- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:61.29-63.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯指出自然中的失误(畸形)仍处于既定的目的秩序之内,以此反驳恩培多克勒的怪物说,并通过工匠制作无须反复权衡以及医生自医的例证,论述缺乏斟酌权衡并不能否定自然的目的性。
καὶ γὰρ ὅταν διαμαρτάνωσιν, οὐκ ἐκτοπίζεται που μακράν, οὐδὲ πόρρω τοῦ προκειμένου τὸ σφάλμα. οὐδέποτε γοῦν ἐξ ἀνδρὸς πλάτανος ἐτέχθη, ἀλλὰ μάλιστα μὲν ἀνήρ· εἰ δὲ μή, γυνή· εἰ δὲ μή, ζῷον· εἰ δὲ μή, σάρξ. καὶ ἡ κέγχρος ἢ συκῆν ἐποίησεν ἢ ἐρινεόν, οὐ δρῦν οὐδὲ ὄχνην· ἥ τε ἐλαία πάλιν ἐλαίαν ἢ κότινον· καὶ οὐ πλάτανον ἢ πίτυν. τοιαῦτα καὶ τὰ Ἐμπεδοκλέους ‘βουγενῆ’ καὶ ‘ἀνδρόπρῳρα’ ἐπὶ τῆς τῶν ζῴων συστάσεως, ἐλαιόπρῳρα δὲ ἐπὶ τῶν ζῴων οὐδὲ ἐκεῖνος ἐτόλμησεν εἰπεῖν, μᾶλλον δὲ οὐδὲ ἐπὶ τῶν φυτῶν ἀμπελογενῆ καὶ τοιαῦτα ἄλλ’ ἄττα δραματουργῆσαι ἐθάρρησε, καίτοι μᾶλλον ἐχρῆν· ἧττον γὰρ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του. περιττὸν μὲν οὖν τερατολογίαν τοιαύτην λόγου τινὸς ἀξιῶσαι, ὅμως δὲ ῥητέον, ὡς εἰ καὶ ἐγένετο κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν βουγενῆ καὶ ἀνδρόπρῳρα, οὕτως ἂν ἐγένετο ὡς τὰ τέρατα τοῦ σπέρματος ἐξασθενοῦντος καὶ διαφθειρομένης τινὸς ἀρχῆς, οὐκ εὐθὺς ἡμιτόμων ζῴων ἡμιτόμοις συγκολλωμένων· οὐδὲ γὰρ τὸ ὁλοφυές, ὡς αὐτὸς ὀνομάζει, καὶ ὁλόκληρον καὶ δυνάμενον σῴζεσθαι εὐθὺς ζῷον συνίσταται, ἀλλ’ ἀπὸ σπέρματος γίνεται κρατούσης τῆς μορφῆς. ὅλως δὲ οἱ τὸ ἕνεκά του τῆς φύσεως ἀφαιρούμενοι 〈τὸ〉 τί ἐστι καὶ τὸ ὄνομα αὐτῆς καταλείπουσιν· ὁ γὰρ φύσει μέν τινα γενέσθαι λέγων οὐχ ἕνεκά του δέ, μάτην καὶ τοὔνομα λέγει τῆς φύσεως· φύσει γάρ ἐστιν ὅσα ἀπό τινος ἀρχῆς ἐνυπαρχούσης κινούμενα ἀφικνεῖται κατὰ τάξιν ἐπί τι τέλος, ἀλλ’ οὐκ ἐπὶ τὸ τυχὸν ἀπὸ τῆς τυχούσης ἀρχῆς. τοῦτο μὲν γὰρ ἐν τοῖς ἀπὸ τύχης συμβαίνει καθάπερ εἴρηται, ἐνταῦθα δὲ ὥρισται ἀφ’ ἑκάστης ἀρχῆς ἕκαστον τέλος καὶ κατορθοῦνται ἐπὶ τὸ πλεῖστον, οὐ σπανιάκις οὐδ’ ἐπ’ ἔλαττον ὥσπερ τὰ τυχηρά. τί οὖν ἀπὸ τύχης τὰ φύσει γίνεσθαι λέγουσιν; οὐκ ἔστι γὰρ συνάψαι φύσιν καὶ τύχην, εἰ μὴ τηνάλλως ὀνόματι συγκολλᾶν βούλοιο, ἐπεὶ τά γε ἐξ ἀμφοῖν σημαινόμενα παντελῶς ἀλλήλων διέστηκε. νὴ Δία· οὐ γὰρ ὁρῶμεν1 βουλευομένην τὴν φύσιν, ὥσπερ ὁρῶμεν τοὺς ἕνεκά του ποιοῦντας. οὕτω δ’ ἂν οὐδὲ ταῖς πολλαῖς τῶν τεχνῶν συγχωροῖεν τὸ ἕνεκά του· οὐδὲ γὰρ ὁ τέκτων βουλεύεται, πότερον δεῖ πρίειν πρότερον ἢ ἀποξέειν, οὐδὲ ὁ γραμματιστής, πῶς αὐτὸν δεῖ γράφειν α β, οὐδὲ ὅταν γράφῃ Κλέωνα ἐπισκοπεῖται, τί πρότερον ἢ δεύτερον τῶν στοιχείων αὐτῷ γραπτέον· ὁ οἰκοδόμος ὡσαύτως οὐ βουλεύεται, πότερον τοὺς θεμελίους πρώτους ἢ τοὺς τοίχους ἢ τὴν ὀροφὴν ἐξεργαστέον, ὁ ὑφάντης, ὁ λαοξόος· ἀλλ’ ὥρισται καὶ τῶν ἔργων ἕκαστον καὶ ἡ τάξις ἡ φέρουσα ἐπὶ τὸ προκείμενον τέλος καὶ τὴν ὁδὸν ἕκαστος τῶν δημιουργῶν ὁδεύει τὴν τεταγμένην. ὁμοίως δὲ καὶ ἡ φύσις· παράδειγμα γάρ ἐστι τῆς τέχνης. ἡ διαφορὰ δὲ ἐν τῷ τὴν μὲν ἔξω, τὴν δὲ ἔνδον εἶναι τοῦ ἔργου, ἐπεὶ θῶμεν ἐν τοῖς ξύλοις εἶναι τὴν τεκτονικήν, καὶ οὐκ ἂν ἕτερον τρόπον ἐργάσαιτο2 τὴν κλίνην, ἀλλὰ καθάπερ νῦν ἔξω οὖσα. ὥστε εἰ νῦν ἔχει τὸ ἕνεκά του, καὶ τότε ἂν εἶχεν ὁμοίως, ἡνίκα ἂν ὡς φύσις εἰργάζετο. μάλιστα δὲ ἔοικεν ἡ τέχνη τῇ φύσει, ὅταν αὐτός τις ἑαυτὸν ἰατρεύῃ. ἀλλ’ εἴρηται ἡ διαφορά. τοῦτο μὲν οὖν ἐκ τούτων ἄν τις ἱκανῶς πεισθείη.
