- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:70.13-72.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯阐明了事物因兼具潜能与完全现实态而产生的相互推动与反作用,进而重申运动即“潜在之物就其自身而言的现实活动”这一定义,并通过青铜、身体和颜色等例子论证了载体上的一体并不等于定义(逻各斯)上的同一。
ἐπεὶ δὲ ἔνια τὰ αὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οἷον τὸ ὕδωρ ἐντελεχείᾳ μὲν θερμόν, δυνάμει δὲ ψυχρόν, ἀλλ’ οὐχ ἅμα οὐδὲ πρὸς ταὐτόν, ἀλλ’ εἰ μὲν πρὸς τὸ αὐτό, οὐχ ἅμα· οὐ γὰρ οἷόν τε θερμὸν εἶναι καὶ δυνάμει καὶ ἐνεργείᾳ· εἰ δὲ ἅμα, οὐ πρὸς τὸ αὐτό, ἀλλὰ ψυχρὸν μὲν δυνάμει, θερμὸν δὲ ἐνεργείᾳ· ἐπεὶ οὖν τινα τοιαῦτά ἐστιν,1 συμβαίνει ἅμα κινεῖν τε καὶ κινεῖσθαι πολλοῖς ὑπ’ ἀλλήλων καὶ ποιεῖν καὶ πάσχειν, οἷον ὁ πρίων πρίσει τε καὶ ἀμβλυνθήσεται, ἀλλ’ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα, ἀλλὰ πρίσει μὲν κατὰ τὸ εἶδος, κατὰ δὲ τὴν ὕλην ἀμβλυνθήσεται. ὁ μὲν γὰρ σίδηρος ἀμβλύνεται, πρίσει δὲ οὐχ ὁ σίδηρος ἀλλὰ ἡ μορφή. καὶ τὸ πῦρ θερμαίνει τε καὶ ψύχεται ἅμα ὑπὸ τοῦ θερμαινομένου, ἀλλὰ θερμαίνει μὲν καθό ἐστιν ἐνεργείᾳ θερμόν, ψύχεται δὲ καθό ἐστι δυνάμει ψυχρόν. πᾶν γὰρ ἁπλῶς τὸ δυνάμει τε ὂν καὶ ἐντελεχείᾳ, καὶ κινοῦν φυσικῶς ἀντικινεῖται ὑπὸ τοῦ κινουμένου,2 ἀλλὰ κινεῖ μὲν καθό ἐστιν ἐντελεχείᾳ, ἀντικινεῖται δὲ καθό ἐστι καὶ δυνάμει, τουτέστι κινεῖ μὲν κατὰ τὸ εἶδος, ἀντικινεῖται δὲ κατὰ τὴν ὕλην. οὐ πάντα δὲ ἁπλῶς τὰ κινοῦντα φυσικῶς ἀντικινεῖται, ἀλλὰ κινεῖ μὲν πάντα, ἀντικινεῖται δὲ μόνα τὰ ἔχοντα κατ’ οὐσίαν καὶ τὸ δυνάμει καὶ τὸ εἶδος. καίτοι δοκεῖ τισιν οὐ τὰ φυσικῶς μόνον κινοῦντα κινεῖσθαι, ἀλλὰ καὶ πάντα ἁπλῶς τὰ κινοῦντα. τοῦτο μὲν δὴ καὶ εἰσαῦθις ἐπισκεψόμεθα, τέως δὲ ἐπανέλθωμεν ἐπὶ τὸν ὁρισμὸν τῆς κινήσεως. ὅταν δή τι ἄλλο ὂν ἐνεργείᾳ δυνάμει ἄλλο ᾖ, ἡ ἐνέργεια αὐτοῦ, ᾗ καθὸ δυνάμει ἐστί, κίνησίς ἐστιν· οὐδὲν γὰρ ἁπλῶς δυνάμει ὂν μόνον, ἐνεργείᾳ δὲ οὐδὲν ἂν κινηθείη ποτ’ ἄν. διὰ τοῦτο οὐδὲ ἡ ὕλη κινεῖται καθ’ ἑαυτήν, ὅτι μηδὲ ἔστι καθ’ ἑαυτὴν ἐνεργείᾳ. δεῖ οὖν ἐνεργείᾳ τι εἶναι καὶ ἐνεργεῖν οὐ καθό τί ἐστιν, ἀλλὰ καθὸ δύναται εἶναι ἄλλο τι, λέγω δὲ τὸ ‘καθὸ δύναται’ τοῦτον τὸν τρόπον· ἔστι γὰρ ὁ χαλκὸς δυνάμει ἀνδριάς, ἀλλ’ ὅμως οὐχ ἡ τοῦ χαλκοῦ ἐντελέχεια, ᾗ χαλκός, κίνησίς ἐστιν (ἠρεμεῖ γὰρ καθὸ χαλκός), ἀλλ’ ἡ τοῦ δυνάμει αὐτῷ προσόντος, ὑπάρχει δὲ αὐτῷ δυνάμει τὸ ἀνδριάντι γενέσθαι, ἡ δὴ τούτου ἐνέργεια κίνησίς ἐστιν. οὐδὲν δὲ κωλύει καθὸ μὲν χαλκός ἐστιν, ἠρεμεῖν, καθὸ δὲ δυνάμει ἀνδριάς, κατὰ τοῦτο κινεῖσθαι· οὐ γὰρ ταὐτὸν ἁπλῶς χαλκῷ τε εἶναι καὶ δυνάμει ἀνδριάντι·3 ἦν γὰρ ἂν καὶ τῷ λόγῳ ταὐτόν, νῦν δὲ ἕτερα ταῦτα κατὰ τὸν λόγον, εἰ καὶ κατὰ τὸ ὑποκείμενον ἕν. καὶ τοῦτο δέδεικται μέν, οὐδὲν δὲ κωλύει καὶ νῦν ἔτι σαφέστερον ἐπιδεῖξαι. οὐκ ἔστι ταὐτὸν τῷ λόγῳ σώματί τε εἶναι καὶ δύνασθαι ὑγιαίνειν ἢ καὶ δύνασθαι νοσεῖν· τὸ μὲν γὰρ σῶμα ἓν καὶ ταὐτὸν ἑαυτῷ, τὸ δὲ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι νοσεῖν οὐ μόνον ἕτερα ἀλλήλων, ἀλλὰ καὶ ἐναντία· καὶ γὰρ αἱ ἐνέργειαι αὐτῶν ἐναντίαι. εἰ δὲ ταὐτὸν ἦν τὸ σῶμα ταῖς δυνάμεσιν, ἦσαν ἂν αἱ αὐταὶ καὶ αἱ δυνάμεις ἀλλήλαις. πάλιν οὐκ ἔστι ταὐτὸν τῷ λόγῳ χρώματί τε εἶναι καὶ ὁρατῷ εἶναι (χρῶμα μὲν γάρ ἐστι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὁρατὸν δὲ τὸ συμβεβηκὸς τῷ χρώματι ἢ ὃ οἷόν τε ὁραθῆναι † καὶ τὸ ὁρατόν) οὐδὲ μὴν ψόφῳ καὶ ἀκουστῷ οὐδὲ δὴ θερμῷ καὶ ἁπτῷ· οὐδὲ ἁπλῶς τῷ κατ’ ἐνέργειαν ὄντι τὰ δυνάμει αὐτῷ προσόντα. δῆλον οὖν ὡς οὐδὲν ψεῦδος, οὐδὲ ταὐτὸν ἄρα ἠρεμεῖν μὲν καθό ἐστιν ἐνεργείᾳ, κινεῖσθαι δὲ καθό ἐστι καὶ δυνάμει. ὅτι δέ ἐστι τοιαύτη τις ἐνέργεια σῴζουσα τὸ δυνάμει, δῆλον ἐντεῦθεν. ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν καθὸ δύναται, ὁτὲ δὲ μηδέ πω, οἷον τὸ οἰκοδομητὸν ὅ ἐστι δυνάμει, ποτὲ μὲν ἐνεργεῖν ὡς οἰκοδομητόν, ὅταν οἰκοδομῆται, ποτὲ δ’ οὔ, οἷον εἰ κέοιντο ἁπλῶς οἱ λίθοι καὶ ὁ πηλὸς μηδέπω κινούμενοι ὑπὸ τοῦ τεχνίτου. ἔστιν οὖν τις αὐτοῦ ἐνέργεια ἡ φυλάσσουσα αὐτὸ οἰκοδομητὸν ἔτι. αὕτη δέ ἐστιν οἰκοδόμησις· εἰ γὰρ μὴ αὕτη, τίς ἄλλη; οὐ γὰρ δὴ τὴν οἰκίαν εἴποι τις ἄν· οὐ γὰρ ἔτι οἰκοδομητὸν αὕτη λαβοῦσά γε ἅπαξ τὴν μορφήν, ἡ δὲ οἰκοδόμησις σῳζομένου τοῦ οἰκοδομητοῦ γίνεται. ὥστε αὕτη ἐστὶν ἡ ἐνέργεια τοῦ οἰκοδομητοῦ. ἀλλ’ αὕτη ἡ ἐνέργεια κίνησις. οὔτε οὖν πρότερον, ἡνίκα μόνον οἰκοδομητὸν ἦν, ἐκινεῖτο οὔτε ὕστερον ἡνίκα ᾠκοδομήθη, ἀλλ’ ἐν τῷ μεταξὺ χρόνῳ, ἡνίκα ἐκ τοῦ δυνάμει ἐπὶ τὴν ἐντελέχειαν ἐπορεύετο.
另一方面,既然某些事物在潜能上和在完全现实态上是同一的(例如水在完全现实态上是热的,但在潜能上是冷的),但不是在同时也不是就同一方面而言;因为若就同一方面而言,则不是在同时——因为不可能在潜能上和在现实活动上都是热的;而若在同时,则不是就同一方面而言,而是在潜能上为冷,在现实活动上为热。因此,既然某些事物是如此这般的,许多事物便会出现彼此之间同时推动且被推动、作用且被作用的情况;例如锯子既会锯割又会被磨钝,但不是依凭同一方面也不是在同时,而是依凭形式锯割,依凭质料被磨钝。因为被磨钝的是铁,而进行锯割的不是铁而是形态。火也同时加热被加热之物,并被其冷却;但它是就其现实活动为热而言加热,就其潜能上为冷而言被冷却。因为绝对而言,一切既在潜能上又在完全现实态上存在、且自然地推动的事物,都会被受动者反向推动;但它是就其在完全现实态而言推动,就其同时在潜能而言被反向推动,也就是说,它依凭形式推动,依凭质料被反向推动。然而,并非所有自然地推动的事物都绝对地被反向推动,而是一切事物都推动,唯有在实体上兼具潜能与形式的事物才被反向推动。尽管在某些人看来,不仅自然地推动的事物被推动,而且绝对所有推动者都被推动。关于这一点我们日后将予以考察,眼下且让我们回到运动的定义上来。 因此,当某物在现实活动中是此物,而在潜能上是彼物时,它就其处于潜能而言的现实活动就是运动;因为绝对没有任何仅处于潜能而在现实活动中什么也不是的事物能够在任何时候被运动。正因如此,质料自身也不运动,因为它自身甚至在现实活动中并不存在。