← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§65.1-66.19

数学与自然中的假定必然性及定义的双重性

德米斯蒂乌斯比较了数学推论与自然生成中的假定必然性,指出二者看似颠倒的次序最终皆统一于必然性顺随理性始基的结构,并论证物理学家的定义必须同时包含形式与质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9#2

τὸ δὲ ἐξ ὑποθέσεως ἀναγκαῖόν ἐστί πως καὶ ἐν τοῖς μαθήμασιν· ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται καὶ τὸ συμπέρασμα, οὐ μέντοι, εἰ τὸ συμπέρασμα τοῦτο, ταδὶ πάντως καὶ τὰ λήμματα. δύναται γὰρ ταὐτὸν ἀποδείκνυσθαι διὰ πλειόνων, καθάπερ ἐν τοῖς ἀριθμοῖς· εἰ μὲν ε̄ καὶ ε̄, πάντως ἐξ αὐτῶν τὰ δέκα, εἰ δὲ δέκα, οὐ πάντως ε̄ καὶ ε̄· καὶ γὰρ ἑπτὰ καὶ τρεῖς καὶ ἓξ καὶ τέσσαρες, ὥστε οἷς τεθεῖσιν ἕπεται τὸ συμπέρασμα, ταῦτα οὐχ ἕπεται τεθέντι τῷ συμπεράσματι·1 μὴ ὄντος μέντοι γε ἀναγκαίου τοῦ συμπεράσματος, οὐδὲ αἱ προτάσεις ἔσονται ἀναγκαῖαι. ἆρ’ οὖν ὁμοίως ἔχει ταῦτα τοῖς φυσικοῖς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον; οὐδαμῶς, ἀλλὰ ἡ τάξις ἀντέστραπται· ἐνταῦθα μὲν γὰρ εἰ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, τουτέστιν εἰ τὰ πρῶτα, καὶ τὰ ὕστερον· ἐπὶ δὲ τῶν φύσει τοὔμπαλιν· εἰ γὰρ τὰ ὕστερον, καὶ τὰ πρῶτα· εἰ γὰρ ἡ μορφή, καὶ ἡ ὕλη, ἐπεὶ τά γε ἄλλα ὁμοίως ἔχει· ὡς ἐπὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μὲν ἐδεῖτο τὸ εἶδος τῆς ὕλης, οὐχ εἵπετο δὲ ἐξ ἀνάγκης τῇ ὕλῃ, οὕτως ἐπὶ τῶν συλλογισμῶν ποιοῦσι μὲν ἐξ ἀνάγκης τὸ συμπέρασμα αἱ προτάσεις, ὄντος δὲ οὐκ ἐξ ἀνάγκης ὑπάρχουσιν. ἡ τάξις οὖν ἀνάπαλιν ἔχει, τάχα δὲ οὐδὲ αὕτη.2 σκόπει γάρ· ἐν ταῖς ποιητικαῖς τέχναις ἄλλη μέν ἐστιν τῆς θεωρίας ἀρχὴ κατὰ τὸν λόγον καὶ τὸ οὗ ἕνεκα, ἄλλη δὲ ἡ τῆς πράξεως. ἐπὶ γὰρ τῆς οἰκοδομικῆς τὸ μὲν εἶδος τῆς οἰκίας καὶ ὁ λόγος ἀρχὴ τῆς θεωρίας ἐστὶν καὶ οἱ θεμέλιοι δὲ τῆς πράξεως. ὅπου δὲ οὐκ ἔστι ποίησις οὐδὲ τάξις, ἐνταῦθα ἀκόλουθον μίαν ὑπολείπεσθαι τὴν ἀρχὴν τὴν κατὰ τὴν θεωρίαν τε καὶ τὸν λόγον· ἄλλη γὰρ οὐκ ἔνι. αὗται δέ εἰσιν αἱ προτάσεις, ὥστε εἰ ἐνταῦθα μὲν αἱ προτάσεις αἱ κατὰ τὸν λόγον ἀρχαὶ ἐκεῖ δὲ τὸ εἶδος, ἐν ἀμφοτέροις ἂν ὁμοίως ἡ ἀκολούθησις γένοιτο· ταῖς γὰρ κατὰ τὸν λόγον ἀρχαῖς ἕποιτο ἂν τὸ ἀναγκαῖον, ὅπερ ἐπὶ τῶν ποιητικῶν μὲν ὕλη, ἐπὶ δὲ τῶν θεωρητικῶν τὸ συμπέρασμα. ἀπέφηνεν ἄρα διὰ πάντων πῶς ἔχει τὸ ἀναγκαῖον, ἡ ὕλη καὶ αἱ ταύτης κινήσεις τε καὶ ἀλλοιώσεις· ταύτης γὰρ χωρὶς ἀδύνατον γενέσθαι τὴν μορφὴν καὶ τὸ εἶδος. καὶ ἄμφω μὲν τῷ φυσικῷ τὰς αἰτίας ἐπισκεπτέον, μᾶλλον δὲ τὴν τοῦ οὗ ἕνεκεν (αἴτιον γὰρ τοῦτο τῆς ὕλης), ἔφην δὲ ἐπὶ τῶν φυσικῶν ταὐτὸν εἶναι τὸ εἶδος καὶ τὸ οὗ ἕνεκεν· αὕτη γὰρ ἀρχὴ μάλιστα γίνεται τοῦ λόγου καὶ τοῦ τί ἦν εἶναι, ὥσπερ καὶ ἐν τοῖς τεχνητοῖς, ἐπεὶ οἰκία τοιόνδε, τάδε δεῖ γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης καί, εἴπερ ὑγεία τοιονδί, τάδε γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης. οὕτω δὲ καὶ εἰ ἄνθρωπος, ταδὶ καὶ εἰ κύων, ταδί. ἐπὶ μὲν γὰρ τῶν τεχνητῶν οὐ συντρέχει πολλάκις τὸ εἶδος τῷ οὗ ἕνεκεν, ἐπὶ πολλῶν δὲ ἐμφαίνεται ἐν τῷ λόγῳ καὶ τὸ οὗ ἕνεκεν· οἰκία γὰρ ἐκ τοιῶνδε τοιόνδε σκέπης ἕνεκεν. ἐπὶ δὲ τῶν φύσει ταὐτόν ἐστιν. εἴτε δὲ τῶν φύσει γινομένων εἴτε τῶν κατὰ τέχνην λαμβάνοις, εὑρήσεις, ἂν ὡς φυσικὸς ἐξετάζῃς, ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕλην καὶ τὸ ἀναγκαῖον αἴτιον περιεχόμενον· ὁρισαμένοις γὰρ τὸ ἔργον τοῦ πρίειν,3 ὅτι διαίρεσις τοιάδε ξύλων, εὐθὺς ἐμφαίνεται ἡ τοῦ σιδήρου χρεία· καὶ οὕτω μὲν δύναται καὶ ἐξ ἐπιλογισμοῦ τινος, πολλάκις δὲ καὶ ἐνεργείᾳ. τί ἐστιν ὀργή; ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. ὥστε τῷ φυσικῷ γενήσονται μὲν οἱ λόγοι κατὰ τὸ εἶδος, ἐμπεριέξουσι δὲ καὶ τὴν ὕλην· τοιοῦτον γὰρ τὸ φυσικὸν εἶδος, ὥστε ἀεὶ σὺν ὕλῃ καὶ ὑποκειμένῳ τινὶ θεωρεῖται.

