- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:5.30-7.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯指出了关于部分与整体疑难的解决方式,论证了将存在假定为不可分之物(点)或同义词之“一”的荒谬性,并在述说中面对“一与多”的疑难时,排除了早期思想家(吕科弗隆、柏拉图)的权宜之计,通过区分基质与定义以及现实与潜在确立了矛盾的避免。
κἂν ἐπὶ τῶν ἐκ διωρισμένων δὲ μερῶν ἐρωτήσῃς τὸν λόγον, τὰ αὐτὰ ἄπορα ἀπαντήσεται οἷον οἰκίας ἢ χοροῦ. λέγεται δὲ ἡ λύσις ἐν ἄλλοις· οὐ γὰρ ἀληθές, εἰ κατ’ ἰδίαν ἕκαστον τῶν μερῶν λαμβανόμενον ἄλλο τοῦ ὅλου,1 διὰ τοῦτο καὶ πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου· τὰ γὰρ πάντα ἑκάστου τῶν ἐν αὐτοῖς ἕτερα, τὰ πάντα δὲ ἦν τὸ ὅλον. εἶεν. ἀλλ’ ὡς μὲν συνεχὲς διὰ ταῦτα οὐκ ἐροῦσιν ἓν εἶναι τὸ ὄν, ὡς δὲ ἀδιαίρετον ἴσως. μονὰς οὖν ἢ σημεῖον ἔσται πάντα τὰ ὄντα γῆ θάλαττα οὐρανός, οὗ τί γένοιτ’ ἂν ἀποπληκτότερον;2 πῶς δὲ ἐν σημείῳ ποιότητα ἀπολείψουσιν; οὔτε γὰρ σχῆμα οὔτε πάθος ἐν τῷ ἀμερεῖ. φροῦδον δὲ αὐτοῖς ἔσται καὶ τὸ ποσόν· οὐ γὰρ ποσὸν τὸ σημεῖον, ἀλλὰ πέρας ποσοῦ καὶ οὔτε ἄπειρον οὔτε πεπερασμένον τὸ ὄν. ἀλλὰ ταῦτά γε αὐτοὶ κατηγοροῦσι τοῦ ὄντος. ἔτι τὸ πέρας ἀδιαίρετον, οὐ τὸ πεπερασμένον ἐστίν· εἰ δὲ ὡς πέρας ἀδιαίρετον τὸ ὄν, δηλονότι καὶ οὗ πέρας ἐστί, καὶ ἐκεῖνο συνεισαχθήσεται· πρός τι γὰρ τὸ πέρας καὶ ἀεὶ σὺν ἄλλῳ. ἀλλὰ μὴν εἰ ὡς μέθυ καὶ οἶνος ἓν τὰ πάντα ἐστί, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται παρ’ αὐτοῖς κατὰ τὸν λόγον τῆς οὐσίας φυτὸν ἄνθρωπος πτηνὸν τὸ ἀγαθὸν τὸ κακόν, ἁπλῶς τἀναντία. συναληθεύει δὲ οὕτως καὶ ἡ ἀντίφασις· εἰ γὰρ ταὐτόν ἐστι τὸ λευκὸν εἶναι καὶ μέλαν εἶναι, ταὐτὸν ἔσται λευκόν τε καὶ οὐ λευκόν· τὸ γὰρ μέλαν ἦν οὐ λευκόν. εἰ δὲ ταὐτόν ἐστιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, διὰ τί καὶ τὸ ὂν οὐκ ἐροῦσι μὴ ὂν καὶ τὸ ἓν οὐχ ἕν, καὶ οὕτως ἀτοπώτερόν τι νεανιεύσονται, οὐχ ἓν εἶναι τὸ ἓν ἀλλὰ μηδὲν ὅλως τιθέμενοι; ἐὰν δὲ δὴ λέγωμεν οὕτως, ‘Σωκράτης φιλόσοφός ἐστιν’, ‘Σωκράτης δίπηχύς ἐστιν’, ἆρα ταὐτὸν ἐν