- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:50.6-51.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌推导出机遇属于“罕见生成”且“为了某种目的”的领域,并阐明当出现偏离最初预设目的的偶发结果时,机遇与自发性如何作为偶性原因而显现。
5. Ὅτι μὲν οὖν ἔστιν καὶ ἐν οἷς ἐστιν ἡ τύχη, λάβοιμεν ἄν οὕτως. τῶν γιγνομένων τὰ μὲν ὡσαύτως ἀεὶ γίγνεται ὡς τὰ ἀίδια, τὰ δὲ ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὰ φύσει, τὰ δὲ ἀντικείμενα τούτοις ὡς τὰ ἐπ’ ἔλαττον. ἐπειδὴ γάρ εἰσί τινα ὡς ἐπὶ τὸ πλεῖστον γιγνόμενα, δῆλον ὡς ἐστί τινα καὶ ἐπ’ ἔλαττον, ἃ τὴν ἀναγκαίαν ἐκείνων γένεσιν διακόπτει. πότερον οὖν ἐν τοῖς ἐξ ἀνάγκης ἡ τύχη; καὶ τίς ἄν εἴποι τὸν ἥλιον ἀπὸ τύχης ἀνατέλλειν ἢ δύεσθαι τήμερον; ἀλλ’ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον; ἀλλ’ οὐδεὶς λέγει Καλλίαν ἐκ τύχης πενταδάκτυλον γενέσθαι ἢ καῦμα ἐν τοῖς ὑπὸ κύνα ἢ χειμῶνα κατὰ τὸν τοξότην ὄντος ἡλίου. ἆρ’ οὖν ἐν τοῖς ἐπ’ ἔλαττον ἡ τύχη; τοῦτο γὰρ ἡ κοινὴ δόξα φησί· τά τε γὰρ ὑπὸ τύχης γινόμενα σπανίως οἷόν τε συμβαίνειν καὶ τὰ σπανίως συμβαίνοντα ἀπὸ τύχης οἷόν τε γίνεσθαι· καὶ τοῦτο μὲν ἐνταῦθα μενέτω τὸ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι. πάλιν δὲ ἄλλως διαιρουμένοις τῶν γινομένων τὰ μὲν ἕνεκά τινος γίνεται, ὥσπερ ὅσων διάνοια καὶ ὅσων ἡ φύσις δημιουργός, τὰ δὲ οὐδενὸς χάριν, ὥσπερ ὅταν ἡμεῖς ἐκτείνωμεν τρίχας ἢ κάρφος ἀναιρώμεθα. τούτων δὴ ποῦ τακτέον τὴν τύχην; φημὶ ὡς ἐν τοῖς ἕνεκά του. πῶς δέ, ἀναμεῖναι μικρὸν βούλομαι· νῦν δὲ ἀναθεμένοις τοῦτο.1 οὐ γὰρ εἰς μακρὰν ἀποδειχθήσεται, τὸ συμβαῖνον δὲ ἐκ τῶν λημμάτων συλλογισώμεθα. κεῖται δὴ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι, κεῖται δὲ καὶ ἐν τοῖς ἕνεκά του. τί δὴ τὸ ἐκ τούτων συμπεραινόμενον; τό τινα γίνεσθαι καὶ ἐπ’ ἔλαττον ἐν τοῖς ἕνεκά τινος γιγνομένοις. τοῦ δὴ χάριν ὑπήχθην τουτὶ συλλογίσασθαι πρὸ τῆς θατέρου τοῖν λημμάτοιν διδασκαλίας; ὅτι τὸ ἕνεκά τινος οὐκ ἐν τοῖς ὡσαύτως ἔχουσι μόνον, οὐκ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον ὁμοίως.2 ἀλλ’ οὐ δεῖ θαυμάζειν, εἰ καὶ ἐν τοῖς ἐπ’ ἔλαττον εὑρεθείη. εἶεν. πῶς οὖν ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του; προσδεῖ γὰρ δὴ τούτου τῷ λόγῳ. πάντες δὲ συμφαῖεν ἄν, ὅτι ὅσα γίνεται ὑπὸ διανοίας καὶ ὑπὸ φύσεως, ἕνεκά τινος γίνεται, οἷον τὸ προελθεῖν ἔξω τῆς οἰκίας (ἢ γὰρ τοῦ λούσασθαι ἕνεκεν ἢ τοῦ τῷ φίλῳ διαλεχθῆναι) καὶ τὸ πεσεῖν ἐκ τοῦ στέγους τὴν κεραμίδα (τοῦ γὰρ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, φημὶ δὲ εἰς τὸν κάτω τὸ βαρὺ καὶ γήϊνον σῶμα, ἐπειδὴ οὐχ ἱκανῶς ἀνείχετο). ὅταν μὲν οὖν ἐκεῖνο τὸ τέλος αὐτοῖς ἀπαντήσῃ μόνον, οὗ καὶ τὴν ἀρχὴν χάριν ἐγίνετο, οὐδὲν ἐνταῦθα ἔχει κοινὸν ἡ τύχη· ὅταν δέ, ὥσπερ εἴωθε πολλάκις, ἕτερόν τι παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς,3 ἐνταῦθα ἀναφαίνεται ἡ τύχη καὶ τὸ αὐτόματον. προῆλθε μὲν γὰρ ὑπὲρ τοῦ λούσασθαι, περιέπεσεν δὲ τῷ λυττῶντι κυνί· καὶ κατηνέχθη μὲν ἡ κεραμὶς ὑπὲρ τοῦ τὴν οἰκείαν χώραν ἀπολαβεῖν, ἐπειδὴ παρὰ φύσιν ἦν αὐτῇ τὸ αἰωρεῖσθαι, ἔπληξε δὲ παριόντα τὸν ἄνθρωπον. ἔστι μὲν οὖν καὶ τῶν οὕτως συμβαινόντων ἢ τὴν φύσιν ἢ τὴν προαίρεσιν αἰτίαν πως εἰπεῖν, ἀλλ’ οὐ καθ’ αὑτήν· οὐ γὰρ τούτων χάριν οὔτε προῆλθεν ὁ ἄνθρωπος οὔτε ὁ κέραμος κατηνέχθη, ἀλλ’ εἰ ἄρα, κατὰ συμβεβηκός.
