← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§52.22-54.6

机遇的不确定性与好运厄运的界定

德米斯提乌斯依据亚里士多德《物理学》卷二第五章,论述了机遇及其目的在何种意义上是不确定的,分析了偶然原因中较近与较远者的区别,并界定了好运、厄运以及差之毫厘的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#3

δεῖ δὲ καὶ τοῦτο ἀόριστον εἶναι καὶ μὴ τεταγμένον,1 ὡς εἴγε εἴη τεταγμένον, οὐκέτ’ ἀπὸ τύχης ἐστίν. εὐλόγως δὲ καὶ τοῦτο ἀόριστον· κατὰ συμβεβηκὸς γὰρ καὶ τοῦτο καὶ οἷόν τε ἦν οὐ τὸ κομίσασθαι ἀπαντῆσαι μόνον τὸ προελθεῖν, ἀλλὰ καὶ τὸ πληγῆναι καὶ τὸ θεάσασθαι τὴν πομπήν· ἓν μὲν γάρ ἐστιν οὗ χάριν ἐγένετο τὸ προελθεῖν, ἄπειρα δὲ τὰ τούτῳ δυνάμενα ἐπισυμβῆναι. δῆλον ἄρα ἐκ τῶν εἰρημένων, ὅτι τύχη ἐστὶν αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς οὔτε ἐξ ἀνάγκης οὔτε ἐπὶ τὸ πολὺ γινομένοις, ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον καὶ τούτων γε ἐν τοῖς ἕνεκά του κατὰ προαίρεσιν· διόπερ ἐν ὅσοις διάνοια, ἐν τούτοις καὶ τύχη· ἡ γὰρ προαίρεσις οὐκ ἄνευ διανοίας. ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ’ ὧν γένοιτο ἂν τὸ ἀπὸ τύχης, ὅθεν δοκεῖ ἡ τύχη ἀόριστον εἶναι· πάντα γὰρ τὰ κατὰ συμβεβηκὸς αἴτια τὸ ὡρισμένον οὐκ ἔχει· ταύτῃ γὰρ μάλιστα τῶν καθ’ αὑτὰ διαφέρει, ὅτι ἐπ’ ἐκείνων μὲν ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τοῦδε αἴτιον, οἷον τὸν οἰκοδόμον τῆς οἰκίας, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς οὔ· οὐκέτι γὰρ μᾶλλον ὁ λευκὸς ἢ ὁ μουσικός. οὕτως οὖν καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα ἄπειρα τὸ πλῆθος αἴτια· καὶ γὰρ ἰδεῖν τινα καὶ βουλόμενος καὶ διώκων καὶ φεύγων καὶ θεασάμενος.2 εἰ μὲν οὖν τὰ καθ’ αὑτὰ αἴτια λέγει, οὐδὲν ἂν γίνεσθαι δόξειεν ἀπὸ τύχης. παράλογον δὲ οὐδὲν θαυμαστὸν τὴν τύχην λέγεσθαι (ὁ γὰρ λόγος ἐν τοῖς ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ), ἀλλ’ ἐπεὶ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, ἀεὶ δὲ ἐν τούτοις ἦν τινα ἐγγυτέρω τε καὶ πορρωτέρω (ἐγγυτέρω μὲν ὁ Πολύκλειτος αἴτιος τοῦ ἀνδριάντος, πορρωτέρω δὲ ἄνθρωπος), οὕτω γένοιτο ἂν καὶ ἐν τοῖς ἀπὸ τύχης αἰτίοις, οἷον ὑγείας αἴτιον ἐγένετο τῷ νοσοῦντι ἢ πνεῦμα ἢ εἰληθέρησις ἢ τὸ κείρασθαι καὶ ἀραιωθῆναι τὴν κεφαλὴν μηδὲν τούτων ἕνεκα τῆς ὑγείας ποιήσαντι,3 ἀλλ’ ἢ τοῦ πρᾶξαι χάριν ἢ τοῦ θεάσασθαί τινα ἢ τοῦ τὴν κόμην ἀποθέσθαι· καὶ γὰρ ἐνταῦθα προσεχέστερον τῆς ὑγείας τὸ πνεῦμα αἴτιον τοῦ κείρασθαι. ὅταν μὲν οὖν τὰ κατὰ συμβεβηκὸς ἀλλήλοις ἀντεξετάσωμεν, ἔστιν εὑρεῖν προσεχέστερα καὶ πορρώτερα· ὅταν δὲ ἁπλῶς ζητήσωμεν, τί ἂν αἴτιον γένοιτο τοῦ ἀπὸ τύχης, οὐκ ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τι· ἄπειρα γὰρ καὶ ἀόριστα ληφθῆναι δύναται, καθάπερ ἔφθημεν πολλάκις προειρηκότες. Εὐτυχία δέ ἐστιν, ὅταν τοιοῦτόν τι ἀπαντήσῃ τέλος, οἷον ἄν τις καὶ προείλετο ἐξ ἀρχῆς, ἀτυχία δέ, ὅταν μὴ τοιοῦτον. τύχη δὲ ἀγαθὴ μὲν λέγεται, ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δέ, ὅταν φαῦλον. εὐτυχία δὲ καὶ ἀτυχία, ὅταν μέγεθος ἔχῃ ταῦτα. καὶ τὸ παρὰ μικρὸν μέγα ἀγαθὸν λαβεῖν καὶ γενόμενον ἐγγὺς ἀτυχία μεγάλη,4 ὅτι ὡς ὑπάρχον αὐτὸ ἤδη λέγει ἡ διάνοια (τὸ γὰρ παρὰ μικρὸν <ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ). ὁμοίως δὲ καὶ τὸ παρὰ μικρὸν> μέγα κακὸν λαβεῖν εὐτυχίας λέγεται εἶναι μεγάλης. ἀλλὰ καὶ ἀβέβαιος ἡ εὐτυχία εὐλόγως· ἡ γὰρ τύχη ἀβέβαιος· οὔτε γὰρ ἐξ ἀνάγκης, οὔτε ὡς ἐπὶ τὸ πολύ.

