- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:59.5-60.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
塞米斯提乌斯根据《物理学》第二卷第八章,探讨自然为了某种目的而行动以及必然性在自然事物中的关系。在阐述了基于质料必然性与偶然适应说的观点(以降雨、牙齿和恩培多克勒的人面牛身等为例)之后,他基于自然产物总是或在绝大多数情况下发生而偶然极为罕见这一论据,捍卫了自然目的论。
8. Ἀλλ’ ἐπειδὴ τὴν φύσιν ἕνεκά του ποιεῖν πολλάκις ἡμῖν ἔμπροσθεν εἴρηται, καὶ τοῦτο αὐτὸ δεικτέον· ἔχει γάρ τινας ἀμφισβητήσεις. ἀποδεικτέον δέ, ὅπως ἔχει τὸ ἀναγκαῖον τὰ φυσικά,1 ἐπειδὴ πάντες σχεδὸν οἱ περὶ φύσεως διαλεχθέντες εἰς τὴν ἀνάγκην ἀνάγουσι τὰς αἰτίας, οὐδὲν ἄλλο τὴν ἀνάγκην ἢ τὴν ὕλην νομίζοντες εἶναι· ἐπεὶ γὰρ τὸ θερμὸν τοιονδὶ καὶ τὸ ψυχρὸν καὶ ἕκαστον τῶν ὑλικῶν, ὃ τίθεται ἀρχὴν ἕκαστος, ἐξ ἀνάγκης τόδε ἐγένετο. καὶ γὰρ ὅσοι ποιητικῆς αἰτίας ἐμνημόνευσαν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν2 ὡς Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας, καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν. λέγουσι δέ τινες τὴν φύσιν οὐχ ἕνεκά του ποιεῖν, οὐδὲ ὅτι βέλτιον οὕτως, ἀλλ’ ὥσπερ ὕει φασὶν ὁ Ζεὺς οὐχ ἵνα τὸν τοῦ δεῖνος σῖτον αὐξήσῃ, οὐδ’ ἵνα διαφθείρῃ τὸν κείμενον ἐν τῇ ἅλῳ, ἀλλ’ ὕει μὲν διὰ τὴν ὑλικὴν ἀνάγκην· δεῖ γὰρ τὴν ἀναχθεῖσαν ἀτμίδα ψυχθῆναι καὶ ὕδωρ γενομένην κατενεχθῆναι, κατενεχθείσης δὲ συμβαίνει τὸν μὲν αὐξηθῆναι σῖτον, τὸν δὲ ἀπολέσθαι. οὕτω δὴ τί κωλύει καὶ τὰ μέρη τῶν ζῴων γενέσθαι μὲν ἐξ ἀνάγκης τοιάδε, ἐπειδὴ ἐξ ὕλης τοιᾶσδε, ἀλλ’ ὅταν μὲν οὕτω συνδράμῃ ὥστε ἐπιτηδείως ἔχειν ἀλλήλοις καὶ πρὸς ἓν ἔργον ἅπαντα συντελεῖν, ὥσπερ ἐγένετο ἄν, εἰ καὶ ἕνεκά του ἐγένετο, ταῦτα μὲν σῴζεσθαι3 ἀπὸ ταὐτομάτου συστάντα, οἷον ἐπὶ τῶν ὀδόντων; φαίη γὰρ ἄν τις ἐξ ἀνάγκης μὲν αὐτοὺς ἀνατέλλειν