← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§67.2-68.30

运动探究的必要性与定义的预备前提

德米斯蒂乌斯转向探究包含在自然定义中的运动,指出探讨与运动紧密相关的连续、无限、处所、时间和虚空的必要性,随后为运动的定义确立了三条预备前提:现实态与潜能态的区分、关系范畴中的施动与受动,以及运动的不分离性及其跨范畴的多义性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#1

1. Ἐπεὶ δὲ τὴν φύσιν ὡρισάμεθα ἀρχὴν κινήσεως καὶ μεταβολῆς, δεῖ μὴ λανθάνειν τί ἐστιν κίνησις· ἀναγκαῖον γὰρ ἀγνοοῦντας αὐτὴν ἀγνοεῖν καὶ τὸν λόγον τῆς φύσεως. ὥσπερ δὲ, ὅτι κίνησις τῷ λόγῳ τῆς φύσεως ἐμπεριέχεται, ἀναγκαῖος ὁ λόγος ὁ περὶ αὐτῆς, οὕτως εἴ τι τῷ περὶ κινήσεως ὁρισμῷ εὑρίσκοιτο ἐμφαινόμενον, ἐφεξῆς καὶ περὶ τούτου διαλεκτέον. ἐμφαίνεται δὲ εὐθὺς τῷ τῆς κινήσεως λόγῳ τὸ συνεχές, τούτῳ δὲ πάλιν τὸ ἄπειρον· τὴν μὲν γὰρ κίνησιν τῶν συνεχῶν εἶναί φαμεν ὁριζόμενοι δὲ τὸ συνεχὲς ἔσθ’ ὅτε συγχρώμεθα τῷ ἀπείρῳ· λόγος γάρ τις καὶ οὗτος τοῦ συνεχοῦς ‘συνεχές ἐστι τὸ εἰς ἄπειρα διαιρετόν’, ὥστε πρώτως ἂν ὑπάρχοι τὸ ἄπειρον τῷ συνεχεῖ ποσῷ καὶ οὐ τῷ διωρισμένῳ· τοῦ μὲν γὰρ συμπληροῖ τὸν ὁρισμόν, τοῦ δὲ οὐδαμῶς. ὁ μὲν δὴ τοῦ ἀπείρου λόγος οὕτως ἔχεται τοῦ περὶ κινήσεως ἐφεξῆς, ἀλλὰ καὶ ὁ περὶ τόπου 〈καὶ ὁ περὶ χρόνου〉 καὶ ὁ περὶ κενοῦ· τὰ μὲν γὰρ ἀναγκαίως ὑπάρχει κινήσει τόπος καὶ χρόνος, τὸ κενὸν δὲ οἱ φυσικοὶ νομίζουσι. σκεπτέον οὖν, εἴτε ὀρθῶς ὑπολαμβάνουσιν εἴτε μή. ἀλλὰ καὶ κοινὰ τοῖς φυσικοῖς σώμασι ταῦτα ἡ κίνησις ὁ τόπος ὁ χρόνος· ἔφην δὲ καὶ ἀρχόμενος ἐπιστημονικώτερον εἶναι τῶν ἰδίων ἑκάστου τὰ κοινὰ πρότερα θεωρεῖν. Λέγομεν δὴ περὶ κινήσεως πρῶτον ὅσα χρήσιμα πρὸς τὸν λόγον αὐτῆς ὑπειπόντες. τῶν ὄντων τὰ μὲν ἐντελεχείᾳ μόνον, οἷον τὰ ἄυλα εἴδη καὶ πρῶτα· οὐδὲν γὰρ ἄλλο γενέσθαι δυνατὸν παρ’ ἅ ποτέ ἐστιν ἐξ ἀρχῆς· τὰ δὲ ἐντελεχείᾳ τε καὶ δυνάμει, οἷον τὰ σύνθετα ἐξ ὕλης καὶ εἴδους, ἐντελεχείᾳ μὲν ὅτι ἔχει τινὰ ἤδη μορφήν, δυνάμει δὲ ὅτι καὶ ἑτέραν οἷά τε δέξασθαι· τὸ δὲ αἰθέριον σῶμα κατὰ μὲν τὴν οὐσίαν ἐντελεχείᾳ μόνον ἐστίν (οὐ γὰρ ἄν μεταβάλλοι ποτὲ κατ’ οὐσίαν), μετέχει δὲ πως καὶ τοῦ δυνάμει διὰ τὴν κίνησιν τὴν τοπικήν· οὐ γὰρ πανταχοῦ ἅμα ἐστίν. ὅσα δὲ ἐντελεχείᾳ ἐστίν, ἢ ὡς οὐσίαι εἰσὶν ἢ ὡς ποσὰ ἢ ὡς ποιὰ ἢ ὥς τις ἄλλη κατηγορία. εἶεν. τοῦτο μὲν δὴ κείσθω χωρὶς λόγου1 τὸ εἶναί τινα τῶν ὄντων ἔχοντα καὶ τὸ δυνάμει. Πάλιν δὲ ἕτερον δεύτερον καὶ οὐδὲν ἔλαττον ἐναργές. φημὶ γὰρ τοῦ πρός τι μὴ μόνον εἶναι τὸ καθ’ ὑπεροχὴν καὶ κατ’ ἔλλειψιν, τὸ ἄνισον καὶ τὸ μεῖζον ἢ μικρότερον, ἀλλ’ εἶναι πολλὰ μὲν καὶ ἕτερα εἴδη τοῦ πρός τι, τὸ καθ’ ὁμοιότητα τὸ κατ’ ἰσότητα καὶ πολλὰ ἕτερα, εἶναι δ’ οὖν καὶ τὸ ποιητικὸν καὶ τὸ παθητικὸν τοῦ πρός τι·2 λέγεται γὰρ πρὸς ἄλληλα φανερῶς, ὥστε καὶ τὸ κινητικὸν πρὸς τὸ κινητὸν καὶ τοῦτο αὖ πρὸς ἐκεῖνο. ἔστω οὖν ἡμῖν καὶ τοῦτο εὐπρεπὲς τὸ λέγεσθαι ταῦτα πρὸς ἄλληλα. Τρίτον πρὸς τούτοις, ὅτι ἡ κίνησις ἐν τοῖς κινοῦσι καὶ κινουμένοις καὶ οὐ καθ’ αὑτὸ οὐδὲ χωριστόν. εἰ δὲ ἐν τοῖς κινοῦσιν καὶ κινουμένοις, δηλονότι τοσαυταχῶς ἄν εἴη κίνησις, ὁσαχῶς ἂν κινῆται καὶ μεταβάλλῃ τὰ κινούμενα, μεταβάλλει δὲ ἢ κατ’ οὐσίαν ἢ κατὰ ποιότητα ἢ κατὰ ποσὸν ἢ κατὰ τόπον. πολλαχῶς οὖν ἡ κίνησις. εἰ μὲν γὰρ ἦν τι κοινὸν γένος τῶν εἰρημένων κατηγοριῶν ἐν αἷς ἡ κίνησις, ἐξ ἀνάγκης ἄν καὶ ἡ κίνησις ἦν πρῶτον ἐν ἐκείνῳ τῷ γένει καὶ οὐκ ἂν ἐλέγετο πολλαχῶς, ἀλλ’ ὥσπερ ἐκεῖνο γένος ὑπῆρχε τῶν τεσσάρων κατηγοριῶν, οὕτω καὶ ἡ κίνησις ἀεὶ ἡ ἐν ἐκείνῳ γένος ἂν ἦν τῶν κινήσεων τῶν ἐν ταῖς ὑπ’ ἐκεῖνο τὸ γένος. νῦν δὲ ὡσαύτως ἕξει ἡ κίνησις, ὥσπερ ἔχει τὰ πράγματα ἐν οἷς ἐστιν. ἐπεὶ οὖν διαφέροντες οἱ λόγοι τῶν προειρημένων γενῶν, διαφέροντες καὶ οἱ λόγοι τῶν κινήσεων, ὥστε εἰ καὶ ἕνα ὁρισμὸν ἐπιχειροίημεν τῆς κινήσεως ἀποδιδόναι, ἰστέον ὅτι καὶ αὐτός ἐστι τῶν πολλαχῶς λεγομένων.3 Κείσθω δὴ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις τὴν κίνησιν εἶναι τῶν πολλαχῶς λεγομένων.

