← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§60.17-61.28

动植物中的目的导向与自然失败的考察

泰米斯提乌斯通过植物的生长阶段、技艺与本性的类比以及动物和植物中显而易见的目的导向结构,论证了本性是为了某种目的而行动。他还回应了关于自然生成中存在失败的质疑,指出如同技艺一样,失败源于质料的虚弱,并不否定目的因的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8#2

ἐν δὲ τοῖς τῆς φύσεως ἔργοις τὸ τοιοῦτον ἔστιν εὑρεῖν ἀκριβῶς· συνεχῶς γὰρ κινεῖται καὶ πρόεισιν ἀδιαλείπτως μέχρι τοῦ τὸ τέλος ὁλόκληρον περιποιήσασθαι· καὶ γὰρ ἡ πόα καὶ ἡ καλάμη καὶ ὁ στάχυς καὶ αἱ ποικίλαι καὶ παμπληθεῖς αὗται μορφαὶ προΐασι μέχρι τοῦ πυροῦ, εἶτα ἐντεῦθεν στάσις ἤδη καὶ ἠρεμία, ὥστε δῆλον ὅτι πάντα ἐκεῖνα τοῦ πυροῦ χάριν ἐγένετο. οὐ συμπίπτει ἄρα τὸ πρὸ τοῦ τέλους τῷ τέλει, ἀλλ’ ἐκείνου πέφυκεν ἕνεκα γίγνεσθαι· οὐδὲ γὰρ εἰ ἡ φύσις οἰκίαν ἐποίει, ἄλλως ἂν ἐποίησεν ἢ ὡς πέφυκεν οἰκία [ἕνεκα] γίγνεσθαι, πέφυκεν δὲ γίγνεσθαι οἰκία τῶν πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γιγνομένων·1 λίθοι γὰρ ἁρμόζονται καὶ ξύλα πρίεται καὶ πλάσσεται κέραμος τῆς σκέπης ἕνεκεν ὃ τέλος ἐστὶν οἰκίας. ἀλλ’ οὐδὲ εἰ ἡ τέχνη ζῷον ἐποίει, ἄλλως ἂν ἐποίησεν ἢ ὡς ἡ φύσις ἐποίησεν· ἐποίησε δ’ ἂν ἕνεκα τοῦ τέλους τὰ πρὸ αὐτοῦ. τὸν αὐτὸν ἄρα καὶ ἡ φύσις τρόπον. ὅλως δὲ ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ, ἃ ἡ φύσις ἀδυνατεῖ ἀπεργάζεσθαι, ὑγείαν καὶ σαρκώσεις φαρμακείαις ἰατρική, ὅταν ἡ φύσις ἐξασθενήσῃ, τὰ δὲ μιμεῖται γράφουσα καὶ πλάσσουσα παντοίας ζῴων καὶ φυτῶν ἰδέας. ὁμοίως οὖν ἔχει κατ’ ἀμφοτέρας τὰ τέλη πρὸς τὰ πρὸ αὐτῶν. μάλιστα δὲ φανερὸν ἐπί τινων ζῴων, ὅτι ἡ φύσις ἔχει τὸ ἕνεκά του, οἷον μυρμήκων ἢ ἀραχνῶν, ἃ μηδὲ τέχνῃ μηδὲ προαιρέσει ποιοῦντα ὅμως ἕνεκά του ποιεῖ, καὶ ἡ χελιδὼν οἰκοδομεῖ τὴν νεοττιὰν ὅτι μάλιστα ἀσφαλῶς συνδέουσα κάρφεσι τὸν πηλὸν καὶ σχῆμα πολυχωρότατόν τε καὶ ἰσχυρότατον ἐργαζομένη καὶ ἡ μέλιττα θαυμαστὴ τῆς τῶν ἑξαγώνων συνθέσεως, τῆς δὲ ἀλκυόνος τὴν καλιὰν ἥκιστα ἂν ὕδωρ λυμαίνοιτο. πολλὰ ἂν ἔχοιμεν λέγειν, εἰ βουληθείημεν τὸ λογοειδὲς τῶν ζῴων ἐπιδεικνύναι. καὶ τί δεῖ λέγειν περὶ τῶν ζῴων, ὅπου καὶ ἐν τοῖς φυτοῖς διώκει πάντως ἡ φύσις τὸ ἕνεκά του; τά τε γὰρ φύλλα ἕνεκα τῶν καρπῶν καὶ αἱ ῥίζαι ἕνεκα τῆς τροφῆς, ἐπεὶ διὰ τί πρὸς Διὸς οὐκ ἄνω μὲν αἱ ῥίζαι, κάτω δὲ οἱ κλάδοι; διὰ τί δὲ οὕτως ἀμφιέννυσι τὰ σπέρματα τῶν καρπῶν τὰ μὲν ξύλοις τὰ δὲ χιτῶσιν ἐνδύουσα, εἰ μὴ πολλὴν εἶχε πρόνοιαν τοῦ μὴ διαλείπειν τὴν γένεσιν τὴν ἐξ ἀλλήλων, ὥστε δῆλον ἐξ ἁπάντων τῶν εἰρημένων, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ. διττὴ δὲ αὕτη, ἡ μὲν ὡς ὕλη, ἡ δὲ ὡς μορφὴ καὶ τέλος· αὕτη ἕνεκεν ἄρα τοῦ εἴδους·2 κυριωτέρα γὰρ αἰτία τὸ εἶδος καὶ ὁ λόγος καὶ ἡ μορφή, οἱ δὲ παλαιοὶ τὴν ὕλην ἐσέμνυναν περιττῶς· μόνην γὰρ ᾔδεισαν. καὶ φαίη τις ἂν ‘ἀλλ’ εἰ τὸ ἕνεκά του διώκει πάντως ἡ φύσις, πῶς οὐκ ἀεὶ κατορθοῖ; πῶς δὲ οὐκ ἀεὶ κατορθοῖ τὸ ἕνεκά του ἡ τέχνη; ἀλλὰ καὶ τὸ φάρμακον ἔβλαψε πολλάκις τοῦ σώματος δι’ ἀσθένειαν οὐκ ἐνεγκόντος καὶ ὁ κλινόπους κατεάγη συμπηγνύμενος· ἀλλ’ ὅμως ἐδόθη τὸ φάρμακον, ἵνα ὠφελήσῃ, καὶ ὁ κλινόπους ἐξείργασται διὰ τὴν κλίνην, ὥστε ἢ καὶ τῆς τέχνης ἀφαιρετέον τὸ ἕνεκά του ἢ καὶ τῇ φύσει συγχωρητέον· ἀμφότερα γὰρ ἐπὶ τὸ πλεῖστον μὲν κατορθοῦσιν, ἐν οἷς καὶ μάλιστα φανερὸν τὸ οὗ ἕνεκα, ἐπ’ ἔλαττον δὲ ἁμαρτάνουσιν, ἀλλ’ ὅμως ἐμφαίνεται καὶ ἐν τούτοις, ὅτι ἐστοχάζοντο μέν τινος ἀγαθοῦ, διήμαρτον δὲ ἄκουσαι τοῦ τυχεῖν3 διὰ τὴν τῆς ὕλης ἀσθένειαν.

