← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§76.8-77.26

作用与受动中运动的处所与疑难

特米斯提乌斯依据《物理学》卷三第三章探讨运动究竟存在于推动者之中还是在被运动者之中,指出它在底层主体上是单一的现实活动,但在定义上如同上坡与下坡一样是两重(作用与受动),随后阐述了将作用与受动视为两种不同运动或视为单纯同一时各自引发的逻辑疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#1

3. Ζητητέον δ’ ἐφεξῆς, ὅταν ἕτερον ὑφ’ ἑτέρου κινῆται, πότερον ἐν τῷ κινοῦντι ἢ ἐν τῷ κινουμένῳ ἡ κίνησις. ἔστιν οὖν ἐν τῷ κινουμένῳ. τὴν γὰρ τοῦ κινητοῦ ἐντελέχειαν κίνησιν λέγω καὶ ὅλως ἐν τούτῳ ἐστὶν τὸ δυνάμει, οὗ κίνησις ἡ ἐνέργεια. ἐν τούτῳ μὲν οὖν ἐστιν, γίνεται δὲ ὑπ’ ἄλλου (τοῦ γὰρ κινητικοῦ) καί ἐστι μία· οὐ γὰρ ἄλλη μὲν ὑπὸ τοῦ κινοῦντος γίνεται, ἄλλη δέ ἐστιν ἐν τῷ κινητῷ, ἀλλὰ ἡ ἐνέργεια τοῦ κινητικοῦ αὐτή ἐστιν ἐν τῷ κινητῷ. καὶ μία οὖσα ἅμα τε τὸ κινητικὸν κινοῦν ποιεῖ καὶ τὸ κινητὸν κινούμενον. μία μὲν ἀμφοῖν ἡ ἐνέργεια τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ὅταν τὸ μὲν κινῇ τὸ δὲ κινῆται, μία δὲ τῷ ὑποκειμένῳ. τῷ γὰρ λόγῳ δύο καὶ τὸ τί ἦν εἶναι,1 ὥσπερ τὸ ἄναντες καὶ τὸ κάταντες. ὡς γὰρ ἐπὶ τούτων τὸ μὲν αὐτὸ διάστημα, ἀλλ’ ἔνθεν μὲν ἀρχομένῳ ἄναντες, ἔνθεν δὲ κάταντες, καὶ διὰ τοῦτο τῷ λόγῳ δύο· οὕτως καὶ ἐπὶ τῆς κινήσεως κατὰ μὲν τὸ ὑποκείμενόν ἐστι μία ἡ ἐνέργεια τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ἀλλ’ ἀπὸ μὲν τοῦ κινοῦντος ἀρχομένοις ποίησίς ἐστιν, ἀπὸ δὲ τοῦ κινουμένου πάθησις· καὶ οὕτως ἂν εἶεν τῷ λόγῳ δύο, ἐπεὶ μὴ οὕτως τιθεμένοις ἔχει τινὰ λογικὴν ἀπορίαν.2 δεῖ μὲν γὰρ εἶναι ἐνέργειαν τοῦ κινητικοῦ, δεῖ δὲ εἶναι καὶ τοῦ παθητικοῦ, ὧν τὸ μὲν ποίησις τὸ δὲ πάθησίς ἐστιν. αὗται δὲ ὅτι διαφέρουσιν, δῆλον· καὶ γὰρ τὰ ἔργα αὐτῶν καὶ τὰ ἀποτελέσματα διαφέρει· τῆς μὲν γὰρ ποίημα ἀποτέλεσμα, τῆς δὲ πάθος. κείσθω τοίνυν ἑτέρας εἶναι τὰς ἐνεργείας. πῶς δὴ καὶ ἐν τίνι ἔσονται, σκεψώμεθα. ἢ τοίνυν ἄμφω ἐν τῷ ποιοῦντι ἢ ἄμφω ἐν τῷ κινουμένῳ ἢ ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι· ἀνάπαλιν γὰρ οὐκ ἐνδέχεται, οἷον τὴν ποίησιν ἐν τῷ πάσχοντι εἶναι, εἰ μή τις τὴν τοῦ πάσχοντος ἐνέργειαν ὁμωνύμως ποίησιν ὀνομάζειν ἐθέλοι. ἔστω δὴ πρῶτον ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι. οὐκοῦν ὥσπερ τὸ κινούμενον ἔχει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν, οὕτω καὶ τὸ κινοῦν ἕξει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν. ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοῖν, ἀλλ’ εἰ τοῦτο, δυοῖν ἀτόποιν θάτερον ἀναδεξόμεθα· ἢ γὰρ ἅπαν τὸ κινοῦν καὶ κινήσεται ἤ ἔχον κίνησιν οὐ κινήσεται. εἶεν. ἀλλ’ ἔστω ἄμφω ἐν τῷ κινουμένῳ καὶ πάσχοντι ἡ ποίησις καὶ ἡ πάθησις, οἷον καὶ ἡ δίδαξις καὶ ἡ μάθησις ἐν τῷ μανθάνοντι. πρῶτον μὲν τοίνυν ἄλογον τὸ τὴν ἑκάστου ἐνέργειαν μὴ ἐν ἑκάστῳ εἶναι τῷ ἐνεργοῦντι, ἔπειτα θαυμαστόν, ὅπως τὸ πάσχον δύο κινήσεις διαφερούσας κινήσεται. τίνες γὰρ ἔσονται αὗται, χαλεπὸν ἐξευρεῖν μάλιστα καθ’ ἓν εἶδος κινήσεως τοῦ πάσχοντός που κινουμένου. τὰ αὐτὰ δὲ καὶ ἔτι πλείω τὰ ἄτοπα ἀκολουθήσει, εἰ θείημεν ἐν τῷ κινοῦντι τὰς δύο κινήσεις ὑπάρχειν· προσέσται γὰρ καὶ τὸ μὴ κινεῖσθαι τὸ κινούμενον ἐν τῷ κινοῦντι τῶν δύο οὐσῶν κινήσεων.3 ταῦτα μὲν οὖν τὰ ἄτοπα ἠκολούθησεν ἑτέρας εἶναι τὰς κινήσεις ὑποθεμένοις, ὅθεν καὶ τῆς ὑποθέσεως ταύτης ἀποστατέον. ἔστω τοίνυν μία ἀμφοῖν ἡ ἐνέργεια τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου· τοῦτο γὰρ τὸ λοιπόν. ἀλλ’ ἄτοπον δύο διαφερόντων κατ’ εἶδος τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος μίαν ἐνέργειαν εἶναι· ὡς γὰρ οὐκ ἔστι λευκοῦ καὶ μέλανος μία ἐνέργεια, οὕτως οὐδὲ ποιοῦντος καὶ πάσχοντος. καὶ εἴπερ τοῦτο ἀληθές, ἔσται ἡ μάθησις καὶ ἡ δίδαξις τὸ αὐτὸ καὶ τὸ διδάσκειν τῷ μανθάνειν καὶ τῷ ποιεῖν τὸ πάσχειν, ὥστε τὸν διδάσκοντα ἀνάγκη ἔσται μανθάνειν ἐν αὐτῷ τῷ διδάσκειν καὶ τὸν ποιοῦντα πάσχειν ἐν αὐτῷ τῷ ποιεῖν.

3. 接下来必须探究的是,当一物被另一物运动时,运动是在推动者之中还是在被运动者之中。那么,它是在被运动者之中。因为我称可运动之物的完全现实态为运动,而且总的来说处于潜能者乃是在此物之中,其现实活动便是运动。因此它是在此物之中,却是由另一物(即可推动者)所产生的,并且是单一的;因为并不是推动者产生一种运动,而在可运动之物中又有另一种运动,而是可推动者的现实活动本身就在可运动之物中。并且它是单一的,同时使得可推动者成为推动者,使可运动之物成为被运动者。推动者与被运动者的现实活动,当一者施动而另一者受动时,对两者而言是单一的,但是在底层主体上是单一的。因为在定义上以及在本质存在上它们是两个,正如上坡与下坡一样。因为正如在这些事物中间隔本身是同一的,但对于从这边开始的人来说是上坡,对于从那边开始的人来说是下坡,并且因此在定义上是两个;运动的情形也是如此,依照底层主体,推动者与被运动者的现实活动是单一的,但对于从推动者开始的人来说是作用,对于从被运动者开始的人来说则是受动;并且这样它们在定义上便会是两个,因为对于不如此设定的人来说,会产生某种逻辑上的疑难。因为必须有可推动者的现实活动,也必须有可受动者的现实活动,其中前者是作用,后者是受动。而这两者是不同的,这是显而易见的;因为它们的作用成果和终极产物也是不同的;因为前者的终极产物是制品,后者的终极产物则是受动状态。那么,就假定这些现实活动是各不相同的吧。让我们考察它们将如何存在以及在何物之中存在。那么,要么两者都在施动者之中,要么两者都在被运动者之中,要么作用在施动者之中而受动在受动者之中;因为反过来是不可能的,例如作用在受动者之中,除非有人愿意将受动者的现实活动同名异义地称为“作用”。那么首先,假定作用在施动者之中,而受动在受动者之中。因此,正如被运动者自身具有运动作为其固有的现实活动一样,推动者也将自身具有运动作为其固有的现实活动。因为同一种说明适用于两者。但如果这样,我们将不得不接受两件荒谬之事中的一件:因为要么每一个推动者自身也将被运动,要么具有运动却不被运动。好吧。但假定两者(作用与受动)都在被运动且受动者之中,正如教与学两者都在学习者之中一样。那么首先,每一事物的现实活动不在施行活动的每一事物之中,这是不合理的;其次,受动者如何会以两种相异的运动被运动,这是令人惊异的。因为要找出这两种运动究竟是什么是困难的,尤其是当受动者大概是依照单一形式的运动而被运动时。如果我们假定这两种运动存在于推动者之中,同样多的荒谬以及更多的荒谬将会随之而来;因为在两种运动都存在于推动者之中的情况下,还会加上被运动者不被运动这一条。因此,对于那些假定运动各不相同的人来说,便随之出现了这些荒谬,因而人们必须放弃这一假定。那么,就假定推动者与被运动者两者的现实活动是单一的吧;因为这是剩下的一种可能。但是,施动者与受动者这两个在形式上不同的事物具有同一种现实活动,这是荒谬的;因为正如白与黑没有同一种现实活动一样,施动者与受动者也没有同一种现实活动。如果这确实是真的,那么学与教将是同一的,教与学、施动与受动也将是同一的,以至于教导者在教导本身的活动中必然在学习,而施动者在施动本身的活动中必然在受动。

