, οὐδ’ ἐνδεχόμενον ἔτι, διόπερ οὐδὲ κυρίως ἐπὶ τῶν ἀιδίων τὸ ἐνδεχόμενον· οὐ γὰρ ἔχει τὴν ἐπ’ ἄμφω ῥοπήν, ἀλλ’ ἐξ ἀνάγκης ἔσται ποτέ, μᾶλλον δ’ ἔστιν ἐξ ἀνάγκης. τὸ γὰρ ἐνδέχεσθαι ἐπὶ τούτων τοῦ εἶναι οὐδὲν διαφέρει· οὐ γὰρ ἔχει τὸ ἄλλο τε ἄλλως, ὥστε εἰ ἄπειρον κενόν, ἄπειρον καὶ σῶμα. ἀμέλει καὶ λέγουσιν οὕτως ἀπείρους εἶναι τοὺς κόσμους καὶ πανταχοῦ εἶναι τοῦ κενοῦ, τί γὰρ μᾶλλον ἐνταῦθα; ὥσπερ εἴπερ ἐνταῦθα,καὶ πολλαχοῦ. ἔχει δὲ ὄντως ἀπορίαν ἡ τοῦ ἀπείρου θεωρία· καὶ γὰρ μὴ εἶναι τιθεμένοις αὐτὸ πολλὰ ἄτοπα ἀκολουθεῖ· ἀναιρεῖται γὰρ τὰ μαθήματα, ἀναιρεῖται ἡ αὔξησις τοῦ ἀριθμοῦ, ἀναιρεῖται ἡ αὔξησις τοῦ χρόνου. ταῦτα δὲ ὁ κινῶν οὐ τῶν κρασπέδων ἅπτεται τῆς φύσεως, ἀλλ’ αὐτοῦ τοῦ κόσμου τὴν ἀφθορίαν διασαλεύει· οὐ γὰρ δὴ σῳζομένου τοῦ οὐρανοῦ κωλυθήσεται ἐπ’ ἄπειρον αὔξεσθαι χρόνος. ταῦτα μὲν οὖν ἀναιροῦσι, τιθεμένοις δὲ ἕτερα ἀπορώτερα, ὡς ἔσται δῆλον προϊούσης τῆς ζητήσεως. ἄξιον οὖν ἐπισκέψασθαι εἴτε ἔστιν εἴτε μὴ καὶ πῶς ἐστιν, εἰ ἔστιν· ἆρα ὡς οὐσία τις ἢ ὡς συμβεβηκὸς καθ’ αὑτὸ φύσει τινὶ ἢ ἕτερον τρόπον; μάλιστα δὲ φυσικοῦ ἐπισκέψασθαι, εἰ ἔστιν αἰσθητὸν μέγεθος ἄπειρον. Ἀρχὴ δὲ οἰκειοτάτη διελεῖν πρῶτον, ποσαχῶς τὸ ἄπειρον λέγεται. λέγεται τοίνυν ἄπειρον· ἕνα μὲν τρόπον τὸ μηδὲ ὅλως ποσὸν τῷ μὴ πεφυκέναι διεξοδεύεσθαι, ὡς καὶ τὴν φωνὴν ἀόρατον λέγομεν ἐν τῷ μὴ πεφυκέναι ὁρᾶσθαι· οὕτως ἡ στιγμὴ ἄπειρος καὶ ἡ ποιότης, ὅτι μηδὲ ὅλως ποσά. ἄλλον δὲ τὸ διέξοδον ἔχον ἀτελεύτητον ἐφ’ ὃ μάλιστα καταφερόμεθα σημαινόμενον. ἄλλον δὲ τὸ μόλις καὶ χαλεπῶς· οὕτως ἄπειρος ἡ ὁδὸς μακρά. ἄλλον δέ, ὃ τῇ μὲν αὐτοῦ φύσει διεξίτητόν ἐστιν καὶ ὥρισται τῷ μεγέθει, ἡμῖν δὲ ἀδύνατος ἡ διέξοδος· οὕτως ἄπειρον τὸ βάθος τοῦ πελάγους. ἄλλον δὲ τῇ ἀεὶ προσθέσει, ὡς ἀριθμός. ἄλλον δὲ τῇ ἀεὶ ἀφαιρέσει, ὡς τὸ συνεχές. καὶ ἀμφοτέρως· τεμνομένου γὰρ τῷ μὲν ἀεὶ προστίθεται μέρει, τοῦ δὲ ἀφαιρεῖται.2