假定性的必然之物在数学学科中也以某种方式存在;因为对于设定了前提的人而言,结论也出于必然性而顺随而来,然而并非若是这一结论,就必定是这些前提。因为同一结论可以通过较多的途径得以证明,正如在数字中那样:如果是5和5,出自它们必定是10;但如果是10,却未必是5和5,因为还有7和3,以及6和4;因此,设定它们之后结论便会顺随而来的那些前提,并不会在设定结论之后顺随而来;然而若是结论并非必然的,前提也不会是必然的。那么,假定性的必然之物在这些学科中与在自然事物中是否情况相似?绝非如此,而是次序颠倒了:因为在这里,如果有前提,便有结论,也就是如果有先行者,便有后继者;但在自然事物中却恰恰相反:因为如果有后继者,便有先行者;如果有形式,便有质料,既然在其他方面情况相似:正如在自然事物中形式出于必然性需要质料,却并不出于必然性顺随于质料,同样在推论中前提固然出于必然性产生结论,但在结论存在时前提却并不出于必然性而存在。因此次序是相反的,但也或许连这顺序也未曾颠倒。因为请看:在制作性技艺中,依照定义和目的的观照始基是一回事,而实践的始基是另一回事。因为在房屋建造术中,房屋的形式和定义是观照的始基,而地基则是实践的始基。然而在既无制作亦无排布之处,必然只留存依照观照和定义的单一始基;因为并没有其他始基。而这些就是前提;因此,如果在这里依照定义的始基是前提,而在那里是形式,那么在两类情况中后果便会以同样方式产生;因为顺随于依照定义的诸始基而来的,乃是必然之物——这在制作性事物中是质料,而在理论性事物中则是结论。由此,他完全阐明了必然之物是怎样的,即质料以及它的运动与变异;因为脱离了质料,形态和形式便不可能生成。自然哲学家固然必须考察这两类原因,但更应考察目的原因(因为这是质料的原因),而我说过,在自然事物中形式与目的是同一的;因为这最主要地成为定义和本质的始基,正如在人工制品中也是如此:既然房屋是如此这般的,这些东西就必须出于必然性而生成并存在;并且既然健康是如此这般的,这些东西就必须出于必然性而生成并存在。同样,如果是人,这些东西〔就必须生成并存在〕;如果是狗,这些东西〔就必须生成并存在〕。因为在人工制品中形式往往并不与目的重合,但对于许多制品而言,目的也在定义中显现出来;因为房屋是为了庇护而由如此这般的东西构成的如此这般之物。但在自然事物中两者则是同一的。无论你考察依自然生成之物还是依技艺生成之物,只要你作为自然哲学家去探究,就会发现质料和必然原因就包含在定义本身之中;因为对于将锯割的功用定义为木材的如此这般的分割的人而言,对铁的需求立刻便显露出来;而且这样出自某种反思性的推演也是可能的,但往往在现实态上也是可能的。什么是愤怒?是心脏周围的血液因报复的欲望而沸腾。因此,对于自然哲学家而言,诸定义固然是依照形式作出的,但也将质料包含在内;因为自然形式就是这样一种始终与质料和某种底层一同被观照的东西。

