← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§72.10-74.11

驳斥早期运动学说与确立亚氏定义

特米斯蒂乌驳斥了先前将运动等同于异性、不平等、非存在或匮乏的学说(如毕达哥拉斯学派),解释了运动为何看似无定且难以把握的原因,并重申了亚里士多德将运动定义为“潜在之物作为潜在之物的现实活动”的妥当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#1

2. Ὅτι δὲ καλῶς ἐν τῇ τοῦ δυνατοῦ καθὸ δυνατὸν ἐνεργείᾳ τὴν κίνησιν ἐθέμεθα, δῆλον καὶ ἐξ ὧν ἕτεροι λέγουσιν, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν, ὧν εἴπερ τις κίνησις1 ἦν, οἷς τι τούτων ὑπῆρχε, τούτοις ἂν προσῆν πάντως καὶ ἡ κίνησις. πολλὰ δὲ ἕτερα μέν ἐστιν ἀλλήλων, οὐ κινεῖται δὲ διὰ τοῦτο· ἐμοὶ γὰρ ἑτερότης ὑπάρχει πρὸς τὸν ἵππον καὶ οὐ διὰ τοῦτο κινοῦμαι. ἀλλὰ καὶ ἄνισα τὰ δέκα τοῖς πέντε καὶ ὅμως οὐ κινεῖται διὰ τὸ ἄνισον. ‘ναί, φησίν, ‘ἀλλὰ τὴν ἐν αὐτῷ ἑτερότητα κίνησιν λέγομεν. ἀλλὰ καὶ ἐν αὐτῷ ἑτερότης μὲν πάντως, κίνησις δὲ οὔ. ἑτερότης γὰρ ἐν τοῖς μορίοις ἑκάστου καὶ πρὸς ἄλληλα καὶ ἔστιν ἑτερότης καὶ ἐν τῷ δυνάμει ἑκάστου καὶ ἐνεργείᾳ, ἀλλ’ ὅμως οὐκ εὐθὺς οὔτε ὧν τὰ μόρια πλείω, ταῦτα κινεῖται, οὔτε κατ’ ἄλλο μὲν δυνάμει ὄν, κατ’ ἄλλο δὲ ἐνεργείᾳ,2 ὡς χαλκὸς δυνάμει μὲν ἀνδριάς, ἐνεργείᾳ δὲ χαλκός, ὅμως ὅπερ εἶπον οὐδὲν τούτων, ἐπειδὴ ἐν αὑτῷ ἔχει τὴν ἑτερότητα, εὐθέως κινεῖται, ‘νὴ Δία, ἀλλὰ τὴν ἑτερότητα τὴν ὡς ἑτεροίωσιν λέγουσιν. οὐκοῦν οὐδὲν ἄλλο ἢ τὴν κίνησιν διὰ κινήσεως ἀποδιδόασιν. ἡ γὰρ ἑτεροίωσις τί ἂν ἕτερον σημαίνοι; ἢ γὰρ ἀλλοίωσιν, εἴπερ ταὐτὸν σημαίνει τὸ ἕτερον καὶ τὸ ἄλλο ἢ μεταβολήν τινα. ἡμῖν δὲ ἡ ἐντελέχεια καὶ ἡ ἐνέργεια γένος ἐστὶ τῆς κινήσεως. οἱ δὲ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν (οὗτοι δὲ ἂν εἶεν οἱ Πυθαγόρειοι) μᾶλλον 〈ἂν〉 αὐτῆς λαμβάνοιντο,3 εἰ μὴ ὂν αὐτὴν οὕτω λέγουσιν, οὐχ ὡς μηδαμῇ μηδαμῶς ὄν, ἀλλ’ ὡς τοῦ κινουμένου μηδέπω τούτου κατ’ ἐνέργειαν ὄντος, ἐφ’ ὃ κινεῖται, ἀλλ’ ἀτελοῦς ἔτι· τοιοῦτο γὰρ καὶ ἡμεῖς τὸ δυνάμει λέγομεν. ἀλλ’ ὅμως ἀσαφῶς οὗτοι. δόξειε γὰρ ἂν συμβεβηκός τι μᾶλλον τῇ κινήσει λέγειν, ἢ ὅ τι ποτέ ἐστιν ἀποδιδόναι· συμβέβηκε γὰρ τῇ κινήσει μὴ ὄν τί πως εἶναι, καθ’ ὃ τοῦ ὄντος ἐξίστησιν· ἀλλ’ οὐκ εἴ τινι συμβέβηκε μὴ ὄν τί πως εἶναι, εὐθὺς καὶ κινεῖται· οὕτω γὰρ πάντα ἦν ἐν κινήσει· ἕκαστον γὰρ τῶν ὄντων ἓν μέν ἐστιν, ἄπειρα δὲ οὐκ ἔστιν. ἀλλ’ εἴ τι μεταβάλλει, φήσουσιν, ἐξ ἑτερότητος εἰς ἑτερότητα μεταβάλλει, ἢ ἐξ ἀνισότητος εἰς ἀνισότητα. διὰ τί δὲ μᾶλλον οὐχὶ καὶ ἐκ ταὐτότητος εἰς ταὐτότητα; ἀπὸ γὰρ εἴδους εἰς εἶδος καὶ ἀπὸ χρώματος εἰς χρῶμα. αἴτιον δὲ αὐτοῖς τοῦ εἰς ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν τιθέναι τὴν κίνησιν, ὅτι ἀόριστον δοκεῖ εἶναι ἡ κίνησις· ὅταν γὰρ ὁρισθῇ, παύεται. ἀόριστα δὲ αὐτοῖς καὶ τὰ προειρημένα πάντα ἐστὶν ἡ ἑτερότης ἡ ἀνισότης τὸ μὴ ὄν, καθάπερ γε καὶ αἱ ἄλλαι τῆς ἑτέρας συστοιχίας ἀρχαὶ πᾶσαι. πᾶσαι γὰρ κατὰ στέρησιν, οὐδὲν δὲ ὥρισται τῶν κατὰ στέρησιν λεγομένων, οὔτε ὡς τόδε, οὔτε ὡς τοιόνδε, οὔτε ὡς τοσόνδε, οὔτε ὡς ἄλλη τις κατηγορία. ὑπόκειται δὲ τῆς ἱστορίας ἕνεκεν τὸ διάγραμμα4 ἑκατέρας τῆς συστοιχίας τῆς κατ’ εἶδος καὶ τῆς κατὰ στέρησιν. καὶ διὰ τοῦτο οὖν ἀόριστον ᾤοντο τὴν κίνησιν, καὶ ὅτι τῶν ὄντων διῃρημένων εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἐν οὐδετέρῳ τούτων ἡ κίνησις. οὔτε γὰρ τὸ δυνάμει ποσόν, οἷον τὸ πηχυαῖον, κινεῖται ἐξ ἀνάγκης καὶ αὔξεται, οὔτε τὸ γενόμενον πηχυαῖον ἤδη, οὔτε τὸ δυνάμενον ἐλθεῖν Μέγαράδε ἔρχεται ἐξ ἀνάγκης οὔτε τὸ ἐλθὸν ἤδη, οὔτε τὸ δυνάμει λευκὸν λευκαίνεται οὔτε τὸ λευκανθὲν ἤδη. ἀλλ’ οὔτε στέρησιν εἰπεῖν αὐτήν ἐστιν οἷόν τε· ἐν ὑπάρξει γάρ ἐστιν ἡ κίνησις, οὐ στερήσει, καὶ ἅμα οὐ πᾶν τὸ ἐστερημένον κινεῖται. διὰ τοῦτο δὲ χαλεπὸν ἐνομίσθη τὸ λαβεῖν αὐτὴν καὶ γνῶναι τί ἐστιν. εἰ γὰρ ἢ εἰς στέρησιν ἀναγκαῖον θεῖναι αὐτὴν ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν, τούτων δὲ οὐδὲν φαίνεται ἐνδεχόμενον τοῖς ἁπλῶς λέγουσιν, λείπεται ὁ προειρημένος τρόπος ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην δὲ ἐνέργειαν οἵαν εἴπομεν χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην δὲ εἶναι. ποίαν οὖν εἴπομεν, ἀναμνησθῶμεν πάλιν· καὶ γὰρ δὶς καὶ τρὶς καὶ πολλάκις τοῦ σαφοῦς ἕνεκεν ταῦτα ῥητέον.