因为即使在它们失误的时候,也不会往何处偏离很远,过错也不会距离既定目标太远。至少从人绝未生出过悬铃木,而最理想的是男人;退一步则是女人;再退一步则是动物;再退一步则是肉块。无花果的种子要么生出无花果树,要么生出野无花果树,而绝非橡树或梨树;橄榄反过来也是要么生出橄榄树,要么生出野橄榄树,而绝非悬铃木或松树。恩培多克勒关于动物构成的“牛胎”和“人首”也是这般物事,然而即使是他也不敢在动物中谈论“橄榄首”,或者说,甚至在植物中他也不曾敢于把“葡萄胎”及其他诸如此类的戏剧性捏造搬弄出来,尽管他本应更有理由这样做;因为在植物中,为了某种目的较少存在。 固然,将此类怪谈视为值得立论之举乃是多余的,但仍须说明:即使在最初的形成中产生过“牛胎”和“人首”,那也是在种子衰弱、某种始基遭到败坏时像畸形怪物那样生成的,而非半截动物直接同另半截拼接在一起;因为即使是他所称的“整然全性之物”、完备且能存活的动物,也不是一下子构成的,而是在形式占主导时由种子生成的。总之,那些剥夺本性中为了某种目的的人,只留下了它的本质定义和名称;因为说某些事物是依本性生成但又不是为了某种目的的人,只是徒然挂着本性的虚名而已;因为凡依本性而有的事物,都是从某种内在始基出发运动,循序到达某一终点,而不是从任意的始基到达任意的终点。因为正如所说,后者发生在依运气的事物中,而在此处,每个终点都是从各自的始基确定的,并且绝大多数情况下都是成功的,并不像出于运气的事物那样罕见或占少数。 那么,他们为何说依本性的事物是出于运气而生成的呢?因为要把本性与运气结合在一起是不可能的,除非你想在名目上徒然地把它们黏合,既然由这两者所指明的事物彼此之间完全迥异。“凭宙斯起誓,[反驳者会说,]因为我们并没有看到本性在斟酌权衡,就像我们看到那些为了某种目的而行动的人那样。”但若是这样,他们对大多数技艺也不会承认为了某种目的了;因为木匠不会斟酌权衡究竟应该先锯开还是先刨平,识字教师不会权衡自己应当如何书写α与β,在他写“克勒翁”时也不会审察字母中哪一个必须先写、哪一个后写;建筑师同样不会权衡应当先完成地基、墙壁还是屋顶,织工、石匠也是如此;反之,每件作品以及通往既定目标的次序都已确定,每位工匠都行走在预定的道路上。本性也是同样;因为它是技艺的范本。差别只在于一者在作品外部,另一者在作品内部;因为假定木工技艺存在于木料之中,它也不会以别的什么方式制作床,而只会像现在处于外部时一样制作。因此,如果它现在具有为了某种目的,那么在它作为本性而发挥作用之时,它同样也会具有它。而当某人自医其身时,技艺最类似于本性。不过差别已经说明。因此,关于这一点,人们依据这些论据即可充分信服。
- 2.8νὴ Δία· οὐ γὰρ ὁρῶμεν
在辩难性文体中预先引入对手可能提出的反驳(预辩法,hypophora)的惯用表达。此处省略了表达反驳行为的动词(如“有人会说”),直接用说明理由的γάρ引出对手的主张依据;而随后的οὕτω δ’ ἄν则构成作者本体的反驳。
- 2.8ἐπεὶ θῶμεν ἐν τοῖς ξύλοις εἶναι τὴν τεκτονικήν, καὶ οὐκ ἂν ἕτερον τρόπον ἐργάσαιτο
一种并列式的假定句构:连词ἐπεί后接劝诱/意志虚拟语气θῶμεν(“假定……”)充当条件从句(前件),随后的连词καί引导后件,并与潜能祈愿语气οὐκ ἂν … ἐργάσαιτο相应。此处的καί并非单纯并列,而是引入“假定X,那么便会发生Y”的结果逻辑。
