← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§57.9-59.4

四原因的证明与理论学问的划分

忒米斯蒂乌通过列举数学、历史与制作中对“为何”之问的解答,阐明了四原因的完备性,并论述自然学家必须说明所有这些原因。随后,他解释了形式、目的与动力因如何经常合而为一,并根据推动者的不同类型划分了三门理论学问(自然学与第一哲学)的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

7. Ὅτι δὲ τοσαῦτα αἴτια τὸν ἀριθμὸν ὅσα λέγομεν, δῆλον ἐκεῖθεν. ἐρωτώμενοι γὰρ ἐφ’ ἑκάστου διότι ἔστιν ἕκαστον, ἢ τὸν ὁρισμὸν ἀποκρινόμεθα ἔσχατον, ὡς ἐν τοῖς μαθηματικοῖς, οἷον ‘διὰ τί αἵδε ἴσαι; ὅτι ἐν κύκλῳ ἀπὸ τοῦ κέντρου· διὰ τί δὲ αἱ ἀπὸ τοῦ κέντρου ἐν κύκλῳ ἴσαι; διότι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον’ καὶ ὥσπερ ὁρίζονται οἱ γεωμέτραι· ἢ τὸ κινῆσαν πρῶτον, οἷον ‘διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι; ὅτι ἐσύλησαν οἱ Φωκεῖς τὸν νεών’, ἢ τὸ οὗ ἕνεκεν, ‘διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ βασιλεύς; ἵνα ἄρξῃ τῶν Ἑλλήνων’, ἢ ἐπὶ τὴν ὕλην ἐσχάτην ἐρχόμεθα, οἷον ‘διὰ τί ἐσάπη τὸ βάθρον; ὅτι ξύλινον ἦν’. Ὁ φυσικὸς δὲ εἰς ἁπάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει. διὰ τί ἄνθρωπος ἀποθνῄσκει; ἢ γὰρ ὅτι ζῷόν ἐστι λογικὸν θνητόν, ἢ ὅτι τὸ ποιητικὸν αὐτοῦ ἡ ψυχὴ πρόεισι καὶ ἄπεισιν, ἢ ὅτι ἐξ ὕλης ἐστὶ φθαρτῆς, ἢ ὅτι βέλτιον αὐτῷ τὸ ἀποθνῄσκειν. ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις, τὸ εἶδος, τὸ οὗ ἕνεκα, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ἡ γὰρ φύσις καὶ ὡς τέλος καὶ ὡς εἶδος καὶ ὡς ποιητικὸν αἴτιον τῶν φύσει γιγνομένων ἐστίν, ὁμοίως δὲ καὶ ἡ ψυχή, ἀλλὰ καὶ ἄνθρωπος ἄνθρωπον * * * αὐτὸς ὢν κατὰ τὸ εἶδος τῷ γεννωμένῳ·1 καὶ πάντα δὲ ὅλως ὅσα κινούμενα κινεῖ τε προσεχῶς καὶ οὐ δι’ ἑνὸς μέσου ὁμοιοειδῆ ἐστι τοῖς ὑπ’ αὐτῶν γινομένοις, λέγω δὲ ἐπὶ τῶν φυσικῶν· περὶ γενέσεως γὰρ τοῦτον τὸν τρόπον σκοποῦσι τὰς αἰτίας, τί γίνεται μετὰ τί (ἕνεκα γὰρ τοῦ εἴδους ἡ φύσις κινεῖται πρὸ αὐτοῦ καὶ ὅταν αὐτὸ ἐξεργάσηται, παύεται τῆς εἰς τὸ πρόσθεν προόδου), τί ἔπαθε καὶ ἠλλοιώθη ὅπερ ἐστὶν ὕλη, τί ἐποίησεν καὶ ἐκίνησεν. ἀλλὰ τοῦτό γε οὐ πᾶν, ἀλλὰ τὸ προσεχὲς καὶ εἴ τι κινούμενον. εἰ δέ τι ἀκίνητον ὂν ἀρχὴ καὶ κινήσεως γίγνεται, οὐκέτι φυσικὸς ἂν ἀλλ’ ὁ πρῶτος φιλόσοφος διορίσειεν. διὸ καὶ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ κινούμενα καὶ φθαρτά, ἡ δὲ περὶ κινούμενα ἄφθαρτα δέ, ἡ δὲ περὶ ἄφθαρτα καὶ ἀκίνητα. διτταὶ γὰρ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν αὑτῇ οὐδὲ φύσιν, τοιοῦτον δέ ἐστιν εἴ τι κινεῖ μὴ κινούμενον, ὥσπερ τὸ παντελὲς ἀκίνητον καὶ τὸ πάντων πρῶτον. κατὰ πάντας οὖν τοὺς τρόπους ἀποδοτέον τὸ διὰ τί, καθάπερ καὶ προειρήκαμεν καὶ πάλιν ἐροῦμεν γυμνασίας χάριν· διὰ τί τόδε ἐγένετο; ἐπειδὴ τόδε ἦν αὐτοῦ ποιητικόν, ὅπερ ἐν μὲν τοῖς ἀιδίοις ἁπλῶς ποιεῖ καὶ ἐξ ἀνάγκης (τῷ γὰρ πρώτῳ τὸ δεύτερον ἕπεται), ἐν δὲ τοῖς γενητοῖς ὡς ἐπὶ τὸ πλεῖστον, καὶ ἐπειδὴ τόδε μέλλει γενήσεσθαι, ἀνάγκη τήνδε προὑπάρχειν τὴν ὕλην, ὥσπερ ἐν τῷ συλλογισμῷ οὐχ οἷόν τε γενέσθαι τὸ συμπέρασμα μὴ προληφθεισῶν τῶν προτάσεων, καὶ ὅτι τοῦτ’ ἦν τὸ τί ἦν εἶναι καὶ ὁ λόγος τοῦ πράγματος,2 ὃ πολλάκις, ὥσπερ ἔφην, συντρέχει τῷ οὗ ἕνεκα, ὅταν λαμβάνηται ὅτι βέλτιον οὕτως ἔχειν αὐτῷ· ἄμεινον γὰρ ἦν τοιόνδε εἶδος εἶναι ἀνθρώπου καὶ μὴ ἄλλως. τὸ βέλτιον δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἑκάστου οὐσίαν ληπτέον· οὐ γὰρ ἐν πᾶσιν τέλος τὸ ἄριστον· ἓν γὰρ ἂν ἦν τοῦτον τὸν τρόπον ἁπάντων τὸ τέλος, ἀλλ’ ἅμα τῶν ἐν τῇ οἰκείᾳ φύσει δυναμένων ἑκάστου γενέσθαι. ὅταν μὲν οὖν οὕτω λαμβάνηται ὁ λόγος, ὡς εὐθὺς ἔχειν τὸ βέλτιον οὕτως ἢ ἄλλως, ὁ αὐτὸς γίνεται τῷ οὗ ἕνεκα, ὥσπερ ἐπὶ τῶν φυσικῶν· ὅταν δὲ μηκέτι ἐγχωρῇ τοῦτο ποιῆσαι, μένει τὸ εἶδος μόνον, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν· οὐ γὰρ ὥσπερ ἐπ’ ἀνθρώπου καὶ ἵππου καὶ φυτοῦ δυνάμεθα ἐπιδεικνύναι ὑπάρχειν ἀεὶ τῷ εἴδει τὸ τοῦ κρείττονος ἐστοχάσθαι, οὐχ οὕτως ἐπὶ τῶν μαθηματικῶν· λῆρος γὰρ εἴ τις ἐπιχειροίη δεικνύναι, ὅτι τῷ μὲν κύκλῳ βέλτιον ἦν τὸ τὰς ἀπὸ κέντρου γραμμὰς ἴσας ἔχειν, τῷ τετραγώνῳ δὲ τὰς περιεχούσας αὐτό.