2. 我们将运动确立为潜在之物作为潜在之物的现实活动是正确的,这一点从其他人所说的话中也是显而易见的;他们声称运动是异性、不平等和非存在;如果运动是这些之中的某一个,那么凡是具有这些之中某一项的事物,也必定完全具有运动。然而许多事物彼此相异,却并不因此而运动;因为我相对于马具有异性,而我并不因此而运动。而且,十相对于五是不平等的,但十并不因不平等而运动。“是的,”有人说,“但我们是指在它自身之中的异性为运动。”然而在它自身之中也完全有异性,却没有运动。因为在每一事物的各个部分之中、且相对于彼此而言都有异性,而且在每一事物的潜在方面和现实活动方面也都有异性;然而,既不是部分较多的事物立刻就运动,也不是就一方面而言处于潜能、就另一方面而言处于现实活动的事物(如青铜在潜能上是雕像,在现实活动中是青铜)立刻就运动;尽管如此,正如我所说,这些事物中没有一个仅仅因为自身具有异性就立刻运动。“誓指宙斯,他们是指作为变异的异性。”那么,他们无非是用运动来说明运动。因为变异还能表示什么别的呢?因为如果异与别表示同一回事,它要么表示质变,要么表示某种变化。而对我们来说,完全现实态与现实活动乃是运动的属。至于声称运动是非存在的人(这些人应当是毕达哥拉斯学派),如果他们是在下述意义上称运动为非存在,或许更能切中运动的本质:不是指在任何地方、以任何方式都不存在,而是指被运动之物尚未在现实活动中成为它向之运动的目标,而是仍处于不完全之中;因为我们也同样将潜在之物说成是如此的。尽管如此,他们说得并不清楚。因为他们似乎是在陈述运动的某种偶性,而不是在阐明它究竟是什么;因为在某种意义上是非存在,乃是附属于运动的偶性,就运动使事物脱离原有的存在状态而言;但并非只要在某种意义上是非存在附属于某物,该物就立刻运动;因为若是那样,一切事物都将处于运动之中了;因为每一存在的事物虽是某一个东西,却不是无数的其他东西。但是,如果某物发生变化,他们会说,它是从异性变化到异性,或者从不平等变化到不平等。然而,为什么不更说也是从同一性变化到同一性呢?因为事物是从形式到形式、从颜色到颜色发生变化的。他们将运动归入异性、不平等和非存在的原因在于,运动似乎是无定的;因为一旦被限定,它便停止。而在他们看来,所有前述的这些东西——异性、不平等、非存在——都是无定的,正如同另一序列的所有其他本原一样。因为它们全都是依照匮乏而言的,而在依照匮乏而言的事物中,没有任何一个是确定的,既不是作为“这个”,也不是作为“如此”,也不是作为“这么多”,更不是作为任何其他范畴。为了陈述事实的缘故,依照形式与依照匮乏的两套序列的图表列在下面。因此正是由于这个缘故,他们认为运动是无定的;并且还因为,在存在物被划分为潜能与现实活动时,运动并不属于这两者中的任何一个。因为并非在潜能上具有某种量度的事物(例如长一肘者)必然运动并增长,也并非已经成为一肘长的东西如此;并非能够前往墨伽拉者必然前往,也并非已经到达者如此;并非在潜能上为白者变白,也并非已被变白者如此。但是,将它说成是匮乏也是不可能的;因为运动存在于实存之中,而非存在于匮乏之中,同时并非一切被剥夺者都在运动。正因如此,人们认为把握它并认识它究竟是什么是困难的。因为如果必然要将它归入匮乏、潜能或现实活动之中,而在绝对言之的人看来这三者没有一个是可能的,那么便剩下了前述的方式:即它是一种现实活动,却是我们所说的那种虽难以看清、但确有可能存在的现实活动。那么我们所说的是哪一种呢,让我们再次回忆;因为为了清楚起见,这些话确实应当被述说两遍、三遍乃至多次。

