← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§74.11-76.7

作为未完全现实活动的运动与定义的精炼

德米斯蒂乌斯区分了作为形式的完全现实活动与保持潜能的未完全现实活动(运动),讨论了推动者与被运动者的相互作用,回应了关于关系范畴中变化的异议,并将运动的定义精炼为“可运动之物作为可运动之物的完全现实态”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#2

διττὸν εἶδός ἐστιν ἐν ἑκάστῳ τῆς ἐνεργείας, ἓν μὲν ὅταν ἤδη τελειωθῇ καὶ ἀπολάβῃ τὴν αὑτοῦ φύσιν, οἷον ὀφθαλμός, ὅταν ἤδη γένηται ὀφθαλμός, ἐνέργειαν ἔχει τὴν ὅρασιν, αὕτη δὲ ἡ ἐνέργεια τῆς μορφῆς οὐδὲν διαφέρει· τοῦτο γάρ ἐστιν ὀφθαλμῷ εἶναι τὸ ὁρᾶν κατ’ ἐνέργειαν οὕτως. καὶ οὐ λέγω ταύτην τὴν ἐνέργειαν κίνησιν· μορφὴ γάρ ἐστι καὶ εἶδος καὶ ἠρεμίᾳ μᾶλλον προσέοικεν. ἄλλη δέ ἐστιν ἐνέργεια ἡ τοῦ δυνάμει ὄντος ἐν τῷ πράγματι σῴζουσα αὐτοῦ τὸ δυνάμει, οἷον ὄμματος ἡ περιαγωγὴ κόρης· καὶ γὰρ ὅταν περιάγηται, ἔχει τὴν δύναμιν τοῦ περιάγεσθαι. αὕτη δέ ἐστι καὶ ἀτελής (σπεύδει γὰρ ἐπὶ τὸ τέλος) καὶ τοῦ δυνάμει ἐστίν, πᾶν δὲ ἀτελὲς καθὸ δυνάμει. διότι μὲν ὅλως ἐκβέβηκε τὸ δυνάμει, διὰ τοῦτο ἐνέργειαν αὐτὴν λέγομεν, διότι δὲ συνεφέλκεται αὐτὸ καὶ συνδιατηρεῖ, διὰ τοῦτο ἐνέργειαν ἀτελῆ καὶ τὴν τοιαύτην ἐνέργειαν ἐθέμεθα εἶναι κίνησιν. ταύτῃ μὲν ἀποχρώντως. Πάλιν δὲ ἀναλαβόντες λέγομεν, ὅτι κινεῖται καὶ τὸ κινοῦν ὥσπερ εἴρηται, ἀλλ’ οὐ πᾶν, ἀλλ’ ὅσον δυνάμει κινητόν ἐστιν, τουτέστιν ὅσον ποτὲ καὶ οὐ κινεῖται, καὶ οὗ ἡ ἀκινησία ἠρεμία ἐστίν. οἷς γὰρ κίνησις ὑπάρχει, ταῦθ’ ὅταν μὴ κινῆται, ἠρεμεῖν λέγεται. εἰκότως δὲ τὸ τοιοῦτον κινοῦν καὶ κινεῖται· ἔχει γὰρ τὸ δυνάμει. δεῖ γὰρ αὐτὸ ἐξ ἐνεργείας μεταβάλλειν καὶ οὕτως ἐνεργῆσαι πρὸς τὸ κινητὸν ὑπ’ αὐτοῦ. διὰ τοῦτο οὖν ἀντικινεῖται. διὰ τοῦτο οὖν καὶ ἀντιπάσχει· καθὸ μὲν γάρ ἐστι ἐνεργείᾳ, ποιεῖ, καθὸ δὲ δυνάμει, πάσχει. τοῦτο δὲ ἐν ἀμφοτέροις τῷ τε κινοῦντι καὶ τῷ κινουμένῳ· ἐν ἀμφοῖν γὰρ τό τε ἐντελεχείᾳ καὶ τὸ δυνάμει, ὥσπερ ἴσα ἀντιδιδόντων κατὰ μὲν τὸ ἐντελεχείᾳ τὸ ἀντιποιεῖν, κατὰ δὲ τὸ δυνάμει τὸ πάσχειν.1 ἅπαντα μὲν οὖν τὰ κινοῦντα παραθίξει καὶ ἁφῇ τῶν κινουμένων ἐνεργεῖ πρὸς αὐτά, ἀντικινεῖται δὲ μόνα ὅσα δυνάμει ἐστὶ κινητά. ἆρα οὖν ἔχει καλῶς ὁ τῆς κινήσεως ὁρισμὸς καὶ πᾶσα ἡ τοῦ δυνατοῦ καθὸ δυνατὸν ἐντελέχεια κίνησίς ἐστιν; ἤ τι