在自然的产物中,可以精确地发现这种情形;因为它持续运动,并且不间断地推进,直到完全获得其终点。因为青苗、秆、穗以及这些形形色色、为数众多的形态一直推进到麦子,然后由此开始便立即止歇与静止,因而显然所有那些东西都是为了麦子而生成的。因此,终点之前的事物并非碰巧与终点相合,而是生来便为了终点而生成;因为即使本性建造一座房屋,它也不会以房屋生来生成的途径之外的其他方式去建造,而房屋生来就是在终点之前的事物为了终点而生成的过程中生成的;因为石块被拼合,木料被锯开,瓦片被塑成,都是为了遮蔽,而遮蔽正是房屋的终点。然而,即便技艺制作一只动物,它也不会以本性制作途径之外的其他方式去制作;它同样会为了终点而制作终点之前的事物。因此,本性也是以同样的方式行动。总体而言,技艺要么完成本性无力做成的事物(如在本性虚弱时,医学通过药物疗法带来健康和肌肉丰满),要么通过描绘和塑形来摹仿动植物的各种形态。因此在两者之中,终点相对于它们之前的事物都具有相同的关系。 而在某些动物身上,本性具有为了某种目的这一特征最为显著,例如在蚂蚁或蜘蛛的情形中,它们既不凭技艺也不凭抉择行动,却依然为了某种目的而行动。燕子尽可能牢固地筑造鸟巢,用细草把泥土联结起来,塑造出最为宽敞且最为结实的外形;蜜蜂在六角形的构造上令人惊叹;而翠鸟的巢最不可能被水损毁。如果我们愿意展示动物身上类似理性的特征,我们还可以说出很多。而且何必谈论动物呢,既然在植物中本性也在一切方面追求为了某种目的?因为叶子是为了果实,根是为了营养;否则,凭宙斯起誓,为什么根不在上而枝条不在下呢?如果不是为使彼此相继的生成不致中断而怀有极大远虑,它又为什么如此包裹果实的种子,有的覆以硬壳,有的裹以膜层呢?因此从所说的一切显而易见,本性是为了某种目的而行动的。 而本性是双重的,一方面是作为质料的本性,另一方面是作为形式和终点的本性。因此,这[作为质料的]本性是为了形式的;因为形式、本质定义和形状是更为根本的原因,而古代人却过分尊崇质料,因为他们只知道质料。 或许有人会说:“可是,如果本性在一切方面都追求为了某种目的,为什么它不总是成功呢?”但技艺在为了某种目的的事情上又为什么不总是成功呢?事实上,当身体由于虚弱而无法承受时,药物也常常造成损害,床腿在拼接时也会折断;然而,给予药物仍然是为了带来益处,加工床腿也是为了床。因此,要么也必须剥夺技艺中的为了某种目的,要么也必须承认本性具有它;因为两者在绝大多数情况下都是成功的,在这些成功中目的最为显著,而在极少数情况下失误;然而即使在这些失误中也显露出,它们原本瞄准了某种善,却由于质料的虚弱而非自愿地错失了达到目的的机会。

语法注3 条
  1. 2.8τῶν πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γιγνομένων

    属格独立结构,说明房屋按本性生成的条件或方式(“在终点之前的事物为了终点而生成的过程中”),顺接前文的 ἢ ὡς πέφυκεν οἰκία γίγνεσθαι(原文中 ἕνεκα 被括起以示赘余或衍文)。

  2. 2.8αὕτη ἕνεκεν ἄρα τοῦ εἴδους

    指示代词 αὕτη 指代紧接在前文分类(διττὴ δὲ αὕτη[ἡ φύσις])中首先提到的作为质料的本性(ἡ μὲν ὡς ὕλη)。因此意为“所以这[作为质料的]本性是为了形式的”,并引出后文对形式首要性的说明。

  3. 2.8διήμαρτον δὲ ἄκουσαι τοῦ τυχεῖν

    阴性复数形容词 ἄκουσαι 按照意义一致(句意一致法 synesis)呼应了概念上的主语 ἡ φύσις(本性)和 ἡ τέχνη(技艺,二者皆为阴性名词),尽管直接上下文中的主语是中性复数代词 ἀμφότερα。它作表语性修饰:“非自愿地/身不由己地[错失了达到目的的机会]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:60.17-61.28