7. 原因在数量上正如我们所说的那样多,从以下方面即可明了。因为当针对每一事物被问及每一事物“为何”存在时,我们要么回答以终极的定义,如同在数学事物中那样(例如,“为什么这些线相等?因为它们是在圆中从圆心引出的线。为什么在圆中从圆心引出的线相等?因为圆是一种平面图形”,正如几何学家们所定义的那样);要么回答以首先发动运动者(例如,“为什么忒拜人对福基斯人发动战争?因为福基斯人劫掠了神庙”);要么回答以为了什么目的(“为什么波斯王对希腊人发动战争?为了统治希腊人”);要么我们归结到终极的质料(例如,“为什么底座腐朽了?因为它是木制的”)。 然而,自然学家将通过把“为什么”还原到所有这些原因来作出说明。为什么人会死?或者因为他是理性的会死的动物,或者因为作为其作用因的心灵离去并消逝,或者因为他是出自可朽坏的质料,或者因为死去对他而言是更好的。而且,三者往往汇合为一:形式、为了什么的目的、运动的始基之所在。因为本性对于因本性而生成的事物而言,既作为目的,又作为形式,也作为作用原因而存在,心灵同样如此;不仅如此,人[生育]人,[生育者自身]在形式上与所生育者是同一的。大体而言,凡是自身受动而直接地、并且不通过任何一个中介施动的事物,都与由它们所生成的事物同属一种形式——我指的是在自然事物上。因为关于生成,人们以这种方式考察诸原因:什么在什么之后生成(因为本性在其之前为了形式而运动,而每当它把形式完全制作出来,便停止向前迈进),什么承受作用并发生了变化,这正是质料,什么施加了作用并推动了运动。然而,这[施动者]绝非一切施动者,而是直接的施动者以及自身受动的某种东西。但如果存在着某种自身不动却成为运动始基的东西,对此加以界定的将不再是自然学家,而是第一哲学家。因此,探讨也有三种:一种是关于受动且可朽坏的事物,另一种是关于受动但不可朽坏的事物,第三种是关于不可朽坏且不动的事物。因为以自然方式施动的始基是双重的,其中之一不是自然的;因为它自身之内既没有运动的始基也没有本性,而如果某种东西在自身不动的情况下施动,它就是这样的东西,正如完全不动者与万物的在先者一样。 因此,正如我们此前说过的、并且为了练习的缘故将再次说明的那样,必须按照所有这些方式来回答“为什么”。为什么此事生成了?因为此事是它的作用因——这在永恒事物中是单纯地且出于必然性而发生作用(因为第二者伴随着第一者),而在生成的事物中则是绝大多数情况下发生作用;又因为此事将要生成,所以此质料预先存在是必然的,正如在三段论中,如果前提没有预先被设定,结论就不可能生成一样;还因为这是其所是以及事物的定义规定,正如我说过的,每当它被理解为以这种方式存在对它而言是更好的时,这一规定往往就与为了什么的目的相合流;因为人的形式是如此这般、而非以别的方式,曾是更好的。但“更好的”不可单纯地理解,而必须关涉每一事物的实体来理解;因为最善之物并非在一切事物中都是目的(因为若是这样,一切事物的目的就会是一个),而是在属于各自固有本性所能生成的事物之中的[更好的东西]。因此,每当定义规定被如此理解,以至于直接包含着以这种方式存在优于以别的方式时,它就变得与为了什么的目的相同,如同在自然事物中那样;但每当不再能够这样做时,便只剩下形式,如同在数学事物中那样。因为我们并不能像在人、马和植物上那样,证明追求较善之物总是属于其形式,在数学事物上并非如此;因为如果有人试图证明,对于圆而言拥有从圆心出发的相等线段是更好的,而对于正方形而言拥有包围它的各边[相等]是更好的,那将是无稽之谈。

