- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:51.15-52.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯阐明机遇与自发性是自然或抉择的偶然原因,指明机遇不同于其他偶然原因之处在于同一行动对一个目的而言是其自身的原因、对另一目的而言是偶然的原因,并说明在机遇中偶然性同时存在于致作因与目的因之中。
τοῦτο οὖν ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅταν αἰτία γίνηται κατὰ συμβεβηκὸς ἡ φύσις τινὸς ἢ ἡ προαίρεσις. οὕτως ἔλεγον τὴν τύχην ἐν τοῖς ἕνεκά τινος εἶναι, ὅτι ἐν τοῖς ἀπὸ διανοίας καὶ ἀπὸ φύσεως, ὅταν γένηται ταῦτα κατὰ συμβεβηκός τινων αἴτια, γίνεται δὲ κατὰ συμβεβηκός τινων αἴτια, ὅταν ἄλλα τινὰ αὐτοῖς ἀπαντήσῃ καὶ μὴ ὧν χάριν ἐγίνετο· ἔστι γὰρ ὥσπερ τῶν ὄντων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὰ μὲν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ ταύτῃ συμβεβηκότα, οὕτως καὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτὰ αἴτια, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, κατὰ συμβεβηκὸς δὲ ὁ λευκὸς ἢ ὁ μουσικός· καὶ τὸ μὲν καθ’ αὑτὸ ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα γὰρ ἂν τῷ οἰκοδόμῳ συμβαίη. τοιοῦτον δὲ καὶ ἡ τύχη καὶ διὰ τοῦτο ἀόριστον. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη, ὅτι ἐκείνων μὲν ἕκαστον, ἐπειδὴ τῷ καθ’ αὑτὸ αἰτίῳ συμβέβηκε, οὕτως αἴτιον καὶ αὐτὸ λέγεται τὸ λευκὸν ἢ τὸ μουσικὸν ἢ τὸ περιπατοῦν ἢ τὸ καθήμενον, διόπερ οὐδὲ αἴτιον κυρίως ἐστὶ τὸ τοιοῦτον, ἐπὶ δὲ τῆς τύχης1 ἡ αὐτὴ πρᾶξις καὶ μία ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός· τὸ γὰρ ὀρύξαι τοῦ μὲν φυτεῦσαι καθ’ αὑτὸ αἴτιον, τοῦ δὲ τὸν θησαυρὸν εὑρεῖν κατὰ συμβεβηκός, ὥστε ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός),2 ἐνταῦθα δὲ ἐν τοῖς τέλεσι τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός. ἔχει μέντοι γε καὶ τὸ ἀόριστον μηδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἡ τύχη· τὸ γὰρ εὑρεῖν τὸν θησαυρὸν πολλοῖς ἂν καὶ ἀπείροις αἰτίοις ἐπισυμβαίη χάριν ἄλλου τινὸς γινομένοις, τοῦ φυτεῦσαι χάριν ὀρύσσοντι, τοῦ θεμέλια καταβάλλεσθαι, τοῦ διαγαγεῖν ὀχετὸν φρεατείας ἕνεκεν λάκκου μνήματος ἠρίου μυρίων ἄλλων. καθάπερ οὖν ἐλέχθη καὶ πρότερον (οὐδὲν γὰρ ἄτοπον σχολὴν ἄγοντα τὰ αὐτὰ πολλάκις σαφηνείας ἕνεκεν ἀναλαμβάνειν), ὅταν τὰ ἕνεκά του γινόμενα γένηταί τινος αἴτια κατὰ συμβεβηκός, τὰ τούτοις οὕτως ἀπηντηκότα ἀπὸ τύχης λέγεται γεγονέναι ἢ ταὐτομάτου, οἷον ἕνεκα μὲν τοῦ λούσασθαι προῆλθεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανεισμένῳ κομιζομένῳ τὸν ἔρανον· τοῦ γὰρ ἀπολαβεῖν αἴτιον κατὰ συμβεβηκὸς τὸ προελθεῖν (οὐ γὰρ τούτου χάριν ἐγίνετο)· ὡς εἰ τούτου γε ἕνεκεν, οὐκ ἂν ἐλέγετο ἀπὸ τύχης ἀπειληφέναι τὸ ἀργύριον· ἀλλ’ οὔτε εἰ κατὰ ἀνάγκην εἰς τὸν τόπον ἐκεῖνον ἐφοίτα, οὔτε εἰ κατὰ συνήθειαν ὡς ἐπὶ τὸ πλεῖστον· οὐκέτι γὰρ παράλογον τὸ τοιοῦτον οὐδὲ σπάνιον. καὶ τοῦτο δὲ ἐπὶ τῆς τύχης θεωρητέον, ὅτι τὸ κατὰ συμβεβηκὸς οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον αἰτίου, ἀλλὰ καὶ ἐπὶ τοῦ τέλους εὑρίσκεται· ὥσπερ γὰρ τὸ προελθεῖν κατὰ συμβεβηκὸς αἴτιον τοῦ κομίσασθαι, οὕτω καὶ τὸ κομίσασθαι κατὰ συμβεβηκὸς τέλος τοῦ προελθεῖν· καὶ τὸ μὲν ὡς ποιητικὸν αἴτιον τύχη καλεῖται, τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης.
