- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:54.7-55.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯论述了自发与机遇的区别,指出自发的外延更广,且严格适用于无理性动物和无生命之物(以马、三脚凳和石头为例),并阐明了自发一词源于“徒劳”(matēn)。
6. Ἔστι μὲν οὖν καὶ τὸ αὐτόματον αἴτιον κατὰ συμβεβηκός, ὡς προείρηται, ἐν τοῖς ἐπ’ ἔλαττον γενομένοις καὶ ἕνεκά του, διαφέρει δὲ τῆς τύχης, ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστὶ καὶ λέγεται. τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν καὶ ἀπὸ ταὐτομάτου, οὐ πᾶν δὲ τὸ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης· ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἐστίν, οἷς ἂν καὶ τὸ εὐτυχῆσαι ὑπάρξῃ, καὶ ὅλως πρᾶξίς τις· διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην, πρακτὰ δὲ τὰ κατὰ προαίρεσιν, ὡς ἐν Ἠθικοῖς εἴρηται. σημεῖον δέ, ὅτι ἡ εὐτυχία δοκεῖ ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ, ἡ δὲ εὐδαιμονία εὐπραξία τις καὶ περὶ πρᾶξιν, ὥστε ὅσοις μὴ ἐνδέχεται πρᾶξαι, οὔτε ἀπὸ τύχης τι ποιῆσαι τούτοις ἐνδέχεται. καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον τι ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν, οὐδὲ εὐτυχία οὐδὲ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ ἄρα καθ’ ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοὶ καὶ τὰ ἀγάλματα, ὅτι σεβόμεθα αὐτοὺς μηδὲν εἰς τοῦτο συντελέσαντας, τοὺς δὲ ὁμόζυγας αὐτῶν, ἂν οὕτω τύχῃ, καταπατοῦμεν. ὑπάρχει δὲ τῶν ἀψύχων τισὶ καὶ οὕτως τὸ ἀπὸ τύχης, ὅταν τις ἀπὸ τύχης τι πράξῃ διὰ τοιούτων ὀργάνων, οἷον ὁ τὸν τύραννον Προμηθέα πλήξας μὲν ὑπὲρ τοῦ ἀνελεῖν, διακόψας δὲ τὸ φῦμα καὶ ἰασάμενος· εὐτυχὲς γὰρ ἂν οὕτω λέγοιτο1 τὸ ξίφος, ἐπεὶ προσκυνοῖτο ὑπὸ τοῦ θεραπευθέντος. τὸ δὲ αὐτόματον οὐκέτι καθ’ ὁμοιότητα ἀλλὰ κυρίως ἂν καὶ τοῖς ἀψύχοις ὑπάρχοι καὶ τοῖς ἄλλοις τῶν ζῴων ἀλόγοις, οἷον ἵππος ἐκ ταὐτομάτου ἐσώθη ληφθεὶς ὑπὸ τῶν πολεμίων, ὅτι ἦλθε μὲν τοῦ πιεῖν ἕνεκεν, ἐλθὼν δὲ ἐσώθη παρὰ τοῦ δεσπότου· καὶ ὁ τρίπους ἐκ ταὐτομάτου κεῖται οὕτως ὥστε καθῆσθαι ἐπ’ αὐτοῦ, οὐ τούτου κατέπεσεν ἕνεκεν· καὶ τὸ τέλος δὲ τὸ ἀπαντῆσαν ἔξωθεν εἶναι δεῖ καὶ οὐκ ἐν τῇ φύσει τοῦ πράγματος· εἰ γὰρ ὁ πεσὼν λίθος κυβικὸν ἔχει τὸ σχῆμα, οὐκ ἐκ ταὐτομάτου κεῖται πρὸς τὸ καθέζεσθαι ἐπιτηδείως· ἐν τῇ φύσει γὰρ ἦν αὐτοῦ τὸ πάντως, εἰ πίπτει, κατὰ τοιοῦτον πεσεῖν τρόπον. καὶ διὰ τοῦτο οὐδὲ τὸ πῦρ ἀπὸ ταὐτομάτου κινεῖται ἄνω· φύσις γὰρ αὕτη τοῦ πυρός. τὸ μὲν οὖν ἀπὸ ταὐτομάτου τοιοῦτον λέγω, τὸ δὲ κοινὸν ὃ καὶ ἐπὶ τῆς τύχης ἂν λέγοιτο. ἀπὸ τύχης δέ ἐστιν ὅσα γίνεται ἀπὸ ταὐτομάτου ἐν τοῖς προαίρεσιν ἔχουσιν, οὐκέτι δὲ ἅπαντα τὰ παρὰ τὴν προαίρεσιν εὐθὺς ἀπὸ τύχης ἐστίν· τῷ γὰρ πλεύσαντι χειμῶνος ἀπήντησε μὲν οὐ κατὰ προαίρεσιν ἡ ναυαγία, οὐ μὴν οὐδὲ ἀπὸ τύχης· ἐπὶ τὸ πολὺ γὰρ οὕτως συμβαίνει. ὅτι δὲ τὸ αὐτόματον τοιοῦτόν ἐστιν οἷον εἰρήκαμεν, σημεῖόν ἐστιν ὅτι μάτην λέγεται ἐκεῖνα γενέσθαι, οἷς οὐκ ἀπήντησε τὸ τέλος, ὧν χάριν ἐπράχθη. ὅταν γὰρ βαδίσωμεν ὑπὲρ τοῦ τὴν γαστέρα διαχωρῆσαι, τοῦτο δὲ μὴ συμβεβήκῃ, μάτην φαμὲν βεβαδικέναι, ὡς τούτου ὑπάρχοντος μάτην τὸ πεφυκὸς ἄλλου ἕνεκα,2 ὅταν μή τι γένηται ἐκεῖνο, οὗ ἕνεκεν ἦν ἢ ἐπεφύκει· ἐπεὶ εἴ τις φαίη λελοῦσθαι μάτην, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ ἦν τοῦτο ἐκείνου ἕνεκα. οὕτω δὲ καὶ τοὔνομα τοῦ αὐτομάτου παρὰ τὸ μάτην γεγονέναι. πολλάκις μὲν οὖν τῷ μάτην γιγνομένῳ οὐδὲν ἕτερον ἠκολούθησεν, ἀλλὰ μόνον τὸ τοῦ οἰκείου τέλους ἡμαρτηκέναι, ὡς τῷ περιπατοῦντι τὸ μὴ καθαρθῆναι, καὶ τοῦτό ἐστι μάτην, πολλάκις δὲ ἕτερόν τι καὶ οὐχ οὗ πέπρακται ἕνεκεν, ὡς τὸ χρυσίον εὑρεῖν τῷ βαδίζοντι διὰ κάθαρσιν, καὶ τοῦτό ἐστι τὸ ἀπὸ ταὐτομάτου.