语法注3 条
  1. 3.3τῷ γὰρ λόγῳ δύο καὶ τὸ τί ἦν εἶναι

    τῷ λόγῳ 是表示限制的与格。随后的 καὶ τὸ τί ἦν εἶναι 或是作为限制性宾格与该与格并列起限定作用,或是与谓词两项相关联;无论何种构词分析,句意均作“在定义上以及在本质存在上是两个”。

  2. 3.3ἐπεὶ μὴ οὕτως τιθεμένοις ἔχει τινὰ λογικὴν ἀπορίαν

    τιθεμένοις 是带有条件意味的关涉与格(配合否定词 μή),意为“对于不如此设定的人来说”。ἔχει 的主语为非人称或当前论题,意为“具有/产生某种逻辑上的疑难”。

  3. 3.3προσέσται γὰρ καὶ τὸ μὴ κινεῖσθαι τὸ κινούμενον ἐν τῷ κινοῦντι τῶν δύο οὐσῶν κινήσεων

    προσέσται 的主语是带冠词不定词短语 τὸ μὴ κινεῖσθαι τὸ κινούμενον(即“被运动者不被运动”)。末尾的 τῶν δύο οὐσῶν κινήσεων 是表示条件或背景情况的属格独立结构(“在两种运动都存在[于推动者之中]的情况下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:76.8-77.26