因此,必须某物在现实活动中是某种存在,并且其活动不是就其是什么而言,而是就其能够成为另一种存在而言;我所说的“就其能够而言”是这样一种方式:青铜在潜能上是雕像,然而并不是青铜作为青铜的完全现实态是运动(因为就它是青铜而言,它是静止的),而是属于它的潜能的完全现实态——而属于它的潜能乃是成为雕像——这潜能的现实活动才是运动。青铜就其为青铜而言静止,而就其潜能为雕像而言依此运动,这并没有任何妨碍;因为青铜的存在与潜在雕像的存在绝对不是同一回事;因为若是一样,它们在定义上也就会是同一的,而如今这两者在定义上是不同的,即使在载体上是一体。这一点虽然已经被证明过,但现在更清楚地展示出来也无妨。 在定义上,成为身体与能够健康或能够生病并不是同一回事;因为身体与自身乃是一且相同的,而能够健康与能够生病不仅彼此不同,而且是相互对立的;实际上它们的现实活动也是对立的。如果身体与这些潜能是同一的,那么这些潜能彼此之间也就会是同一的。同样,在定义上,成为颜色与成为可见的并不是同一回事(因为颜色是能够运动现实活动中透明体的东西,而可见之物则是颜色的偶性,或者说是能够被看见的东西);声音与可听之物、热与可触之物也不是同一回事;绝对地说,在现实活动中存在的事物与属于它的潜在之物也不是同一回事。因此显而易见,就其处于现实活动而言静止、就其同时处于潜能而言运动,绝非虚妄,也不是同一回事。 并且,存在某种保持潜能态的此类现实活动,从以下几点是显而易见的。因为每一事物都可能有时就其能够而言进行活动,有时则尚未进行;例如可建造之物(它自身处于潜能中),有时作为可建造之物活动,即当它正在被建造时;有时则不然,例如当石块与泥土仅仅放置在那里、尚未被工匠运动时。因此,存在一种保持它仍为可建造之物的现实活动。而这就是建造活动;因为若非此活动,还能是哪一种呢?因为任何人绝不能说是房屋;因为房屋一旦接受了形态,就不再是可建造之物,而建造活动则是在可建造之物被保持的同时发生的。因此,这便是可建造之物的现实活动。而这种现实活动就是运动。因此,它既不是在先前仅为可建造之物时运动,也不是在后来已经被建成时运动,而是在中间的时间里,即它从潜能走向完全现实态时运动。
- 3.1ἀλλ’ ἡ τοῦ δυνάμει αὐτῷ προσόντος, ὑπάρχει δὲ αὐτῷ δυνάμει τὸ ἀνδριάντι γενέσθαι, ἡ δὴ τούτου ἐνέργεια κίνησίς ἐστιν.
在接续前文 οὐχ ἡ τοῦ χαλκοῦ ἐντελέχεια... ἀλλ’ ἡ... 的对比之后,插入了解释性的分句 ὑπάρχει δὲ αὐτῷ...,随后主句谓语以 ἡ δὴ τούτου ἐνέργεια κίνησίς ἐστιν(“这潜能的现实活动才是运动”)进行复述和再开。最初的 ἀλλ’ ἡ 后面承前省略了名词 ἐντελέχεια,而在再开句中则由同义词 ἐνέργεια 加以复指换用。
- 3.1πᾶν γὰρ ἁπλῶς τὸ δυνάμει τε ὂν καὶ ἐντελεχείᾳ, καὶ κινοῦν φυσικῶς ἀντικινεῖται ὑπὸ τοῦ κινουμένου
主语是 πᾶν... τὸ δυνάμει τε ὂν καὶ ἐντελεχείᾳ,其后的 καὶ κινοῦν 作为分词并列修饰主语(“一切既处于潜能又处于完全现实态、且自然地推动的事物”)。主动词是 ἀντικινεῖται,ὑπὸ τοῦ κινουμένου 表示其施动者。
- 3.1οὐ γὰρ ταὐτὸν ἁπλῶς χαλκῷ τε εἶναι καὶ δυνάμει ἀνδριάντι
这是亚里士多德式的本质表达句式,与格附属于 εἶναι(χαλκῷ εἶναι / δυνάμει ἀνδριάντι [εἶναι],“成为青铜 / 成为潜在的雕像”)。此处省略了冠词 τὸ,不定式短语充当 οὐ ταὐτόν [ἐστι] 的真正主语。