6. 因此,如前所述,自发也是在较少发生且为了某种目的的事物之中的偶然之因,但它与机遇的区别在于:自发的外延更广,也被如此称呼。因为一切出于机遇的事物也出于自发,但并非一切出于自发的事物都出于机遇。因为机遇及出于机遇的事物,只属于那些也能享有好运者,并且总体上属于能有某种实践活动者;因此,机遇也必然关涉于可行之事,而可行之事就是依照抉择之事,正如在《伦理学》中所说的那样。其证据在于:好运被认为与幸福是同一的,而幸福是一种善行且关涉实践;因此,对于那些不可能去行事者而言,他们也不可能出于机遇做任何事。正因如此,任何无生命之物和野兽都不会出于机遇做任何事,因为它们没有抉择,好运与厄运也不属于它们,除非是基于类似性;正如普罗塔库所说,造成祭坛与神像的石块是幸运的,因为我们敬奉它们,尽管它们对此毫无功劳,而它们的同类石块,碰巧却被我们踩在脚下。但对于某些无生命之物而言,出于机遇的事物也以此种方式属于它们:即当某人通过这类工具出于机遇做了某事时;例如有人为了杀死僭主普罗米修斯而击打他,却切开了肿瘤并治愈了他;因为这样一来,宝剑就可以被称为幸运的,既然它会被治愈者膜拜。 但自发则不再是基于类似性,而是能够真正地属于无生命之物和其他无理性的动物。例如,一匹被敌人俘获的马自发地获救了,因为它是为了饮水而走来,但走来之后却被主人救下;三脚凳自发地以能让人坐在其上的方式立着,但它倒下并非为了这个目的。并且,所遇上的结果必须是外在的,而不能在该事物的本性之中;因为如果落下的石头具有立方体的形状,它适合于坐着就不是出于自发而放置的;因为如果落下,无论如何都以这种方式落下本就属于它的本性。正因如此,火向上运动也不是出于自发;因为这就是火的本性。因此,我所说的出于自发之物就是此类事物,即那也能用来称呼机遇的共通之物。而凡是在具有抉择的存在者中出于自发而生成的事物,都是出于机遇的;但并非一切违背抉择的事物就立刻都是出于机遇的;因为对于在冬季航海的人而言,遇上沉船虽然并非出于抉择,但绝非出于机遇;因为绝大多数情况下都是如此发生的。 而自发正是我们所说的那种事物,其证据在于:凡是未曾遇上那所为之进行的目的的事物,都被说是“徒劳地”发生的。因为当我们为了通便而散步,但此事并未发生时,我们便说我们徒劳地散步了,因为“徒劳”即是:当那本性上为了他物者,其所为之存在或被本性决定的目的并未生成时,它就处于徒劳状态。因为如果有人说他洗澡洗得徒劳,是因为太阳没有发生日食,那将是可笑的;因为前者并不是为了后者。同样,“自发”之名也是由于“徒劳地”发生而得名。因此,很多时候,伴随徒劳发生之事的并没有别的东西,而仅仅是错失了固有的目的(例如对于散步者而言未能通便,这就是“徒劳”);但很多时候,伴随的则是另一件事,且不是那所为之做的事情(例如对于为了通便而散步的人而言捡到了黄金,这就是出于自发的事物)。
- 2.6τὸ μὲν οὖν ἀπὸ ταὐτομάτου τοιοῦτον λέγω, τὸ δὲ κοινὸν ὃ καὶ ἐπὶ τῆς τύχης ἂν λέγοιτο
句首的“τὸ μὲν οὖν ἀπὸ ταὐτομάτου”充当动词“λέγω”的直接宾语(前置宾格),“τοιοῦτον”作宾语补足语。后半部分的“τὸ δὲ κοινὸν ὃ καὶ ἐπὶ τῆς τύχης ἂν λέγοιτο”与前者同位并置,用于说明此处所说的自发乃是涵盖了机遇的共通概念(属概念)。
- 2.6ὡς τούτου ὑπάρχοντος μάτην τὸ πεφυκὸς ἄλλου ἕνεκα
在由“ὡς”引导的属格独立结构中,“τούτου”充当主语,带谓语补足语“μάτην”,而后置的名词短语“τὸ πεφυκὸς ἄλλου ἕνεκα”(本性为了他物者)则与之构成同位语关系,具体阐明“此物”的内涵。