因此,当自然或抉择偶然地成为某物的因时,这就是机遇与自发性。我之所以说机遇存在于为了某种目的的事物中,是因为它存在于出于理智和出于自然的事物中,只要这些事物偶然地成为某些后果的因;而它们偶然地成为某些后果的因,乃是在有另外的某些事情遇上了它们,而不是它们起初为之而生成的事情遇上它们的时候。因为正如在存在者中,有些是其自身的,有些是偶然的——实体是其自身的,而附随于实体的属性则是偶然的——同样,在原因中,有些是其自身的原因,有些则是偶然的原因;建筑师是房屋的其自身的原因,而白皙的人或懂音乐的人则是偶然的原因。并且,其自身的原因是确定的,偶然的原因则是不确定的;因为有无限多的属性可以附随于建筑师。机遇也是这类的,因此是不确定的。但机遇不同于其他偶然的原因,因为那些原因中的每一者,之所以本身被称为因——如白皙者、懂音乐者、行走者或坐着的人——是因为它附随于其自身的原因,因此这类事物甚至根本不能严格地说是原因;而在机遇的情形中,同一种且唯一的行动对于一件事是其自身的因,对于另一件事则是偶然的因。因为挖掘对于植树而言是其自身的因,但对于发现宝藏而言则是偶然的因;因此,在那种情形中差异在于诸原因(因为一个是其自身的,另一个是偶然的),而在此处差异则在于诸目的,即[该行动]对于前一目的而言是其自身的因,对于后一目的而言则是偶然的因。然而机遇拥有不确定性绝不少于前者,如果不是更多的话;因为发现宝藏可以附随于为了某种别的事物而生成的众多且无限的原因——对于为了植树而挖掘的人、为了打地基、为了引设沟渠、为了打井、为了蓄水池、为了坟墓、为了石冢、为了无数其他事物[而挖掘的人]。因此,正如先前也已说过的(因为有闲暇的人为了明晰起见多次重温同样的内容并无不当),当为了某种目的而生成的事物偶然地成为某物的因时,如此遇上它们的结果就被称为是出于机遇或自发性而生成的——例如有人为了洗浴而外出,却在碰到正在筹集分摊借款的借债人时收回了钱;因为外出是收回钱的偶然的因(既然并非为了此目的而外出)。因为如果是为了这个目的,就不会说他是出于机遇收回钱的;但如果他是依必然性常去该处,或者依习惯在绝大多数情况下[常去该处],同样也不会如此说;因为这类事情不再是违背常理的,也不是罕见的。此外关于机遇还必须考察这一点:偶然不仅见于致作因,也见于目的。因为正如外出是收回钱的偶然的因,收回钱同样也是外出的偶然的目的;前者作为致作因被称为机遇,而后者作为目的因则被称为出于机遇的事物。
- 2.5καὶ τὸ μὲν ὡς ποιητικὸν αἴτιον τύχη καλεῖται, τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης
代词“τὸ μέν”与“τὸ δέ”作主语,分别指代前句中出现的“外出(致作因)”和“收回钱(目的)”。后半句“τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης”承前共享动词 καλεῖται,“τὸ ἀπὸ τύχης”则作为表语名词短语。
- 2.5ὥστε ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ἐνταῦθα δὲ ἐν τοῖς τέλεσι τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός
在对比句式“ἐκεῖ μὲν... ἐνταῦθα δέ”中,后半句“τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός”承接前句的“ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός”,属于省略结构。属格 τοῦ μὲν 与 τοῦ δὲ 指代不同的目的,并承前省略了表语 αἴτιον(或 αἰτία),意为“[同一行动]对于前一[目的]而言是其自身的[原因],对于后一[目的]而言则是偶然的[原因]”。