προσδιοριστέον; φαίη γὰρ ἄν τις, ὅτι τὸ δυνάμει δεξιόν, ὅταν γένηται δεξιὸν ἐνεργείᾳ μεταστάντος ἐμοῦ πρὸς τὰ εὐώνυμα, μεταβάλλει μὲν εἰς ἐντελέχειαν ἐκ τοῦ δυνάμει, οὐ κινεῖται δέ. λέγεται μὲν οὖν καὶ τοῦτο καλῶς πρὸς τοὺς ἀποροῦντας, ὅτι τὸ δυνάμει εὐώνυμον ἐκινήθη, μία δὲ ἡ δύναμις τῶν πρός τι· αὕτη γὰρ ἡ σχέσις ἢ δύναμίς ἐστιν ἢ ἐνέργεια ἐν ᾗ καὶ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον πρὸς ἄλληλα ἔστι τε καὶ λέγεται, ὥστε εἰ τὸ ἕτερον ἐκινήθη, πάντως που καὶ τὸ ἕτερον. ἐγὼ δέ φημι τὴν κατὰ πρός τι ἐνέργειαν μὴ διασῴζειν τὸ δυνάμει, ἀλλὰ ἀθρόαν γίνεσθαι μεταβολὴν ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν. μία οὖν ἐνέργεια ἐπ’ αὐτῶν θεωρεῖται ἡ κυρίως τε καὶ ἁπλῶς, ἡ δὲ ἀτελὴς οὐκέτι· οὐ γὰρ κατ’ ὀλίγον δεξιὸν γίνεται τὸ δένδρον μετακινουμένου μου πρὸς τὰ εὐώνυμα, ἀλλὰ ἀχρόνως. κἀγὼ δὲ ἐπὶ τὰ ἀριστερὰ μεθιστάμενος κινοῦμαι μὲν κατὰ τόπον, οὐ κινοῦμαι δὲ κατὰ τὸ πρός τι· ὅλως γὰρ ἐπὶ τῶν τοιούτων δεικνύναι δεῖ πρῶτον τὴν ἐνέργειαν τὴν ἀτελῆ, κᾆθ’ οὕτως τὸν ὅρον ἐλέγχειν. ἀλλ’ ὅμως ἐπειδὴ τὸ δυνατὸν ἐν ἁπάσαις ταῖς κατηγορίαις ἐστίν, ἡ δὲ κίνησις οὐκ ἐν ἁπάσαις, μεταθῶμεν τὸ δυνατὸν εἰς τὸ κινητὸν καὶ ὁρισώμεθα αὐτὸ ‘ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν’, καὶ μὴ νομίσῃ τις ἡμᾶς δι’ ὁμοίως ἀδήλου τοῦ κινητοῦ τὴν κίνησιν πειρᾶσθαι δηλοῦν. μάλιστα μὲν γάρ, ἐπειδὴ ἡ κίνησις πρός τι (κεῖται γὰρ καὶ τοῦτο ἐν τοῖς πάλαι προδιωρισμένοις), καὶ ἔστι πρὸς τὸ κινητόν, ἀδύνατον αὐτὴν ἄλλως ὁρίσασθαι μὴ πρὸς ὃ ἔστι παραλαβόντας,2 ὥσπερ οὐδὲ πατέρα χωρὶς υἱοῦ, οὐδὲ διπλάσιον χωρὶς ἡμίσεος· ἔπειτα καὶ γνωριμώτερον τὸ κινητὸν τῆς κινήσεως· οὐ γὰρ ταὐτὸν εἰδέναι ὅτι ἔστι κίνησις καὶ τί ἐστιν· τὸ μὲν γὰρ ὅτι ἔστιν, ἅπασι γνώριμον, τὸ δὲ τί ἐστι καὶ ἡμεῖς ζητοῦμεν. ἀλλὰ μὴν ὅτι ἔστι κίνησις ἀπὸ τῶν κινουμένων γνώριμον. ταῦτα δέ ἐστι τὰ κινητά, ὥστε ὁ τῷ κινητῷ πρὸς τὸν ὁρισμὸν τῆς κινήσεως χρώμενος τῷ γνωριμωτέρῳ πρὸς τὸ ἀγνωστότερον κέχρηται. εἶδος δὲ πάντως ἕξει τὸ κινοῦν ὅταν κινῇ ἢ κατ’ οὐσίαν ἢ κατὰ ποιότητα ἢ κατὰ ἄλλην τινὰ τῶν κατηγοριῶν· τῷ γὰρ εἴδει κινεῖ καὶ τοῦτ’ ἔστιν ἀρχὴ τῆς κινήσεως.

在每一事物中现实活动的形式是双重的:一种是当它已经完成并获得了它自身的本性时,例如眼睛,当它已经成为眼睛时,以视觉为其现实活动,而这种现实活动与形式毫无区别;因为这便是眼睛的真正存在:即如此处于现实活动中的观看。我并不称这种现实活动为运动;因为它是形状与形式,且更类似于静止。另一种现实活动则是事物中处于潜能之物的现实活动,它保存着该事物的潜能,例如眼球中瞳仁的转动;因为即使在它被转动时,它仍具有被转动的潜能。而这种现实活动既是不完全的(因为它奔向终极),又是属于潜能之物的(因为一切事物作为处于潜能者而言都是不完全的)。因为它毕竟已经脱离了潜能,所以我们称它为现实活动;但因为它伴随着潜能并将之共同保持,所以我们称它为不完全的现实活动,并且我们将这样一种现实活动确立为运动。关于这点,便已足够了。我们重新回到话题并说,正如已经说过的,推动者也被运动,但并非每一个推动者都是如此,而仅仅是只要它在潜能上是可被运动的,也就是说,只要它有时也不运动、且它的不运动乃是静止。因为凡是运动属于它们的事物,当它们不运动时,便被称为静止。而且这样一种推动者被运动也是合乎情理的;因为具有潜能。因为它必须由现实活动而变化,并如此作用于可被它运动之物。因此正是由于这个缘故,它反过来被运动。因此它也反过来受动;因为就其处于现实活动而言,它施动,而就其处于潜能而言,它受动。这在两者之中都发生,既在推动者中也在被运动者中;因为在两者之中都存在着处于完全现实态者与处于潜能者,就如同它们互作对等的回报一样:依完全现实态而言是反作用,依潜能而言是受动。因此,一切推动者都通过与被运动者的并接和接触而对它们发生作用,但唯有那些在潜能上是可被运动者才反过来被运动。那么,运动的定义是正确的、并且潜在之物作为潜在之物的一切完全现实态都是运动吗?还是必须作进一步限定?因为有人可能会说,在潜能上处于右侧的事物,当由于我移动到左侧而成为现实活动中的右侧时,虽然从潜能转变为完全现实态,却并未被运动。对那些提出疑问的人而言,这也是一种很好的说法:即潜能上的左侧被运动了,而且关系项的潜能是单一的;因为这种关系要么是一种潜能,要么是一种现实活动,右与左在其中互相关联地存在并被表述,因此如果其中一者被运动了,另一者肯定在某种程度上也被运动了。但我认为,依照关系的现实活动并不保存潜能,而是发生了从潜能到完全现实态的一瞬间的转变。因此在它们身上只观察到一种现实活动,即本义且绝对意义上的现实活动,而不再是不完全的现实活动;因为当我移动到左侧时,树木并不是逐渐成为右侧的,而是无时间性地成为的。而且我自己向左侧移动时,乃是依照地点被运动,而非依照关系被运动;因为总的来说,在这些事物上,人们必须首先指明不完全的现实活动,然后以此方式来反驳该定义。然而,既然潜在之物存在于一切范畴之中,而运动并不存在于一切范畴中,那么就让我们将潜在之物转换为可运动之物,并将它定义为“可运动之物作为可运动之物的完全现实态”;并且任何人都不应认为我们是试图通过同样不明显的可运动之物来阐明运动。因为最重要的是,既然运动是一种关系项(因为这也属于先前所预先限定的要点),并且是相对于可运动之物而言的,若不把运动所关联的对象包括在内,便不可能以别的方式定义它,正如离开儿子不能定义父亲,离开一半不能定义两倍一样;其次,可运动之物比运动更加可知;因为知道运动存在与知道它是什么并不是同一回事;因为运动存在乃是人人皆知的,而它是什么连我们也在探究。但显然,运动存在是从被运动之物中获知的。而这些就是可运动之物,因此用可运动之物来定义运动的人,是用更加可知的事物来阐明较不可知的事物。推动者在施动时无论如何都会具有形式,无论依照实体、依照性质还是依照其他某个范畴;因为它是凭借形式来施动的,而这便是运动的本原。

语法注2 条
  1. 3.2ὥσπερ ἴσα ἀντιδιδόντων κατὰ μὲν τὸ ἐντελεχείᾳ τὸ ἀντιποιεῖν, κατὰ δὲ τὸ δυνάμει τὸ πάσχειν

    由 ὥσπερ 引导的独立属格结构,其逻辑主语(推动者与被运动者)根据上下文予以省略。它生动地比喻了双方基于各自所包含的完全现实态与潜能,互相等价地施动与受动的交互过程。

  2. 3.2ἀδύνατον αὐτὴν ἄλλως ὁρίσασθαι μὴ πρὸς ὃ ἔστι παραλαβόντας

    分词 παραλαβόντας 为阳性复数宾格,与不定式 ὁρίσασθαι 假定的泛指主体(“我们”或“人们”)保持一致。否定词 μή 带有条件含义(“若不把……考虑在内”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:74.11-76.7