τοὺς μὲν ἔμπροσθεν ὀξεῖς, τοὺς δὲ γομφίους πλατεῖς, οὐχ ἵνα οἱ μὲν διαιρῶσιν, οἱ δὲ λεαίνωσιν, ἀλλὰ ἀνατέλλειν μὲν οὕτως διά τινα ὑλικὴν ἀνάγκην, συμπεσεῖν μέντοι τὴν τοιαύτην θέσιν αὐτῶν ἐπιτηδείως ἔχειν πρὸς τὴν ἐργασίαν τῆς τροφῆς. ὅσα δὲ μὴ οὕτως συμπίπτει, ὥστε μίαν χρείαν ἅπαντα συμπληροῦν, ταῦτα ἀπόλλυσθαι, ὥσπερ Ἐμπεδοκλῆς τὰ βουγενῆ καὶ ἀνδρόπρῳρα. ἃ μὲν οὖν λέγουσι, ταῦτά ἐστιν, λέγουσι δὲ λίαν ἀσύνετα. διὰ τί; ὅτι τὰ μὲν τῆς φύσεως ἔργα ἢ τὸν αὐτὸν ἀεὶ γίνεται τρόπον ἢ κατά γε τὸ πλεῖστον ὁμοίως· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου ὁμοίως καὶ οἱ ὀδόντες οὕτως. τὰ δὲ ἀπὸ τύχης ἐπ’ ἔλαττον καὶ σπανίως· τότε γὰρ λέγεται ἀπὸ τύχης ὕειν, ὅταν ὑπὸ κύνα, καὶ καῦμα ἀπὸ τύχης, ὅταν ἐν χειμῶνι. εἰ τοίνυν τῆς φύσεως μὲν πάμπολυ τὸ ὡρισμένον, τῆς τύχης δὲ πάμπολυ τὸ ἀόριστον, οὐκ ἂν εἴη τὰ τῆς φύσεως ἔργα ἀπὸ τύχης τε καὶ ταὐτομάτου, ἀλλ’ ὡς ἡμεῖς λέγομεν, ἕνεκά του. φύσεως δὲ ἔργα τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια, ἐν οἷς οὐδὲν εἰκῇ οὐδὲ μάτην οὐδὲ ἐνδέον οὐδὲ περιττόν ἐστιν. ὁ δὲ Ζεὺς ὕει † τὸ μὲν μὴ ἕνεκα τοῦ τὸν ἐμὸν σῖτον αὐξῆσαι, ἀλλὰ τί τοῦτο πρὸς τὸ μηδενὸς ἕνεκα ὕειν; οὐ γάρ, εἰ μὴ τῶν ἐμῶν πυρῶν ἕνεκεν, οὐδενὸς ἕνεκεν· ἀλλ’ ὁ μὲν ὑετὸς ἕνεκεν ἄλλου του γίνεται προηγουμένως ὑπὸ τῆς φύσεως, καὶ τοῦτο μάθοις ἄν ἐν οἷς περὶ τοῦ κόσμου διαλεξόμεθα· προσχρῆται μέντοι τῷ κατὰ φύσιν γιγνομένῳ τούτῳ ἡ γεωργική· σπείρει γὰρ τηνικαῦτα, ἡνίκα καὶ ὑσθήσεσθαι προσδοκᾷ. ἐν ὅσοις τοίνυν τῶν γιγνομένων τέλος ἐστίν, εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προϊοῦσα συνεχῶς τελευτᾷ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γίγνεται.