并且,这一结果也必定是不确定的和非固定的,因为如果它是固定的,它就不再是出于机遇了。这一结果是不确定的,这也是合情合理的;因为这也是偶然的,外出所遇上的不仅可能是收回钱,而且也可能是遭到殴打或观看了游行;因为外出所为了的目的只有一个,但能够附随于此的事情却是无限的。由此可见,正如所说过的,机遇是在既非出于必然亦非绝大多数情况下生成的事物中的偶然之因,而是在较少发生的事情中,并且是在这些事情中依抉择而为了某种目的的事物之中的;因此,凡是有理智的地方,在这些地方也就有机遇;因为抉择绝不能脱离理智。因此,生成出于机遇之物所由以产生的原因必然是不确定的,由此机遇被认为是不确定的;因为一切偶然的原因都不具有确定性。因为偶然之因与自身之因的最大区别正是在于此:在自身之因的情形中,能够确定地说此物是彼物之因——例如建筑师是房屋之因——但在偶然之因的情形中则不然;因为白皙者绝不比懂音乐者更是原因。因此,同样,外出而收回钱的原因在数量上是无限的;因为既可能是由于想要见某人,也可能是由于追逐,由于逃避,或者由于观看演出。因此,如果有人只说其自身的原因,就没有任何事物似乎是出于机遇生成的。而机遇被称为违背常理,也毫无奇怪之处(因为理性存在于出于必然或绝大多数情况下发生的事物中)。但既然机遇是一种偶然之因,而在偶然的原因中总有一些是较近的,一些是较远的(波利克莱托斯是雕像的较近的原因,而人则是较远的原因),在出于机遇的原因中同样也会如此;例如对于患病者而言,健康的原因成了微风、晒日光浴,或者剪发并使头部通风凉爽,尽管他做这些事没有一件是为了健康,而是为了做生意,为了见某人,或是为了去掉头发;因为在这里,微风相对于剪发而言也是健康的更直接的原因。因此,当我们把偶然之因相互对比考查时,能够发现较直接的和较间接的;但当我们单纯探求究竟什么能够成为出于机遇之物的原因时,却无法明确指明是“某一个特定的事物”;因为正如我们先前多次说过的那样,能够被当作原因的事物是无限且不确定的。而好运乃是当遇上了这样一种人在一开始就会抉择的目的时,厄运则是当目的并非如此时。当产生某种好的结果时,被称为幸运;当产生坏的结果时,被称为倒霉;而当这些结果具有重大分量时,则被称为好运与厄运。以微小的差距错失已临近的巨大善物,是一件巨大的厄运,因为理智将其说得如同已然拥有一般(因为仅差一点的事物,似乎就如同毫无距离一样);同样,以微小的差距免受大恶,也被说成是属于巨大的好运。但好运是不稳定的,这也是合情合理的;因为机遇就是不稳定的;因为它既非出于必然,亦非绝大多数情况下发生。

语法注4 条
  1. 2.5δεῖ δὲ καὶ τοῦτο ἀόριστον εἶναι καὶ μὴ τεταγμένον

    主语 τοῦτο 指前一节末尾所讨论的“偶然的目的”(τέλος κατὰ συμβεβηκός),即行动所意外招致的后果。紧接着的 κατὰ συμβεβηκὸς γὰρ καὶ τοῦτο 以及外出可能遇上的诸种后果(收回钱、挨打等)均承接这一指涉。

  2. 2.5καὶ γὰρ ἰδεῖν τινα καὶ βουλόμενος καὶ διώκων καὶ φεύγων καὶ θεασάμενος

    分词群(βουλόμενος、διώκων、φεύγων、θεασάμενος)为主格,修饰外出者当时可能具有的各种意图与动机。尽管前文以外出者的宾格(προελθόντα)出现,此处分词转换为表述外出行为隐含主语的主格破格结构。

  3. 2.5μηδὲν τούτων ἕνεκα τῆς ὑγείας ποιήσαντι

    与格分词 ποιήσαντι 与前面的 τῷ νοσοῦντι(给患病者)在性数格上一致。否定代词 μηδέν(统摄 τούτων 作 ποιήσαντι 的宾语)在语义上否定 ἕνεκα τῆς ὑγείας,表示“当他为了健康并未做这其中的任何一件事时”。

  4. 2.5καὶ τὸ παρὰ μικρὸν μέγα ἀγαθὸν λαβεῖν καὶ γενόμενον ἐγγὺς ἀτυχία μεγάλη

    句子的核心骨架是由定冠词不定式 τὸ ... λαβεῖν 充当主语,ἀτυχία μεγάλη 充当表语。成语性短语 παρὰ μικρόν 意为“差一点(而未能)”,修饰 λαβεῖν 并配合 γενόμενον ἐγγύς,表示错失了近在咫尺的大善。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:52.22-54.6