- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:56.1-57.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯通过目的因与作用因的对比论述了“徒劳”与“自发”的概念区别,指出自发与机遇可归结为作用因的偶性发生,并论证了理智和本性必然优先于机遇。
διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην, ᾗ καὶ τελικὸν τοῦ ποιητικοῦ,1 καθάπερ καὶ τὸ ἀπὸ τύχης τῆς τύχης. ὅλως γὰρ ὅταν τι τοιοῦτον ἀποβῇ, ὅπερ ἔχει μὲν οἰκεῖα ποιητικά, γίνεται δὲ μὴ τῶν οἰκείων προϋπαρξάντων, ἀλλ’ ἑτέρων τινῶν, οἷς καὶ αὐτοῖς ἕτερον οἰκεῖον ἠκολούθει τέλος, τότε τὰ μὲν προϋπάρξαντα μάτην λέγεται γεγονέναι, ὅτι μὴ γέγονεν ἐξ αὐτῶν ἅπερ προέκειτο· τὰ δὲ ἐπισυμβάντα ἐκ ταὐτομάτου ὅτι μὴ προϋπαρξάσης ἐγένετο τῆς οἰκείας ἀρχῆς, οἷον ὁ λίθος καταπεσὼν ἐπάταξε τὸν παριόντα· ἐνταῦθα γὰρ τὸ μὲν πατάξαι τέλος, τὸ δὲ πεσεῖν ποιητικὸν αἴτιον εἴποιμεν ἄν. ἀλλὰ καὶ τὸ πατάξαι ἑτέραν εἶχεν οἰκείαν ἀρχὴν οὐ τὸ πεσεῖν, ἀλλὰ φέρε τὸ βληθῆναι ὑπό τινος, ὥστε τι πατάξαι· καὶ τὸ πεσεῖν οὐ τὸ πατάξαι τέλος εἶχεν, ἀλλ’ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, ἀλλήλων δὲ ἐγένετο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος.2 ὁ δὲ προϊὼν μὲν ὑπὲρ τοῦ πρᾶξαί τι, πληγεὶς δὲ καὶ ἀναστρέψας μάτην μὲν προῆλθεν, ἀπὸ ταὐτομάτου δὲ ἐπλήγη, τάχα δὲ οὗτος καὶ ἀπὸ τύχης· τὸ ἀπὸ ταὐτομάτου γὰρ ἐπὶ πλέον. γνοίης δ’ ἂν κἀκεῖθεν· ὅταν γάρ τι παρὰ φύσιν γένηται, οἷον πολλὰ τέρατα τίκτεται, τότε οὐκ ἀπὸ τύχης, ἀλλ’ ἐκ ταὐτομάτου φαμὲν γεγονέναι, οἷον τὸν ἑξαδάκτυλον ἢ στρουθοκέφαλον· ἢ ταῦτα οὐκ ἔστιν ἀπὸ ταὐτομάτου;3 ἔχει γὰρ οἰκείαν αἰτίαν τὴν προϋπάρξασαν ἐν αὐτοῖς· ἢ γὰρ ψύξιν ἢ ἔλλειψιν ἢ πλεονασμὸν τῆς ὕλης. ἀλλὰ φήσει τις ὅτι καὶ ὁ πεσὼν λίθος ἔνδον εἶχε τὴν βαρύτητα. ἀλλὰ τοῦ πεσεῖν μὲν αὐτὴ ποιητική, τοῦ πλῆξαι δὲ οὔ, ὃ ἔφαμεν ἐκ ταὐτομάτου. τί μὲν οὖν ἐστὶν ἡ τύχη καὶ τί τὸ αὐτόματον, εἴρηται, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. ἀνάγονται δὲ εἰς τὸ ποιητικὸν εἶδος τῶν αἰτίων, ὅτι ποιητικοῖς αἰτίοις ἐπισυμβαίνει ἢ φύσει ἢ διανοίᾳ, φύσει μὲν κατενεχθεὶς ὁ λίθος διὰ τὸ βάρος ἐπάταξε, διανοίᾳ δὲ διορύττων θεμέλιον θησαυρὸν εὗρεν· ἔστι δὲ οὔτε τὸ διορύττειν τύχης καθ’ ἑαυτό, οὔτε τοῦ θησαυροῦ ἡ εὕρεσις· ὀρύξειε γὰρ ἄν τις θησαυρὸν εὑρήσειν ἐλπίζων, ἀλλ’ ὅταν τοῦτο ἐκείνου μὴ γένηται χάριν, ἀπαντήσῃ δὲ ἀλλήλοις· καὶ οἷον συγκρούσῃ, ἡ τούτων συνδρομὴ τύχη καλεῖται. ἐπειδὴ δὲ ἡ τύχη καὶ τὸ αὐτόματον ἐπ’ ἐκείνων ἐπεδείχθησαν, ἐφ’ ὧν νοῦς ἢ φύσις γένοιτο ἂν αἴτια κατὰ συμβεβηκός, νοῦς ἄρα καὶ φύσις πρότερα τύχης καὶ αὐτομάτου· ἀεὶ γὰρ πρότερα τὰ καθ’ αὑτὰ τῶν κατὰ συμβεβηκός, ὥστε ὅσοι τοῦδε τοῦ παντὸς τύχην αἰτίαν ἀποδιδόασιν, δῆλον ὅτι νοῦν πρότερον καταλείψουσιν.4 εἰ οὖν ἐξ ἀνάγκης αὐτοῖς ἀκολουθεῖ τὸν νοῦν αἴτιον τίθεσθαι, ὅρα πῶς τὸ λειπόμενον γελοῖον· εἰ γὰρ κατὰ συμβεβηκὸς αἴτιος ὁ νοῦς τοῦ οὐρανοῦ, οὐχ εὑρίσκω τίνος καθ’ αὑτὸν ἔστι ποιητικός.
出于自发之物与“徒劳”的区别,正如目的性的东西与作用性的东西的区别一样,正如出于机遇之物与机遇的区别一样。因为大体上,每当出现了这样一种结果,它虽具有固有的作用原因,却不是由于其固有原因预先存在而生成,而是由某些别的原因生成(这些原因自身也伴随着另一个固有的目的),此时,预先存在的事物就被说是“徒劳地”发生,因为从它们之中并未生成预先设定的目的;而随后附带发生的事物则是“出于自发”,因为它的生成并未预先存在其固有的始基;例如石头落下来击中了过路人。因为在这里,我们会说击中是目的,而落下是作用原因。然而击中也曾有另一个固有的始基,而不是落下,比如说由某人投掷以便击中某物;落下所具有的目的也不是击中,而是被带到固有的场所;但在偶性上,它们彼此之间一个是原因,一个是目的。而那个为了做某事而走出来、却被击中而折回的人,走出来是徒劳的,但被击中是出于自发,或许对他而言也是出于机遇;因为出于自发之物的外延更广。 你也可以从以下方面认识到这一点:因为每当违背本性的事物生成时,例如许多怪胎出生,那时我们便说它们生成不是出于机遇,而是出于自发,例如六指人或鸵鸟头的人。或者难道这些并非出于自发?因为它们具有预先存在于它们之中的固有原因:即冷化,或质料的缺失或过剩。但有人会说,落下的石头内部也具有重量。然而,重量自身虽是落下的作用因,却不是击中的作用因,而击中才是我们所说的出于自发。 因此,机遇是什么,自发是什么,以及它们彼此之间的区别是什么,都已经说明了。它们被归入原因的作用因种类,因为它们附带发生于或出于本性或出于思想的作用原因之上:出于本性者,如石头由于重量向下落而击中;出于思想者,如挖地基的人发现了财宝。然而,挖掘就其自身而言既不属于机遇,财宝的发现也并非如此;因为某人可能怀着找到财宝的期望而挖掘;但每当此事不是为了彼事而生成,它们却彼此相遇,并且可以说是相互碰撞时,这两者的汇合就被称为机遇。 既然机遇与自发是在那些理智或本性可能成为偶性之因的事物上被证明的,那么理智与本性就必然优先于机遇和自发;因为自身之物总是优先于偶性之物,所以凡是将机遇指派为此全宇宙之因的人,显然将留下理智作为更优先者。因此,如果将理智设定为原因必然伴随于他们,请看余下的事情是多么可笑:因为如果理智是诸天的偶性之因,我找不出它就自身而言是什么的作用因。
- 2.6ᾗ καὶ τελικὸν τοῦ ποιητικοῦ
在连词 ᾗ 之后省略了动词 διαφέρει 以及名词 αἴτιον,构成比较句:“正如目的性[原因]与作用性[原因]相区别那样”,承接前文的 διαφέρει ... τοῦ μάτην。
- 2.6ἀλλήλων δὲ ἐγένετο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος
ἀλλήλων 为属格,修饰并列的主谓对置成分 τὸ μὲν αἴτιον, τὸ δὲ τέλος(一为原因,一为目的),意为“互相对彼此而言,附带地一者成为了原因,另一者成为了目的”。
- 2.6ἢ ταῦτα οὐκ ἔστιν ἀπὸ ταὐτομάτου;
连词 ἤ 在此引入疑问或自问自答式的反诘:“或者难道这些并非出于自发?”,并在紧随其后的 ἔχει γὰρ... 中给出异议的根据,随后再予以反驳。
- 2.6νοῦν πρότερον καταλείψουσιν
καταλείπω 在此并非字面意义上的“遗留”,而是指逻辑后果上的“保留/不得不承认”理智为更在先者。它是承接前句 ὅσοι...ἀποδιδόασιν 的主句谓语动词。