8. 但是,由于我们此前已多次说过本性是为了某种目的而行动,这一点本身也必须予以证明;因为它存在着若干争论。并且还必须证明必然性如何作用于自然事物,因为几乎所有论述本性的人都把诸原因还原为必然性,认为必然性不是别的,正就是质料;因为[他们认为]既然热是如此这般,冷也是如此这般,以及每个人设定为始基的每一质料要素也是如此这般,所以此事出于必然性而生成了。因为即便是那些提到了动力因的人,正如恩培多克勒和阿那克萨戈拉以及古代人中的其他任何人那样,也仅仅略微触碰便弃之不顾。有些人甚至说,本性并非为了某种目的而行动,也并非因为这样更好而行动,而是正如他们所说,宙斯降雨并非为了使某人的庄稼生长,也不是为了毁坏堆在打谷场上的谷物,而是出于质料的必然性而降雨;因为被抽引上去的水汽必然要冷却,并在变成水后降落下来,而随着它的降落,便碰巧发生了这一部分谷物生长、另一部分谷物毁损的结果。既然如此,那么有什么妨碍动物的各个部分也出于必然性而生成为如此这般呢,既然它们出自如此这般的质料?然而,每当它们以彼此适宜并且全部协同服务于单一功能的方式汇合在一起时——正如即使它们真是为了某种目的而生成也会发生的那样——这些由于自发的偶然组合起来的部分便存留下来(例如在牙齿的情形中);因为有人会说,门齿锋利而臼齿平阔是出于必然性而长出的,并非为了让前者切断、后者磨碎,而是由于某种质料的必然性才如此长出,然而它们具有这样的位置却碰巧适宜于对食物的加工;至于凡是没有如此汇合以至于全部满足单一需求的部分,便走向毁灭,正如恩培多克勒所说的那些牛身人面之物。 因此,他们所说的就是这些,但他们说得极不明智。为什么呢?因为本性的产物要么总是以相同的方式生成,要么至少绝大多数情况下同样如此;因为人出自于人,马出自于马,牙齿同样也是如此。而来自机运的事物则是少数且罕见;因为人们说由于机运而降雨是在天狼星当令之时,而在冬日出现酷暑也是由于机运。既然在自然中被规定者极多,而在机运中未被规定者极多,那么本性的产物就不可能来自机运和自发,而是正如我们所说,是为了某种目的。动物、植物以及它们的各部分都是本性的产物,在其中没有任何东西是盲目的,没有任何东西是徒劳的,也没有任何东西是匮乏或多余的。至于宙斯降雨,[纵然]不是为了使我的庄稼生长,但这与不为了任何目的而降雨又有什么关系呢?因为并非如果不是为了我的麦子,就是不为了任何目的;相反,降雨主要是由本性为了别的某种目的而生成的,这一点你在我们将要讨论关于宇宙的问题时便可以明白;然而,农业利用了这种顺应本性而生成的事物;因为正是在预料到将会降雨的那个时候进行播种。因此,在凡是具有一个终点——运动受其限定并在持续推进中以此告终——的生成物中,在终点之前的一切事物都是为了终点而生成的。
- 2.8ὅπως ἔχει τὸ ἀναγκαῖον τὰ φυσικά
从句 ὅπως ἔχει 以 τὸ ἀναγκαῖον(“必然性”)为主语,以宾格 τὰ φυσικά(“自然事物”)为直接宾语,意为“必然性如何作用于自然事物”或“必然性与自然事物具有怎样的关系”。这转述了亚里士多德在198b10的表述(πῶς ἔχει τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς),将介词短语转换为直接宾格。
- 2.8χαίρειν ἐῶσιν
习语 χαίρειν ἐῶσιν(意为“告别”、“置之不理”、“弃之不顾”),在此与前面的分词 ὅσον ἁψάμενοι(“仅略微触及”)连用,形象地表明阿那克萨戈拉与恩培多克勒在稍许提及动力因之后便将其彻底搁置、不再深究。
- 2.8τί κωλύει καὶ τὰ μέρη τῶν ζῴων γενέσθαι μὲν ἐξ ἀνάγκης τοιάδε... ταῦτα μὲν σῴζεσθαι
反问句 τί κωλύει(“有什么妨碍……呢?”,即“何不就是……”)统摄带宾格的不定词结构,由宾格主语 τὰ μέρη τῶν ζῴων 与并列的不定词 γενέσθαι μὲν... 和 [ταῦτα] σῴζεσθαι 构成。中间插入了带有反事实假设的比较从句 ὥσπερ ἐγένετο ἄν, εἰ καὶ ἕνεκά του ἐγένετο(“正如即使它们真是为了某种目的而生成也会发生的那样”),以此说明机械偶然的产物在外观和效果上如何拟态了目的论式的适应。