1. 既然我们将自然定义为运动和变化的始基,我们便不可忽略运动是什么;因为不了解运动的人,必然也不了解自然的定义。而且,正如由于运动包含在自然的定义中,因而关于运动的论述是必然的,同样地,如果在运动的定义中发现有显现出来的东西,也必须依序对它加以讨论。在运动的定义中立刻显现出“连续之物”,而在其中又显现出“无限之物”;因为我们说运动属于连续之物,并且在定义连续之物时,我们有时也兼用无限;因为这也是关于连续之物的一种定义,即“连续之物是可分至无限者”,以至于无限将主要属于连续的数量,而不属于分离的数量;因为对于前者它完善了其定义,但对于后者则绝非如此。因此,关于无限的论述就是这样依序与关于运动的论述相联结的,但关于处所、〈关于时间〉以及关于虚空的论述也是如此;因为处所和时间出于必然性而属于运动,而自然哲学家们认为虚空也是如此。因此必须考察他们认为得正确与否。而且运动、处所、时间这些东西也是自然物体所共有的;我在卷首也曾说过,在各事物的个别属性之前先考察共同之物是更具科学性的。 因此,在我们预先说明了对于运动的定义有用的所有要点之后,先来讨论运动。在存在者中,有些仅处于完全现实态,例如非质料的原初形式;因为它们不可能变成除其最初所是之外的任何别的东西;而有些则既处于完全现实态又处于潜能态,例如质料与形式的复合物:处于完全现实态是因为它们已经具有某种形态,处于潜能态是因为它们也能够接受另一种形态;以太物体就其实体而言固然仅处于完全现实态(因为它在实体上决不会变化),但在某种程度上由于位置运动也分有了潜能;因为它并非同时无处不在。凡是在完全现实态中的事物,要么作为实体存在,要么作为数量、质量,或者作为某种其他范畴而存在。很好。那么,在存在者中有一些也拥有潜能态这一点,应当作为无可争议的假定被确立下来。 其次是第二点,同样显而易见。因为我断言,属于相对者(关系)的不仅是依过度与不足而言的东西——不等者、较大者或较小者——而且相对者还有许多其他种类,依相似性而言的、依相等性而言的,以及许多其他的种类,并且施动者和受动者当然也属于相对者;因为它们显然是相对于彼此而言的,以至于能推动者相对于可被推动者而言,而后者反过来又相对于前者而言。因此,这些东西是相对于彼此而言的这一点,对于我们来说也应被视为是合理的。 除这些之外的第三点是:运动存在于推动者和被推动者之中,并非自身独立存在亦非分离存在。如果它存在于推动者和被推动者之中,显而易见,被推动者有多少种运动和变化的方式,运动就会有多少种方式;而它们要么在实体上、要么在质量上、要么在数量上、要么在处所上发生变化。因此运动是在多种意义上被述说的。因为如果运动所在的上述范畴有某种共同的属,运动也必然首先存在于那一属之中,并且不会在多种意义上被述说,而是正如那是这四个范畴的属那样,在那一属之中的运动也始终会是处于该属之下的各范畴中的诸运动的属。但事实上,运动的情形将与其所在的事物完全相同。既然上述各属的定义彼此不同,诸运动的定义也彼此不同,因此,即使我们试图给出运动的单一概念定义,也必须知道这定义本身也是在多种意义上被述说的东西之一。因此,在已述诸点之外,运动属于在多种意义上被述说之物这一点,也应当被确立下来。

语法注3 条
  1. 3.1χωρὶς λόγου

    副词性短语,意为“无需争辩地”或“不假思索地”。它修饰动词 κείσθω,表明其后带有冠词的不定式短语 τὸ εἶναί τινα...(“存在者中有一些也拥有潜能态”)是被作为无需证明的前提直接确立下来的。

  2. 3.1εἶναι δ’ οὖν καὶ τὸ ποιητικὸν καὶ τὸ παθητικὸν τοῦ πρός τι

    属格 τοῦ πρός τι 作表语性部分属格,意为“属于相对者(关系范畴)”。它构成了由 φημί 引导的间接陈述中的不定式结构,与前面的 μή μόνον εἶναι... ἀλλ' εἶναι... 相呼应。

  3. 3.1καὶ αὐτός ἐστι τῶν πολλαχῶς λεγομένων

    属格 τῶν πολλαχῶς λεγομένων 作表示所属的表语性属格,意为“它本身也在多种意义上被述说之列”。阳性代词 αὐτός 回指前文的 ὁρισμόν,表明即便给出一个统一定义,该定义本身也属于多义之列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:67.2-68.30