语法注4 条
  1. 3.2ὧν εἴπερ τις κίνησις ἦν, οἷς τι τούτων ὑπῆρχε, τούτοις ἂν προσῆν πάντως καὶ ἡ κίνησις

    关系代词 ὧν 是表示部分意义的属格,先行词为前文提及的异性、不平等与非存在,引导与事实相反的条件从句 εἴπερ τις [τούτων] κίνησις ἦν(如果它们之中有任何一个是运动)。主句的主语是 ἡ κίνησις,谓语动词是 ἂν προσῆν,并支配由 οἷς... τούτοις 构成的呼应与格结构(“凡是具有这些之中某一项的事物”)。

  2. 3.2οὐκ εὐθὺς οὔτε ὧν τὰ μόρια πλείω, ταῦτα κινεῖται, οὔτε κατ’ ἄλλο μὲν δυνάμει ὄν, κατ’ ἄλλο δὲ ἐνεργείᾳ

    在 οὔτε... οὔτε... 的并列结构中,后半部分(κατ’ ἄλλο μὲν δυνάμει ὄν...)在句法上省略了与前半部分 ταῦτα κινεῖται 相对应的名词化主语冠词和谓语动词(即补全为 [τὸ] κατ' ἄλλο... ὂν [κινεῖται])。动词 κινεῖται 及副词 εὐθύς 统摄这两个并列分支。

  3. 3.2μᾶλλον 〈ἂν〉 αὐτῆς λαμβάνοιντο

    中间态动词 λαμβάνομαι 支配属格 αὐτῆς(“它的”,即运动),意为“抓住”、“切中(真相)”。与语气小词 〈ἂν〉 连用,该希求法构成了针对条件从句 εἰ... λέγουσιν 的潜在假定主句(归结从句)。

  4. 3.2ὑπόκειται δὲ τῆς ἱστορίας ἕνεκεν τὸ διάγραμμα

    ὑπόκειται 意为“列在下方”或“附于其下”,指附在注解文本中或文末的毕达哥拉斯两列对立范畴的图表(διάγραμμα)。τῆς ἱστορίας ἕνεκεν 是表示目的的属格短语,意为“为了说明事实/提供参考”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:72.10-74.11