- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:77.26-79.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌通过指出运动在推动者与被运动者之间在底层主体上为一而在定义上为二来化解疑难,以教与学为例进行说明,并总结了运动的诸定义。
ποῦ δὲ ἔσται ἡ μία αὕτη ἐνέργεια; κατὰ μὲν γὰρ τὸν ὁρισμὸν ἐν τῷ κινουμένῳ· ἡ γὰρ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ἦν. καὶ τοῦτο ἄτοπον τὸ τὴν τοῦ ποιοῦντος ἐνέργειαν μὴ ἐν τῷ ποιοῦντι εἶναι.1 οὐδὲν οὖν ὁ λόγος εὐπορώτερον ἀπαλλάττει μίαν ὑποθέμενος εἶναι τὴν ἀμφοτέρων ἐνέργειαν, ὥστε εἰ μήτε ἕτεραι μήτε μία, τάχα ἂν καὶ μία καὶ ἕτεραι. οὕτω δὲ καὶ ἐξ ἀρχῆς ἐλέγετο, ὅτι μία μὲν τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ διαφέρουσαι, καὶ οὐδὲν ἄτοπον ὑπομένουσιν. οὔτε γὰρ ἀποτμηθήσεται ἡ τοῦ κινοῦντος ἐνέργεια μία οὖσα κατὰ τὸ ὑποκείμενον ἐν ἀμφοτέροις καὶ γινομένη ἐν τῷ κινουμένῳ, ὥσπερ καὶ ἐκ τῆς ἐναργείας ὁρῶμεν· τοῦ γὰρ διδάσκοντος κινουμένου πρὸς τὸν μανθάνοντα οὐκ ἀποτεμνομένη ἡ δίδαξις τοῦ διδάσκοντος γίνεται ἐν τῷ μανθάνοντι, ὥστε τὸν μὲν ἀνενέργητον εἶναι, τὸν μανθάνοντα δὲ ἐνεργεῖν μόνον, ἀλλὰ τοῦ διδάσκοντος παρόντος καὶ ἐνεργοῦντος τοσοῦτον ἐνεργεῖν καὶ ποιεῖν τοῦτο ὃ πάσχει ὁ μανθάνων, οὕτως ἡ τοῦ μανθάνοντος ἐνέργεια γίνεται.2 οὐδὲν δὲ κωλύει μίαν εἶναι τὴν ἐνέργειαν τῶν διαφόρων κατ’ εἶδος κινήσεων ποιήσεως καὶ παθήσεως. κατὰ γὰρ τὸ ὑποκείμενον μόνον ἔσονται μία, ὅτιπερ ἕν εἰσιν ἄμφω· ταὐτὸν γὰρ καὶ ἓν τὸ θεώρημα, ὃ διδάσκει ὁ διδάσκων καὶ ὃ μανθάνει ὁ μανθάνων, καὶ ἡ δίδαξις οὐκ ἄλλο τί ἐστιν ἢ τὸ ἐκ τοῦ διδάσκειν καὶ μανθάνειν γινόμενον. ὁμοίως δὲ καὶ ἡ μάθησις. ἀλλὰ ταῦτα ὡς ἔφαμεν τῷ μὲν ὑποκειμένῳ ταὐτόν, οὐ ταὐτὸν δὲ τῷ λόγῳ· ἀλλὰ δίδαξις μὲν ἐπιστήμης δόσις, μάθησις δὲ ἐπιστήμης λῆψις καὶ ἄγεται ἡ τοῦ μανθάνοντος δύναμις ὑπὸ τοῦ διδάσκοντος εἰς ἐνέργειαν. οὐκ ἔστιν οὖν τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν, εἰ καὶ περὶ ταὐτὸ θεώρημα ἄμφω· οὐδὲ γὰρ τὸ ἀνιέναι τῷ κατιέναι, εἰ καὶ περὶ τὴν αὐτὴν ὁδὸν ἄμφω (διάφοροι γὰρ αὐτῶν οἱ λόγοι καὶ τὸ τί ἦν εἶναι), καὶ ὥσπερ ἔνθεν μὲν βαδίζειν ἀρχομένοις ἄναντες, ἔνθεν δὲ κάταντες, ἓν δὲ μεταξὺ τὸ διάστημα, οὕτως ἀπὸ τοῦ διδάσκοντος μὲν ἀρχομένοις δίδαξις, ἀπὸ δὲ τοῦ μανθάνοντος μάθησις, ἓν δὲ ἐν ἀμφοῖν τὸ θεώρημα. δεῖ γὰρ οὐχ ἁπλῶς τὰ αὐτὰ εἶναι, οἷς τὰ αὐτὰ μέλλει πάντα ἀκριβῶς ἀκολουθήσειν,3 ἀλλὰ τῷ λόγῳ καὶ τῷ ὁρισμῷ, ἐπεὶ καὶ τὸ Ἀθήναζε ἐκ Θηβῶν καὶ τὸ εἰς Θήβας Ἀθήνηθεν ἀπιέναι οὐ ταὐτὸν οὐδὲ ἅμα ἄν τῳ ὑπάρξει, καίτοι μία γε ὁδὸς καὶ τὰ αὐτὰ ὄρη καὶ αἱ αὐταὶ καταλύσεις. ἀλλ’ ἐκ περιόντος ἔστω4 καὶ δίδαξις μαθήσει ταὐτόν. ἀλλ’ οὐδὲ οὕτως ἀκολουθήσει ταὐτὸν εἶναι καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν, ἐπεὶ καὶ ἡ διάστασις ἡ αὐτὴ ἐνθένδε ἐκεῖσε, κἀκεῖθεν δεῦρο, ἀλλ’ οὐ ταὐτὸν τό τε ἔνθεν ἐκεῖσε καὶ τὸ ἐκεῖθεν δεῦρο διίστασθαι. ἀλλ’ οὔτε ἡ δίδαξις τῇ μαθήσει ταὐτὸν οὔτε ἡ ποίησις τῇ παθήσει, ἀλλὰ ἐκεῖνα οἷς ταῦτα ὑπάρχει, ἡ κίνησις καὶ ἡ ἐνέργεια, ἥτις κατὰ μὲν τὸ ὑποκείμενον μία, κατὰ δὲ τοὺς λόγους διάφορος. τί μὲν οὖν ἐστι κίνησις καὶ καθόλου καὶ κατὰ μέρος, εἴρηται κατὰ δύο λόγους, καθ’ ἕνα μὲν ἐντελέχεια τοῦ δυνάμει ᾗ τοιοῦτον, καθ’ ἕτερον δὲ ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν. καὶ οὐ χαλεπὸν ἀποδοῦναι λοιπὸν καὶ τὰς κατ’ εἶδος ἀλλήλων διαφερούσας· ἀλλοίωσις μὲν γὰρ ἐντελέχεια τοῦ ἀλλοιωτοῦ ᾗ ἀλλοιωτόν, αὔξησις δὲ ἐντελέχεια τοῦ αὐξητοῦ ᾗ αὐξητόν. εἰ δὲ δεῖ καὶ τρίτον λόγον προσθεῖναι, τοῖς νῦν εἰρημένοις προσχρώμενοι οὐκ ἀπορήσομεν· ἡ γὰρ τοῦ δυνάμει ποιητικοῦ καὶ τοῦ δυνάμει παθητικοῦ πρὸς ἄλληλα ἐντελέχεια κίνησίς ἐστιν. ἁρμόσει δὲ καὶ οὗτος ὁ λόγος καὶ ἐπὶ τὰς καθ’ ἕκαστον κινήσεις μεταφέρεσθαι, οἷον οἰκοδόμησιν αὔξησιν ἰάτρευσιν. δήλη δὲ ἡ μετάθεσις μεταλαμβανομένου τοῦ δυνάμει καθ’ ἕκαστον εἶδος. περὶ μὲν οὖν κινήσεως ἀρκείτω τέως τὰ εἰρημένα.