语法注3 条
  1. 2.9οἷς τεθεῖσιν ἕπεται τὸ συμπέρασμα, ταῦτα οὐχ ἕπεται τεθέντι τῷ συμπεράσματι

    关系代词 οἷς 指向先行词 ταῦτα,但受动词 ἕπεται(支配与格)的支配而取与格,分词 τεθεῖσιν 与之性数格一致。后半句的 τεθέντι τῷ συμπεράσματι 亦是由 ἕπεται 支配的与格,用以表达逻辑上的不可逆性:结论顺随于被设定的前提,但前提却并不顺随于被设定的结论。

  2. 2.9τάχα δὲ οὐδὲ αὕτη

    此处省略了述谓成分(ἀνάπαλιν ἔχει 或 ἀντέστραπται)。阴性主语 αὕτη 指代前面的 ἡ τάξις,意为“但或许连这[次序]也未曾颠倒”。紧随其后的 σκόπει γάρ 则从依定义的观照始基出发,论证二者在此结构上其实是一致的。

  3. 2.9ὁρισαμένοις γὰρ τὸ ἔργον τοῦ πρίειν

    与格分词 ὁρισαμένοις 作判断者的“关涉与格(dativus iudicantis)”,意为“对于定义了……的人而言”。它呼应了前文的 ὑποθεμένοις(对于假定了……的人而言),指称一般的考察者或论述者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:65.1-66.19