- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:68.30-70.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌确认了实体、数量、质量和处所诸范畴内的二重对立,将运动定义为“潜在的可运动者就其自身而言的完全现实态”,并将其阐明为在保持潜能态的同时朝向形式这一终极完全现实态迈进的第一完全现实态(即不完全的完全现实态)。
ἔτι πρὸς τούτοις, ὅτι τούτων ἕκαστον ἐν οἷς εἴπομεν εἶναι τὴν κίνησιν, διχῶς ἐστί τι καὶ λέγεται ἢ ὡς ἄμεινον ἢ ὡς φαυλότερον. ἐπὶ μὲν οὖν τῆς οὐσίας τὸ διττὸν τὸ εἶδος καὶ ἡ στέρησις, ἐπὶ δὲ τοῦ ποσοῦ τὸ μὲν τέλειον τὸ δὲ ἀτελές, ἐπὶ δὲ τοῦ ποιοῦ τὸ μὲν μέλαν τὸ δὲ λευκὸν ἢ ἕτερα ἄττα τῶν ἐναντίων, ἐπὶ δὲ τοῦ τόπου τὸ μὲν ἄνω τὸ δὲ κάτω. ἐπεὶ τοίνυν καὶ ἡ κίνησις οὐδὲν ἄλλο παρὰ ταῦτά ἐστιν, εἰκότως καὶ αὐτὴ διττή τις ἂν εἴη καθ’ ἕκαστον γένος. πῶς δὲ ἕξει τοῦτο, ἐν τοῖς ἐφεξῆς ἐροῦμεν· νῦν δὲ ἀποδῶμεν, τί ἐστιν κίνησις, προσχρώμενοι τοῖς ὡρισμένοις. ἔκειτο δὴ πρῶτον ἡμῖν καθ’ ἕκαστον γένος τῶν ὄντων εἶναι, οἷς ἐνυπάρχει καὶ τὸ ἐντελεχείᾳ καὶ τὸ δυνάμει. λέγω τοίνυν κίνησιν εἶναι τὴν τοῦ δυνάμει κινητοῦ ἐντελέχειαν ἢ τοιοῦτον.1 τί οὖν πρόσκειται ‘ἢ τοιοῦτον’; ἵνα ἐντελέχεια γένηται μενούσης ἔτι καὶ σῳζομένης τῆς δυνάμεως, ἧσπερ ἦν ἐντελέχεια· διττὴ γὰρ ἐφ’ ἑκάστου ἡ ἐντελέχεια, οἷον ἐπὶ τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος· ἐντελέχεια γὰρ αὐτοῦ ἐστιν καὶ ὅταν γίνηται ἀνδριάς, ἐντελέχεια καὶ ὅταν γένηται ἤδη. ἀλλ’ αὕτη μὴν ἡ ἐντελέχεια οὐκέτι σῳζομένης ἐστὶ τῆς δυνάμεως2 καθ’ ἣν ἠδύνατο γενέσθαι ἀνδριάς. ἤδη γάρ ἐστιν καὶ οὐκέτι ἔχει τὸ δυνάμει, διὸ καὶ τελειότης οὐ τῆς δυνάμεως αὕτη (πῶς γὰρ ἣν φθείρει;), ἀλλὰ τοῦ πράγματος ἐν ᾧ ἡ δύναμις ἦν. ἡ δὴ πρότερον ῥηθεῖσα ἐντελέχεια καθ’ ἣν ἐγίνετο ἀνδριάς, εἰ τὸ δυνάμει διαφυλάττει τὴν τοιαύτην ἐντελέχειαν, κίνησιν λέγω καὶ τελειότητα τῆς δυνάμεως. πᾶσα γὰρ τελειότης σῴζει ὃ τελειοῖ· ἕως μὲν γὰρ ἡ δύναμις σῴζεται, σῴζεται καὶ ἡ κίνησις, παυσαμένης δὲ παύεται. παύεται δὲ ἡ δύναμις, ἡνίκα ἂν τὸ εἶδος ἐπιγένηται καὶ ἡ μορφή. ἄλλο δὲ ἐν