语法注2 条
  1. 2.7ἀλλὰ καὶ ἄνθρωπος ἄνθρωπον * * * αὐτὸς ὢν κατὰ τὸ εἶδος τῷ γεννωμένῳ

    此处手稿存在缺文(以星号标出)。根据上下文及亚里士多德的原书对应处(198a26: ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ),此处脱落了动词 γεννᾷ 及冠词 ὁ(〈γεννᾷ, ὁ〉 αὐτὸς ὢν,“是同一的”)。与主语 ἄνθρωπος(阳性单数主格)一致的〈ὁ〉 αὐτὸς ὢν 说明生育者在形式上(κατὰ τὸ εἶδος)与被生育者(与格 τῷ γεννωμένῳ)是同一的。

  2. 2.7καὶ ἐπειδὴ τόδε μέλλει γενήσεσθαι, ἀνάγκη τήνδε προὑπάρχειν τὴν ὕλην, ὥσπερ ἐν τῷ συλλογισμῷ οὐχ οἷόν τε γενέσθαι τὸ συμπέρασμα μὴ προληφθεισῶν τῶν προτάσεων, καὶ ὅτι τοῦτ’ ἦν τὸ τί ἦν εἶναι καὶ ὁ λόγος τοῦ πράγματος

    该长句回应紧接在前的提问“διὰ τί τόδε ἐγένετο;”,并列列出四种原因:(1) 动力因:ἐπειδὴ τόδε ἦν αὐτοῦ ποιητικόν...;(2) 质料因:καὶ ἐπειδὴ τόδε μέλλει γενήσεσθαι, ἀνάγκη...(其中 ἐπειδή 从句是从属于 ἀνάγκη... 的前提);(3) 形式因与目的因:καὶ ὅτι τοῦτ’ ἦν τὸ τί ἦν εἶναι...。(1) 的 ἐπειδή 从句、(2) 的 ἀνάγκη 结构与 (3) 的 ὅτι 从句由 καί 并列连接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:57.9-59.4