- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:79.13-81.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯转述了《物理学》卷三第四章的开篇,阐明自然学既然探讨大小、运动与时间,就必须对无限进行考察,并概括比较了毕达哥拉斯学派、柏拉图以及阿那克萨戈拉、德谟克利特等自然哲学家如何将无限确立为独立实体或实体之偶性的诸种学说。
4. Ἐπεὶ δέ ἐστιν ἡ περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη καὶ κίνησιν καὶ χρόνον, τούτων δὲ ἕκαστον ἀναγκαῖον ἢ πεπερασμένον ἢ ἄπειρον εἶναι (οὐ γὰρ ὡς πάθος ἢ στιγμὴ ταῦτα λέγεται),1 ἀκόλουθον ἂν καὶ περὶ ἀπείρου ποιήσασθαι λόγον,2 εἰ ἔστιν ἢ μὴ καί, εἰ ἔστι, τί ἐστιν. σημεῖον δὲ ὅτι ταύτης τῆς ἐπιστήμης οἰκεία ἡ θεωρία· ἅπαντες γὰρ ὅσοι τῆς τοιαύτης ἥψαντο φιλοσοφίας ἀξίως λόγου, εἰρήκασί τι περὶ ἀπείρου καὶ πολλοί γε αὐτὸ καὶ ὡς ἀρχὴν ἀπεσέμνυναν. οἱ μὲν οὖν Πυθαγόρειοι καὶ Πλάτων ὡς οὐσίαν τινὰ καὶ φύσιν καθ’ ἑαυτὴν οὕτως ἀρχὴν ποιοῦσι τὸ ἄπειρον, οὐ γῆν ἄπειρον ἢ ὕδωρ ἢ ἄλλο τι σῶμα λέγοντες, ἀλλ’ αὐτήν τινα φύσιν ἄπειρον οὐσιωμένην ἐν τῷ ἀπείρῳ,3 διαφέρονται δὲ ἀλλήλοις ὅμως κατὰ πολλά. οἱ μὲν γὰρ Πυθαγόρειοι τὸν ἀριθμὸν τὸ ἄπειρον λέγουσιν, ἀριθμὸν δὲ οὐ χωριστὸν οὐδὲ ἀσώματον, ἀλλὰ ὡς ἀρχὴ τῶν αἰσθητῶν ἔστι κατ’ ἐκείνους. πάντα γὰρ ἐκ τῶν ἀριθμῶν παράγουσι τὰ αἰσθητά, κἀντεῦθεν τῷ ἀριθμῷ δὲ πάντ’ ἐπέοικε καὶ ἡ πηγὴ τῆς φύσεως ἡ τετρακτύς, εἶναι δέ τι καὶ ἔξω τοῦ οὐρανοῦ προστερατεύονται ἄπειρον οὔτε ὁποῖον οὔτ’ εἰς ὅ τι χρήσιμον διορίζοντες· Πλάτων δὲ ἔξω μὲν τοῦ οὐρανοῦ οὔτε σῶμα οὐδὲν οὔτε ἀσώματον ὑπολαμβάνει· οὔτε γὰρ τὰς ἰδέας ἔξω τίθησι τοῦ οὐρανοῦ· οὔτε γὰρ ὅλως ἐν τόπῳ, τὸ μέντοι ἄπειρον οὐ μόνον ἐν τοῖς αἰσθητοῖς ὡς ἐκεῖνοι, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς εἶναι ἀρχήν· ἀρχὴ μὲν γὰρ ὁ ἀριθμὸς αὐτῷ καὶ αἰσθητῶν καὶ νοητῶν· ποιεῖ δὲ τὰς ἰδέας ἀριθμούς· ἀρχὴ δὲ ἀριθμοῦ δυάς, δυάδος δ’ αὖθις ἀρχαὶ τὸ μέγα καὶ τὸ μικρόν, καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, καὶ πλῆθος καὶ ὀλιγότης, καὶ ὑπεροχὴ καὶ ἔλλειψις, οἷς ἅπασι τὸ ἄπειρον εὐθὺς ἐμφαίνεται καὶ τὸ ἀτερμάτιστον καὶ ἀόριστον κατά γε τὰς τῶν σωμάτων τομὰς καὶ τὴν αὔξησιν τῶν ἀριθμῶν. διαφέρονται δὲ καὶ ταύτῃ πρὸς τὸν Πλάτωνα οἱ Πυθαγόρειοι, οἳ τὸν ἀριθμὸν οὐχ ἅπαντα ἄπειρον λέγουσιν, ἀλλὰ τὸν ἄρτιον μόνον· τοῦτον γὰρ εἶναι τῆς εἰς τὰ ἴσα τομῆς αἴτιον ὅτι ἄπειρος. καὶ τὸ μὲν αὐτοῦ φύσει γεννητικὸν ἀπειρίας τὸ ἄρτιον εἶναι ἐν οἷς ἂν ὑπάρξῃ, περαίνεσθαι δὲ ὑπὸ τοῦ περιττοῦ· τοῦτον γὰρ κωλύειν τὴν εἰς ἴσα διαίρεσιν προστιθέμενον τῷ ἀρτίῳ. φέρουσι δὲ καὶ ἄλλο σημεῖον τοῦ πέρατος μὲν εἶναι αἴτιον τὸν περιττόν, ἀπειρίας δὲ τὸν ἄρτιον· λαβόντες γὰρ μονάδα τοὺς ἐφεξῆς αὐτῇ περισσοὺς ἐπισυντιθέασι χωρὶς ἕκαστον, οἷον γ̅ καὶ ε̅ καὶ ζ̅ καὶ θ̅. καὶ ἑκάστη τοίνυν τούτων ἐπισύνθεσις τὸ συναγόμενον ἀεὶ τετράγωνον διαφύλαττει δ̅ θ̅ ις καὶ κε. διὰ τοῦτο γνώμονας καλοῦσιν οἱ ἀριθμητικοὶ τοὺς περιττούς, ὅτι φυλάττουσι τὸ εἶδος τοῦ τετραγώνου οἱ ἐφεξῆς τοῖς πρώτοις περιτιθέμενοι ὥσπερ οἱ γραμμικοί. πάντως δὲ ὅ τι πότ’ ἐστι γνώμων, ἐν γεωμετρίᾳ γινώσκεις· οὐ γὰρ ἀμαθέσι παντελῶς ταῦτα συγγράφεται. οὕτω μὲν οὖν οἱ περιττοὶ φυλακτικοὶ τοῦ εἴδους εἰσὶ καὶ τὸ ἓν τηροῦσιν, οἱ δὲ ἄρτιοι προστιθέμενοι τῇ μονάδι κατὰ τοὺς ἐφεξῆς ἀεί τι καινὸν εἶδος ποιοῦσι καὶ ἡ διαφορὰ πρόεισιν εἰς ἄπειρον τρίγωνον, εἶτα ἑπτάγωνον, εἶθ’ ὅ τι καὶ τύχοι. οὕτως οὖν τοῖς Πυθαγορείοις ὁ ἄρτιος μόνος ἀριθμὸς ἄπειρος γίνεται. Πλάτων δὲ δύο ποιεῖ τὰ ἄπειρα τὸ μέγα καὶ τὸ μικρόν· ἄμφω γὰρ ἐπ’ ἄπειρον ἐν τῇ τῶν σωμάτων τομῇ τὸ μὲν καθαιρεῖται, τὸ δὲ αὔξεται. τῶν δὲ φυσικῶν οἱ περὶ ἀπείρου διαλεχθέντες συμβεβηκὸς ποιοῦσιν τὸ ἄπειρον ἑτέρᾳ φύσει, ταύτην δὲ ἢ πῦρ ἢ ἀέρα ἢ μῖγμα τούτων ὑπολαμβάνουσι, διαφερόμενοι δὲ πρὸς ἀλλήλους ἐν ταῖς ἀρχαῖς εἰς μίαν ἅπαντες δόξαν συναπαρτίζουσι περὶ τῆς θέσεως τοῦ ἀπείρου. τῷ μεγέθει γὰρ πάντες τὸ πᾶν ἄπειρον ποιοῦσιν, οἱ μὲν μίαν τὴν ἀρχὴν ὑποτιθέμενοι καὶ ταύτην ἄπειρον καὶ πάνυ σαφῶς, οἱ δὲ πλείους μέν, οὐ πεπερασμένας δὲ τῷ ἀριθμῷ ἀλλ’ ἀπείρους, καθάπερ Ἀναξαγόρας τε καὶ Δημόκριτος ὁ μὲν κατὰ τὰς ὁμοιομερείας, ὁ δὲ κατὰ τὰ σχήματα. † τοιούτοις δὲ ἀκολουθεῖ καὶ αὐτὸς Δημόκριτος ἄρχεσθαι μὲν ἐκ τοῦ κατ’ ἀριθμὸν ἀπείρου, τελευτᾶν δὲ εἰς τὸ κατὰ μέγεθος ἄπειρον.4 τῇ γὰρ τῶν ἀπείρων κατὰ τὸ πλῆθος πρὸς ἄλληλα ἁφῇ καὶ συνθέσει τὸ πᾶν ἐξ αὐτῶν ἄπειρον γίνεται κατὰ μέγεθος, ἐπεὶ ὅσοι πλείους μὲν τὰς ἀρχάς, πεπερασμένας δὲ τίθενται, οὐδεμίαν χώραν τῷ ἀπείρῳ καταλείπουσιν οὔτε ἐν ταῖς ἀρχαῖς (πῶς γὰρ ἅμα τε τρεῖς ἢ τέτταρες καὶ μία ἄπειρος ἢ δύο ἢ πόσαι;) οὔτε μετὰ τὰς ἀρχάς· τὸ γὰρ ἐκ πεπερασμένων καὶ πλήθει καὶ μεγέθει πεπερασμένον.
4. 既然关于自然的科学是关涉大小、运动和时间的,而这些之中的每一项都必然要么是有限的,要么是无限的(因为这些并非如同情状或点那样被言说的),那么探讨关于无限的事情,它是否存在,以及若存在,它是什么,也就是顺理成章的了。并且有证据表明这种考察正属于这门科学:因为凡是以值得称道的方式涉猎此类哲学的人,都谈及了某种关于无限的事情,并且许多人甚至将其作为本原予以尊崇。于是,毕达哥拉斯学派的人和柏拉图便以这种方式将无限作为某种实体和自立的本性而当作本原,他们并非说无限的土或水或某种别的物体,而是说本身就是无限的某种在无限之中实体化的本性;然而他们在许多方面彼此存在分歧。因为毕达哥拉斯学派的人称数目是无限,但并非分离的或非物体的数目,而是照他们看来是作为可感觉事物的本原。因为他们从数目中推导出所有可感觉的事物,并由此得出“万物皆似数”,且自然的泉源乃是四位元;他们还神异化地断言在天之外存在某种无限之物,却既未限定它为何种之物,亦未限定它有何用处。而柏拉图则认为在天之外既无任何物体,亦无任何非物体之物;因为他并未将相置于天之外(因为相根本不在处所之中);然而他认为,无限不仅如他们所认为的那样存在于可感觉事物之中,而且作为本原亦存在于可知事物之中。