ἀμφοτέροιν τοῖν λόγοιν σημαίνομεν; ἦ πολὺς ὁ γέλως ταὐτὸν τῷ ποσῷ τὸ ποιὸν ὑπολαμβάνειν κατὰ τὸν λόγον. εἰ οὖν τις ἔροιτο ἡμᾶς ‘καθ’ ὑμᾶς δὲ πῶς ἔσται ἓν ὁ Σωκράτης, ὅταν λέγητε αὐτὸν καὶ σιμὸν καὶ δίπηχυν καὶ φιλόσοφον· οὐ γὰρ δὴ πλῆθος ἔσται ὑμῖν ὁ Σωκράτης ἁπλῶς, τὸ δὲ ἓν αὐτοῦ παντελῶς ἀφαιρήσεσθε, ἀλλὰ δώσετε καὶ ἕνα τὸν Σωκράτην καὶ πολλοὺς εἶναι’, πῶς οὐκ ἀντιστρέψει καὶ καθ’ ἡμῶν ὁ ἐκ τῆς ἀντιφάσεως ἔλεγχος; ταὐτὸν γὰρ καὶ οὕτως ἕν τε καὶ οὐχ ἓν ἅμα γενήσεται. οὗτος ὁ λόγος Λυκόφρονα μὲν καὶ τοὺς ὕστερον τῶν ἀρχαίων οὕτως διεθορύβησεν, ὥστε Λυκόφρων μὲν ὑπολαμβάνων ὧν τὸ ἔστι κατηγορεῖται, ταῦτα εἶναι μόνα, τῆς μὲν οὐσίας τὸ ἔστι κατηγόρει οἷον ‘Σωκράτης ἐστίν’. εἰ δέ τι τῶν συμβεβηκότων κατ’ αὐτοῦ λέγοιτο, ἵνα μὴ πολλὰ γένοιτο ὁ Σωκράτης,〈οὐκέτι τὸ ἔστι τῶν συμβεβηκότων προσκατηγόρει· οὐ γὰρ ἔλεγε ‘Σωκράτης λευκός ἐστιν’ ἢ ‘Σωκράτης δίπηχύς ἐστιν’, ἀλλ’ ἁπλῶς ‘Σωκράτης〉 λευκός τε καὶ δίπηχυς’, κακῷ τὸ κακὸν ἰώμενος· πρότασιν γὰρ ἀνῄρει καὶ ἀποφαντικὸν λόγον. Πλάτων δὲ μετερρύθμιζε τὸν λόγον ἀντὶ τοῦ ‘λευκός ἐστιν’ λέγων ‘λελεύκωται’. ἡμεῖς δέ φαμεν ταὐτὸν εἶναι δύνασθαι ἕν τε καὶ οὐχ ἕν, ἀλλ’ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα. τοῦτο μὲν γὰρ ἀμήχανόν πῶς, ἐκεῖνο δὲ ἀληθές τε καὶ δυνατόν, τὸν αὐτὸν τοῦτον Σωκράτην ἓν μὲν εἶναι κατὰ τὸ ὑποκείμενον, πλείω δὲ κατὰ τὸν λόγον·3 ἄλλος γὰρ λόγος μουσικὸν αὐτὸν εἶναι καὶ ἄλλος δίπηχυν. οὐκ ἀντιφάσεις οὖν ταῦτα, ὥστε μάτην ἐθορυβοῦντο, καὶ ἐπὶ τῆς τοῦ συνεχοῦς διαιρέσεως ταύτῃ· εἰ μὲν γὰρ δὴ καὶ ἐνεδίδοσαν καὶ ταὐτὸν ὡμολόγουν ἕν τε καὶ πολλὰ εἶναι, ἀλλ’ ἓν μὲν ἔστω καὶ πολλά, οὐχ ἅμα δέ, οὐδὲ κατὰ ταὐτὸν τὰ ἀντικείμενα, ἀλλ’ ἐνεργείᾳ μὲν ἓν δυνάμει δὲ πολλά, ὥσπερ εἰ λέγοιμι τὸν πυρὸν δυνάμει μὲν εἶναι στάχυν ἐνεργείᾳ δὲ μή· ταῦτα γὰρ οὐκ ἔστιν ἀντίφασις, εἰ μεμνήμεθα τῶν διορισμῶν οἷς χρώμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις.