ἑκάστῳ γένει τὸ δυνάμει καὶ καθό ἐστι τὸ δυνάμει, κατὰ τοῦτό ἐστι καὶ ἡ κίνησις, οἷον τοῦ μὲν ἀλλοιωθῆναι δυναμένου καὶ γενέσθαι εἰ τύχοι, μέλανος ἢ λευκοῦ ἡ ἐπὶ τὸ λευκὸν ὁδὸς ἐκ τοῦ μέλανος ἢ ἐπὶ τὸ μέλαν ἐκ τοῦ λευκοῦ. ἀμφοτέρας δὲ τὰς ὁδοὺς ἀλλοίωσιν ὀνομάζω, τοῦ δὲ αὐξηθῆναι δυναμένου ἢ μειωθῆναι αὔξησιν καὶ φθίσιν (οὐ γὰρ ἔχω κοινὸν ὄνομα ἐπ’ ἀμφοῖν ὡς ἐκεῖ τὴν ἀλλοίωσιν), τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσιν καὶ φθοράν, τοῦ δὲ φορητοῦ φοράν· πάλιν γὰρ ἐπὶ τούτου διττὴ μὲν ἡ ὁδός· ἢ γὰρ ἄνω ἢ κάτω, ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἓν δὲ ὄνομα ἐπὶ πασῶν ἡ φορά. διχῶς οὖν ἡ κίνησις καθ’ ἕκαστον γένος· ἔκειτο γὰρ ἡμῖν καὶ τοῦτο διχῶς ἕκαστον τῶν γενῶν λέγεσθαι, ἔκειτο δὲ αὖ πάλιν τὸ μηδὲν εἶναι τὴν κίνησιν παρὰ τὰ πράγματα. ταῦτα μὲν οὖν ἐκ τῶν προδιωρισμένων. ὅτι δὲ τοιοῦτόν ἐστιν ἡ κίνησις, δῆλον καὶ ἐξ ἄλλου παραδείγματος. τὸ γὰρ οἰκοδομητὸν ὅταν ἐνεργείᾳ γένηται οἰκοδομούμενον, σῷζον ἔτι καὶ τὸ δυνάμει, τότε κινεῖται, ὡς ὅταν γε οἰκοδομηθῇ παντελῶς, οὔτε τὸ δυνάμει σῴζει λοιπὸν οὔτε κινεῖται. εἰ οὖν ἡ τοῦ οἰκοδομητοῦ ἐντελέχεια μένοντος οἰκοδομητοῦ οἰκοδόμησίς ἐστιν, ἡ δὲ οἰκοδόμησις κίνησις, ἡ τοῦ οἰκοδομητοῦ ἄρα ὡς οἰκοδομητοῦ ἐντελέχεια κίνησίς ἐστι καὶ ἡ τοῦ αὐξητοῦ ἄρα ὡς αὐξητοῦ καὶ ἡ τοῦ φορητοῦ ὡς φορητοῦ. ἔστι δὴ καὶ μεταλαμβάνοντα εἰπεῖν κίνησιν εἶναι τὴν τοῦ δυνάμει ὄντος πρώτην ἐντελέχειαν· ὑστάτη μὲν γὰρ ἡ εἰς τὸ εἶδος μεταβολὴ ἐν ᾧ ἠρεμεῖ λοιπόν, πρώτη δὲ ἡ ἐπ’ ἐκεῖνο πορεία ἥτις ἔτι κίνησίς ἐστιν. ἀλλ’ ἐπειδὴ καὶ τὸ εἶδος ἐντελέχειαν λέγομεν τὴν κυρίως τε καὶ ἁπλῶς, δῆλον ὡς ἡ ἐπὶ τὸ εἶδος πορεία ἐστὶν ἐπ’ ἐντελέχειαν τὴν κυρίως τε καὶ ἁπλῶς. οὐκοῦν οὐδὲ ἁπλῶς ἐντελέχεια. πῶς γὰρ ἡ ἐπὶ τὴν τοσαύτην πορευομένη ἀλλ’ ἀτελὴς ἐντελέχεια;3 οὕτως οὖν ἡ κίνησις ἐντελέχεια οὐχ ὡς κυρίως οὐδὲ ἁπλῶς, ἀλλ’ ὡς ἀτελής. οὐ μὴν καὶ ἐνέργεια ἀτελής, ἀλλ’ ὡς ἐνέργεια τέλειος.
除这些之外还有这一点:在我们所说运动存在的这些事物中,每一者都有两种存在和被述说的方式,要么作为较优者,要么作为较劣者。在实体上,二重性是形式与缺失;在数量上,是完全者与不完全者;在质量上,是黑与白,或某种其他的对立者;在处所上,是上与下。因此,既然运动除这些之外别无他物,运动本身在每个属中自然也会是双重的。这究竟如何,我们在下文中将予说明;但现在让我们利用已确定的定义来阐明运动是什么。 首先,对我们来说已经确立的是:在存在者的每个属中,都有兼具完全现实态与潜能态的事物。因此我说,运动是潜在的可运动者就其自身而言的完全现实态。那么,为什么要附加上“就其自身而言”呢?是为了当潜能态——这正是其完全现实态所属的潜能态——仍然存留并被保持时,它成为完全现实态。因为在每一事物中完全现实态都是双重的,例如在潜在为雕像的青铜中:它正在成为雕像时是它的完全现实态,已经成为雕像时也是它的完全现实态。但这后一种完全现实态,是在使其能够成为雕像的潜能态不再被保持时的完全现实态;因为它已经存在并且不再拥有潜能,因此这并不是潜能态的完善(因为它怎能是其所毁灭者的完善呢?),而是潜能所在的那个事物的完善。至于前面说到的青铜正在成为雕像所依据的那种完全现实态,如果潜能态保持着这样的完全现实态,我便称之为运动和潜能态的完善。因为一切完善都保持着它所完善的东西;只要潜能态被保持,运动也被保持,但当潜能态停止时,运动也停止。而潜能态在形式与形态降临之时停止。 在每个属中,潜在之物是不同的,并且潜在之物何所是,运动也是依此而定的:例如在能够改变并成为(假定)黑或白的事物中,运动是从黑到白或从白到黑的途径。我将这两条途径都称为“变质”;在能够增长或减少的事物中,称为“增长”与“减少”(因为我没有一个适用于两者的共同名称,如那里的“变质”);在能够生成与毁灭的事物中,称为“生成”与“毁灭”;在能够移动的事物中,称为“位置移动”;因为在此情况下途径再次是双重的:要么向上要么向下,要么向前要么向后,要么向右要么向左,但适用于所有这些的名称只有一个,即“位置移动”。因此,运动在每个属中都是双重的;因为我们既确立了每个属都以两种方式被述说,又确立了运动离开具体事物便什么也不是。这些便是从预先确定的前提中得出的结论。 运动是如此这般的东西,从另一个例子中也很显然。因为可建造之物在现实活动中成为正在被建造之物时,仍保持着潜能态,此时它处于运动之中;而当它被完全建好时,它既不再保持其潜能态,也不再处于运动之中。因此,如果可建造之物在保持为可建造之物时的完全现实态是建造活动,而建造活动是运动,那么可建造之物作为可建造之物的完全现实态就是运动,因而可增长之物作为可增长之物的完全现实态、以及可移动之物作为可移动之物的完全现实态也是运动。 因此,改变一下说法也可以说:运动是潜在存在者的第一完全现实态;因为最后的完全现实态是进入形式的变化,在其中事物从此静止,而第一完全现实态则是朝向那形式的过程,这依然是运动。但是,既然我们也把形式称为本义且绝对的完全现实态,显然朝向形式的过程乃是朝向本义且绝对的完全现实态的过程。因此它绝非绝对的完全现实态。因为朝向如此卓越的完全现实态前进的过程,怎能不是不完全的完全现实态呢?因此,运动作为完全现实态,不是本义的也不是绝对的,而是作为不完全的。然而它并非不完全的现实活动,而作为现实活动它是完全的。
- 3.1ἢ τοιοῦτον
对应于亚里士多德原著(Phys. 201a10-11)中的短语“ᾗ τοιοῦτον”(就其自身而言/就其为此而言)。在此处文本中传抄作“ἢ τοιοῦτον”,但特米斯提乌在语境中明确将其作为限定词“就其为如此而言”来解读和阐发。
- 3.1ἡ δὴ πρότερον ῥηθεῖσα ἐντελέχεια καθ’ ἣν ἐγίνετο ἀνδριάς, εἰ τὸ δυνάμει διαφυλάττει τὴν τοιαύτην ἐντελέχειαν, κίνησιν λέγω καὶ τελειότητα τῆς δυνάμεως.
句首的“ἡ δὴ πρότερον ῥηθεῖσα ἐντελέχεια...”采取了主格形式,但作为主句动词“λέγω”(我说/称为)的支配对象,属于悬空主格(nominativus pendens),用作话题化。在句意上相当于“至于前面提到的完全现实态……我称之为运动和潜能态的完善”。
- 3.1πῶς γὰρ ἡ ἐπὶ τὴν τοσαύτην πορευομένη ἀλλ’ ἀτελὴς ἐντελέχεια;
带省略的反问句。其完整骨架相当于“πῶς γὰρ [ἂν εἴη] ἡ ἐπὶ τὴν τοσαύτην πορευομένη [ἄλλο τι] ἀλλ’ [ἢ] ἀτελὴς ἐντελέχεια;”,省略了系词以及在“ἀλλ'”之前的排除式表达(ἄλλο τι... ἤ),意为“朝向如此卓越之完全现实态前进的过程,怎能不是不完全的完全现实态呢?”。