因为对他而言,数目乃是可感觉事物与可知事物两者的本原;他将相作为数目;而数目的本原是二性,二性的本原反过来又是大与小、成倍与一半、多数与少数、过度与不及,在所有这些之中,至少依照物体的分割与数目的增加,无限以及无界与不定便立即显现出来。毕达哥拉斯学派的人在这一点上也与柏拉图相异:他们不是说所有的数都是无限的,而唯独说偶数是无限的;因为他们说偶数正因为是无限的,才是等分的原因。而且本身在本性上产生无限的乃是在其所存在的一切之中的偶数,却被奇数所限定;因为奇数被加到偶数上时,阻碍了等分。他们还引出另一个证据,证明奇数是界限的原因,而偶数是无限的原因:因为他们取一个单元,将接续它的奇数各自单独相加,例如γ̅、ε̅、ζ̅、θ̅。于是,这些相加中的每一次都将所得的总和始终保持为正方形,如δ̅、θ̅、ις和κε。算术家们因此称奇数为磬折形,因为它们接续着前面的数放置在周围,如同几何学中的磬折形一样保持着正方形的形式。无论如何,磬折形究竟是什么,你在几何学中是知晓的;因为这些著作并非完全是为无知之辈而写的。因此,奇数乃是形式的保持者并守护着一,而接续着加到单元上的偶数则总是造成某种新的形式,其差异进行至无限:三角形,继而是七边形,然后是任何可能碰巧的形式。于是,对于毕达哥拉斯学派而言,唯独偶数成为无限。柏拉图则将无限立为两个:大与小;因为在物体的分割中,两者都走向无限,其一被削减,其一被增加。而在自然哲学家中,凡论述无限的人都将无限作为另一种本性的偶性,并且他们认为这种本性要么是火,要么是气,要么是这些的混合物;他们在各自的本原上虽互有分歧,但在确立无限这一点上却全都归结为同一种主张。因为他们全都使万物在大小上成为无限,有人假定本原是单一的,且极其明确地是无限的,有人则假定本原是多数的,在数目上不是有限的而是无限的,正如阿那克萨戈拉与德谟克利特那样,前者依据同质部分,后者依据形状。德谟克利特本人也遵循这样一些主张,从数目上的无限出发,而告终于大小上的无限。因为借由在数量上无限者彼此的接触与组合,由它们构成的万物在大小上成为无限;因为凡是将本原设定为多数但有限的人,无论在诸本原之中(因为怎能同时有三个或四个本原,而其中一个是无限的,或两个是无限的,或几个是无限的?),还是在诸本原之后,都不给无限留下任何立足之地;因为由在数量与大小上皆有限的事物所生成之物必定是有限的。
- 3.4οὐ γὰρ ὡς πάθος ἢ στιγμὴ ταῦτα λέγεται
ταῦτα(“这些”,即大小、运动、时间)为主语。该小句解释了为何它们各自非有限即无限:因为它们并不像点那样不可分割,也不像情状那样自身不可量化。
- 3.4ἀκόλουθον ἂν καὶ περὶ ἀπείρου ποιήσασθαι λόγον
在 ἀκόλουθον ἄν 之后省略了系动词 εἴη,构成用作归结分句的潜势祈愿语气。主语是不定词短语 καὶ περὶ ἀπείρου ποιήσασθαι λόγον。
- 3.4αὐτήν τινα φύσιν ἄπειρον οὐσιωμένην ἐν τῷ ἀπείρῳ
整个宾格短语充当 λέγοντες 的宾语。αὐτήν τινα φύσιν ἄπειρον 意为“本身即是无限的某种本性”,分词 οὐσιωμένην 修饰 φύσιν,表示“在无限之中被赋予实体/实体化”。
- 3.4† τοιούτοις δὲ ἀκολουθεῖ καὶ αὐτὸς Δημόκριτος ἄρχεσθαι μὲν ἐκ τοῦ κατ’ ἀριθμὸν ἀπείρου, τελευτᾶν δὲ εἰς τὸ κατὰ μέγεθος ἄπειρον
此句在底本中带有校勘十字符(†)。在句法上,不定词短语 ἄρχεσθαι μὲν ... τελευτᾶν δὲ ... 与 καὶ αὐτὸς Δημόκριτος 共同表述德谟克利特自身的遵循与走向,即德谟克利特本人也依从这类主张,从数目上的无限出发,最终落实在大小上的无限。