对他们而言,便得出这些结论。而那些确立无限的人理所当然地将其作为本原;因为如果它存在,它全然不是别的任何东西。因为既不是出于某种本原——究竟会出于何种本原呢?因为既不存在无限的形式,而出于质料之物也绝不会多于其质料。但它也不是徒然存在的;如果这是徒然的,还有什么其他事物是为了某个目的而存在的呢?而且理所当然地,它既是不灭的,也是非生成的。因为如果它曾经生成,它在大小上就必定有过起点(因为它绝不是像发生性质变化的事物那样一下子显现的);如果它何时将要毁灭,它在大小上就会有毁灭所终止的某种界限。因此,阿那克西曼德以及某些其他人——凡未将理智或友爱或某种其他动力因指派给生成之物的人——都坚称无限是本原且是永恒的,它包罗万物并统摄万物,且这便是神圣之物。因此,这些事情充分表明,该论述对于自然哲学家而言是必然的。 我们接着讨论它是否存在,首先讨论根据多少条理由会认为它是存在的。对于考察者而言,主要根据五条理由得出结论:第一,出自时间;因为时间是无限的。第二,出自大小中的分割;因为数学家们也将无限作为本原和假设来使用。第三,因为唯有如此,生成才是不会断绝的,若它是从生成之物所取自的某个无限源泉中获得供给的话。第四,这也是较后的一些人滥用的一条理由,即有限之物必然相对于某物受到限定,以至于如果被设想之物总是相对于另一物受到限定,界限就根本不存在了。第五,这也是给予前述诸理由以合理性的,即我们的思维不接受界限和终点,而是始终在被思想之物以外想象出更多;正是因此,我们认为数目是无限的,物体的分割以及天之外的事物也是无限的;因为想象没有止境,当它跨越天宇时,就在外寻求无限的虚空或物体,更确切地说是物体;因为若存在无限的虚空,就会得出亦存在无限的物体;因为虚空若即是能够容纳物体之物,无限的虚空就会容纳无限的物体,以至于它已经得到显明[已被容纳]。因为并非由于它能够容纳,就允许它不容纳;因为这在可毁灭之物中是成立的,而可能之物不一定必然会发生,因为适合承载它的主体往往先行毁灭了;但在那些其存在甚至不受时间限制而是始终存在的事物中,可能之物必然在某个时刻生成,若它从未生成,它甚至就不再是可能的;因此,在永恒之物中甚至没有严格意义上的可能之物。因为它不具有朝向两方面的倾向,而是必然在某个时刻存在,更确切地说是必然存在。因为在这些事物中,可能性与存在毫无二致;因为它们不具有以不同方式存在的情形,所以若有无限的虚空,亦有无限的物体。当然,他们亦这样说诸世界是无限的且在虚空中无处不在;因为为何偏偏在这里?正如若在这里,同样在许多地方亦然。 然而,对无限的考察确实存在疑难。因为对于假定它不存在的人而言,会得出许多荒谬的结论:数学被取消了,数目的增加被取消了,时间的增加被取消了。而动摇这些的人,触及的不仅是自然的边缘,而是动摇了宇宙本身的不可毁灭性;因为只要天得以保全,时间绝不会被阻止增加至无限。因此,他们取消了这些东西;然而对于确立无限的人,则会出现其他更为棘手的疑难,这随着探究的深入将会变得明了。因此,值得考察它是否存在,若存在,它又是如何存在的:究竟是作为某种实体,还是作为固有地属于某种本性的偶性,抑或以其他方式?而考察是否存在无限的可感觉大小,最属于自然哲学家的职责。 最恰当的出发点是首先区分无限有多少种言说方式。于是无限被言说为:一种方式是由于在本性上不能被穿越而根本不是数量,正如我们说声音由于在本性上不可见而是不可见的;这样,点和性质是无限的,因为它们根本不是数量。另一种方式是具有没有终点的路径,这也是我们最常倾向的含义。另一种方式是勉强且困难地[被穿越];这样,漫长的道路是无限的。另一种方式是就其自身本性而言是可以穿越且在大小上是有界的,但对我们而言穿越是不可能的;这样,海洋的深度是无限的。另一种方式是借由不断增加,正如数目。另一种方式是借由不断削减,正如连续体。再一种方式是兼具两者:因为在被分割时,总是向一个部分增加,而从另一个部分削减。
- 3.4προαπολλυμένου πολλάκις ᾧ ὑπάρξαι εἶχεν ἐπιτηδείως
属格独立结构。προαπολλυμένου 的逻辑主语是先行词所指的暗含主体,与格关系代词 ᾧ 指向该主体(“对它而言原本适宜于内在于其中”)。εἶχεν ἐπιτηδείως ὑπάρξαι 表示[可能之物]具备内在于其中的适宜性。此处用以说明在可灭之物中,由于潜能所依附的主体往往先行毁灭,故可能发生者未必必然会实现。
- 3.4τοῦ δὲ ἀφαιρεῖται
与前句 τῷ μὲν ἀεὶ προστίθεται μέρει(“向一个部分增加”)相对称。τοῦ δὲ 补充省略的 μέρους,充当表示分离或部分格的属格;动词 ἀφαιρεῖται 为被动或无人称用法,意为“从另一个[部分]被削减/削减出来”。