即使你在由彼此区分的部分构成的事物(如房屋或合唱队)上询问这一道理,也会遇到相同的疑难。但解决之道已在别处言明:因为并不是说,如果每个部分单独被取用时与整体相异,因此所有部分同时被取用时也与整体相异;因为所有的部分与它们之中的每一个相异,但所有的部分本身即是整体。诚然如此。然而,由于这些原因,他们不会说存在作为连续之物为一,但或许会说是作为不可分之物为一。那么,一切存在之物——大地、海洋、天空——都将是一个单子或一个点,世上还有比这更荒诞的吗?他们又如何在点中保留性质呢?因为在不可分之物中既无形状亦无受动。分量在他们那里也将化为乌有;因为点不是分量,而是分量的界限,存在也将既非无限亦非有限。然而,这些正是他们自己用来述说存在的。此外,界限是不可分的,而被限定者则不是;如果存在作为界限是不可分的,显然它作为其界限的那个东西也将随之一并被引入;因为界限是相对之物,且总是与另一物共存。再者,如果万物如醪与酒那样为一,他们便落入了赫拉克利特的学说之中;因为在他们看来,植物、人、飞禽、善、恶,简言之,对立之物在实体的定义上都将是同一的。这样一来,矛盾双方也将同时为真;因为如果白的存在与黑的存在是同一的,白与非白也将是同一的;因为黑曾是非白。如果肯定与否定是同一的,他们为何又不称存在为非存在、称一为非一,并以此做出更为荒唐的放肆举动,设定一并非是一而是完全空无呢?如果我们确实这样说:“苏格拉底是哲学家”,“苏格拉底长两肘”,我们在两个言明中指的是同一事物吗?在定义上把性质与分量视为同一,委实是极其可笑的。因此,如果有人问我们:“但在你们看来,当你们说苏格拉底既是塌鼻的、又是长两肘的、还是哲学家时,苏格拉底又如何为一呢?因为对你们而言苏格拉底绝不单纯是多数,你们也不会完全剥夺他的一,而是会承认苏格拉底既是一又是多”,源于矛盾的驳斥难道不会同样反转过来针对我们吗?因为即便这样,同一事物也将同时变成既是一又非一。这一论证曾使吕科弗隆和古人中后来的学者如此困扰,以至于吕科弗隆认为凡是被述说“是”者才是唯一存在之物,便把“是”述说于实体上,如“苏格拉底是”。但如果有任何偶性关于他被言说,为了不使苏格拉底变成多数,[他不再把“是”追加述说于偶性上;因为他不说“苏格拉底是白的”或“苏格拉底是长两肘的”,而只说“苏格拉底]白且长两肘”,以恶治恶;因为他取消了前提和断言性命题。而柏拉图则重构了这一表达,不说“是白的”,而说“被变白了”。但我们主张,同一事物能够既是一又非一,但不是在同一方面,也不是在同一时间。因为后者固然绝无可能,前者却是真实且可能的:这同一个苏格拉底在基质上是一,在定义上却是多;因为他是通晓音乐的定义是一回事,而他是长两肘的定义则是另一回事。因此,这些并不是矛盾,以至于他们是徒然困扰;而在连续之物的分割上也是依此理:因为即使他们让步并承认同一事物既是一又是多,但姑且让它既是一又是多,却不是在同一时间,相反之物也不是在同一方面,而是在现实上为一、在潜在上为多,正如我要说麦粒在潜在上是麦穗而在现实上不是;因为如果我们牢记我们用来对付诡辩干扰的那些界定,这些便不是矛盾。
- 1.2οὐ γὰρ ἀληθές, εἰ κατ’ ἰδίαν ἕκαστον τῶν μερῶν λαμβανόμενον ἄλλο τοῦ ὅλου, διὰ τοῦτο καὶ πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου
句法骨架为 οὐκ ἀληθές [ἐστι],其主语由 εἰ 引导的从句及与其相应的 διὰ τοῦτο 加不定词短语 πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου 构成,意为“即便各部分个别被取用时与整体相异,因此所有部分同时被取用时也与整体相异,这一说法并非真实”。
- 1.2οὗ τί γένοιτ’ ἂν ἀποπληκτότερον
οὗ 为中性单数属格关系代词,先行词为前述命题(万物为一个点或单子),在比较级 ἀποπληκτότερον 中作比较属格,构成修辞反问:“世上还有比这更荒谬的吗?”
- 1.2πλείω δὲ κατὰ τὸν λόγον
与 κατὰ τὸ ὑποκείμενον(在基质上)相对,κατὰ τὸν λόγον 意为“在定义上”或“在言明上”。它表达了亚里士多德主义的经典区分:当单一主体(苏格拉底)承载不同属性时,作为实体或底层基质它是一,而在其属性的本质定义上则是多。