但是,这单一的现实活动将在何处?因为依照定义,它是在被运动者之中;因为运动乃是可运动之物的完全现实态。而施动者的现实活动不在施动者之中,这也是荒谬的。因此,假定两者的现实活动是单一的,论证并没有得到任何更好的摆脱;从而,如果它们既非各不相同亦非单一,大概它们既是单一的又是各不相同的。正如一开始所说的那样,它们在底层主体上是单一的,但在定义上是相异的,并且它们不承受任何荒谬。因为推动者的现实活动,依照底层主体在两者中是单一的且在被运动者中产生,却不会被割断,正如我们也从明晰的事实中所见到的那样;因为当教导者面向学习者运动时,教导者的教导并不是被割断而产生在学习者之中,以至于前者处于无活动状态而唯独学习者施行活动,相反,在教导者在场并行使活动时,〔教导者〕便在如此程度上行使活动并做出学习者所承受的事,这样学习者的现实活动便产生了。并且没有什么妨碍形式相异的运动(即作用与受动)的现实活动是单一的。因为它们仅仅在底层主体上是单一的,因为两者乃是同一之物;因为教导者所教与学习者所学的定理是同一且单一的,而教导无非是从教与学中所产生的东西。学习亦是同样。但是正如我们所说,这些在底层主体上是同一的,但在定义上不是同一的;教导乃是知识的赋予,而学习乃是知识的接受,并且学习者的潜能被教导者引导至现实态。因此,教与学并不是同一的,即便两者关涉同一定理;正如上与下不是同一的,即便两者关涉同一条道路(因为它们的定义与本质存在是相异的);并且正如对于从这边开始行走的人来说是上坡,对于从那边开始的人来说是下坡,而二者之间的间隔是单一的,同样地,对于从教导者开始的人来说是教导,对于从学习者开始的人来说是学习,而存在于两者之中的定理是单一的。因为凡是要使其严格随之具有完全相同属性的事物,不能仅仅毫无附加地是同一的,而必须在定义上和规定上是同一的,因为从忒拜前往雅典与从雅典前往忒拜并不是同一回事,也不可能同时属于同一个人,尽管道路确实是一条,相同的山峦和相同的驿站。但退一步姑且假定教导与学习是同一的。然而即便如此,也不随之得出施行教导与施行学习是同一的,因为从这里到那里以及从那里到这里的距离是同一的,但是从这里扩展到那里与从那里扩展到这里却不是同一的。教导与学习既非同一,作用与受动亦非同一,而是这些事物所属于的那些东西,即运动与现实活动,依照底层主体是单一的,依照定义却是相异的。那么,运动无论就普遍而言还是就个别而言究竟是什么,已经依照两种定义作了说明:依照其一,是处于潜能者作为如此之物的完全现实态;依照另一,是可运动者作为可运动之物的完全现实态。此后指出彼此在形式上相异的运动也就不困难了;因为质变是可质变者作为可质变之物的完全现实态,增长是可增长者作为可增长之物的完全现实态。如果还需要加上第三种定义,利用方才所说的话,我们也不会陷入疑难;因为潜在施动者与潜在受动者彼此相关的完全现实态就是运动。这一说明也将适合于转移到各个具体的运动上,例如建筑、增长、医治。而当潜能依照各个形式加以替换时,这种转移便是显而易见的。那么关于运动,目前所说的这些就足够了。
- 3.3καὶ τοῦτο ἄτοπον τὸ τὴν τοῦ ποιοῦντος ἐνέργειαν μὴ ἐν τῷ ποιοῦντι εἶναι
τοῦτο 作为形式主语,先行指代动词性名词短语 τὸ τὴν τοῦ ποιοῦντος ἐνέργειαν μὴ ἐν τῷ ποιοῦντι εἶναι,后者作为同位语充当真正的主语。
- 3.3ἀλλὰ τοῦ διδάσκοντος παρόντος καὶ ἐνεργοῦντος τοσοῦτον ἐνεργεῖν καὶ ποιεῖν τοῦτο ὃ πάσχει ὁ μανθάνων, οὕτως ἡ τοῦ μανθάνοντος ἐνέργεια γίνεται
ἀλλὰ ... τοσοῦτον ἐνεργεῖν 与前文的 ὥστε 从句(ὥστε τὸν μὲν ἀνενέργητον εἶναι...)相对立,在属格独立结构 τοῦ διδάσκοντος παρόντος καὶ ἐνεργοῦντος 下阐明活动的正确运作方式,并最终由主句 οὕτως ἡ τοῦ μανθάνοντος ἐνέργεια γίνεται 收束。
- 3.3δεῖ γὰρ οὐχ ἁπλῶς τὰ αὐτὰ εἶναι, οἷς τὰ αὐτὰ μέλλει πάντα ἀκριβῶς ἀκολουθήσειν
οἷς 是与 ἀκολουθήσειν 相关的关系代词与格,指代那些严格随之具备完全相同属性的事物。
- 3.3ἀλλ’ ἐκ περιόντος ἔστω
成语 ἐκ περιόντος 意为“退一步而言”、“姑且作为让步”(ex abundantia),用于引入一个暂且承认对方论点的假设。