5. 因此,机遇是否存在以及它存在于哪些事物之中,我们或许可以这样来把握。在生成的事物中,有些始终以同样方式生成,如永恒的事物;有些则在绝大多数情况下生成,如依自然的事物;还有一些则与这些相对立,作为罕见生成的事物。因为既然存在某些在绝大多数情况下生成的事物,显然也就存在某些罕见生成的事物,它们打断了前者的必然生成。那么,机遇是在必然的事物中吗?又有谁会说太阳今日升起或落下是出于机遇呢?那么是在绝大多数情况下生成的事物中吗?但没有人会说卡利亚斯生成五指是出于机遇,或大犬星当令时炎热、太阳在射手座时寒冬是出于机遇。那么,机遇难道是在罕见生成的事物中吗?因为常识就是这样说的:出于机遇生成的事物能够罕见地发生,而罕见发生的事物也能够出于机遇生成。且让这一点在此保留:机遇属于罕见生成的事物。另一方面,若以另一种方式划分,在生成的事物中,有些是为了某种目的而生成,就像理智和自然作为创造者的所有事物一样;有些则不为了任何目的,就像我们拨弄头发或捡起麦秸时那样。那么在这些事物中,机遇应当归于何处?我主张它属于为了某种目的的事物。但至于如何如此,我希望稍作等待;现在暂且假定这一点——因为不久它就会被证明——让我们从这些前提中推导出结论来。既然已设定机遇属于罕见生成的事物,又设定它属于为了某种目的的事物。那么从中得出什么结论呢?那就是在为了某种目的而生成的事物中,某些事物也罕见地生成。那么,在阐明两个前提中的另一个之前,我是为了什么而被引导去推导这个结论呢?因为“为了某种目的”不仅存在于始终处于同样状态的事物中,同样地也并非只存在于绝大多数情况下生成的事物中;因此,若发现它也存在于罕见生成的事物中,实不足为奇。很好。那么,机遇和自发性究竟如何存在于为了某种目的的事物之中呢?因为论证确实还需要补足这一点。所有人都会同意,凡由理智和自然生成的事物,都是为了某种目的而生成的,例如走出屋外(因为要么是为了洗浴,要么是为了与朋友交谈),以及瓦片从屋顶掉落(因为是为了被运送到其固有处所,我指的是沉重而属土的物体运往下方处所,既然它未被充分支撑)。因此,当仅仅遇到它们起初正是为了它而生成的那个终点时,机遇在此没有任何关联;但当像常常惯常发生的那样,遇到了起初预设之外的某种别的东西时,机遇和自发性便在此显现出来。因为那人为了洗浴而外出,却撞见了一只疯狗;瓦片为了恢复其固有位置而被带到下方,因为悬空对其而言是违反本性的,却砸中了过路的人。因此,对于这样发生的事情,以某种方式说自然或抉择是其原因固然是可以的,但并非其自身的因;因为既不是为了这些结果人走出了屋外,也不是为了这些结果瓦片下落,而充其量只是偶然的因。
- 2.5νῦν δὲ ἀναθεμένοις τοῦτο
分词 ἀναθεμένοις 被理解为与后续劝诱语气动词 συλλογισώμεθα 的逻辑主语(我们)相呼应的与格(省略了 ἡμῖν)。中间态 ἀνατίθεμαι 意为“搁置、暂留”或“作为假定预设”,在此紧接着“因为不久它就会被证明”,表明暂且将第二前提的证明搁置一旁,先假定它以推导结论。
- 2.5ὅτι τὸ ἕνεκά τινος οὐκ ἐν τοῖς ὡσαύτως ἔχουσι μόνον, οὐκ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον ὁμοίως
此句省略了系动词或谓语动词(ἐστί 或 θεωρεῖται)。否定词 οὐκ 重复出现,表示“为了某种目的”不仅存在于始终处于同样状态的事物中,同样也并非只存在于绝大多数情况下的事物中,从而为在罕见事件中同样能发现目的因提供了逻辑依据。
- 2.5ὅταν δέ, ὥσπερ εἴωθε πολλάκις, ἕτερόν τι παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς
本句为与前分句 ὅταν μὲν οὖν ἐκεῖνο τὸ τέλος αὐτοῖς ἀπαντήσῃ μόνον 相对比的时间从句,省略了动词 ἀπαντήσῃ(或 γένηται)。ἕτερόν τι 作主语,由 παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς(偏离起初预设的目的)加以限定。
