- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:48.25-50.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯批评了先前的自然哲学家(如恩培多克勒和德谟克利特)将天体与宇宙秩序归咎于机遇和自发性却未给出合理说明,同时批判了将机遇视为非人类理智所能及的神圣原因的流行观点,并指出必须按既定方法对机遇展开探究。
φαίνονται μὲν γὰρ ὡς ἀληθῶς οὐδαμοῦ λόγον πεποιημένοι περὶ αὐτῆς, οὐκ Ἐμπεδοκλῆς, οὐκ Ἀναξαγόρας, οὐκ ἄλλος τις· οὔτε γὰρ ἓν ὧν ἔλεγον αἰτίων, ᾤοντο εἶναι τὴν τύχην, οἷον φιλίαν ἢ [τὸ] νεῖκος ἢ νοῦν ἢ πῦρ, οὔτε τι προσόμοιον τούτοις, ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὸν λόγον ἐστίν, ἐπεὶ καὶ περὶ ἄλλων πολλῶν οὐδένα ἐποιήσαντο λόγον, ἀλλ’ ὅ γε χρόνος ἱκανὸς ἐξευρεῖν τὴν ἀλήθειαν. καίτοι θαυμαστὸν μέν, εἰ μηδὲν ὑπολαμβάνοντες τὴν τύχην ὅμως οὐκ ἔπειθον τοὺς ἀνθρώπους ὡς ἐπὶ κενὸν ὄνομα φέρονται, θαυμαστὸν δέ, εἰ γινώσκοντες οὖσαν κατέλιπον διδάξαι ὅπως ἐστίν. ἐγὼ δὲ ἀναμιμνήσκομαι, ὡς Ἐμπεδοκλῆς καὶ ἄκων περιπίπτει που τῷ ὀνόματι καὶ χρώμενος εἰς ἀπόδοσιν τῆς φυσιολογίας τῇ τύχῃ πολλάκις λανθάνειν οἴεται· τῆς γὰρ τοῦ ἀέρος ἀποκρίσεως τὴν τύχην αἰτιᾶται λέγων ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, καὶ τὰ μόρια τῶν ζῴων τὰ πλεῖστα ἀπὸ τύχης γενέσθαι φησίν. ἀλλ’ οὗτος μὲν εἰς μικρὰ αὐτῇ καταχρώμενος, εἰ μηδένα αὐτῆς πεποίηται λόγον, ἥττονος ἄξιος κατηγορίας ἂν εἴη, Δημοκρίτῳ δὲ καὶ τοῖς ἄλλοις πῶς οὐκ ἄξιον ἐγκαλεῖν; οἳ τὰ μέγιστα αὐτῇ προστιθέντες οὐδὲ ἐλαχίστου λόγου μεταδεδώκασιν ἀνθρώποις τοὺς ἀπείρους οὐρανοὺς καὶ τὴν δίνην καὶ τὴν κατέχουσαν τάξιν εἰς ἄλλο μὲν οὐδὲν αἴτιον ἀναφέροντες, τύχης δὲ ἀνάψαντες μόνης καὶ τοῦ αὐτομάτου. καίτοι καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ θαυμάζω τῶν ἀνδρῶν, εἰ τὰ μέγιστα καὶ θειότατα τῶν φαινομένων, τὸν οὐρανὸν καὶ τὴν τῶν ἄστρων χορείαν, ἐν οἷς οὐδὲν ἀόριστον οὐδὲ ἄτακτον, εἰς τὸ αὐτόματον ἀνάγουσι καὶ τὴν τύχην ὁρῶντες καὶ τὰ φυτὰ καὶ τὰ ζῷα καθ’ ὡρισμένας αἰτίας καὶ τεταγμένας γινόμενα, εἴτε φύσιν εἴτε νοῦν εἴθ’ ἕτερόν τις ὀνομάζειν βούλοιτο τὰς αἰτίας· οὐ γὰρ περὶ τούτου νῦν διαφέρομαι, ἀλλ’ ὅτι γε πόρρωθεν τὸ ἄλογον καὶ ἄτακτον καὶ αὐτόματον τῆς γενέσεως τούτων δῆλόν ἐστιν. διὰ τί γὰρ οὐ γίγνεται ὅ τι ἔτυχεν ἐξ ὅτου ἔτυχεν, εἰ τύχη τὸ αἴτιον ἦν, ἀλλ’ ἐξ ἀνθρώπου μὲν ἄνθρωπος, ἐκ δὲ ἐλαίας ἐλαία; καὶ οὐδεὶς ἀπὸ τύχης φησὶν ἵππον ἐξ ἵππου τετέχθαι ἢ τὸν ἄσταχυν ἐκ τοῦ πυροῦ βεβλαστηκέναι. εἰ ταῦτα μὲν οὕτως, ἃ καὶ ἐμποδίζεται καὶ διακόπτεται πολλάκις, ὁ δὲ οὐρανὸς καὶ τὰ ἄστρα καὶ ἡ ἀκίνητος καὶ διαιωνίζουσα τάξις οὐ κατὰ νοῦν οὐδὲ κατὰ λόγον συντέτακται, ἀλλ’ ἐκ ταὐτομάτου καὶ τύχης, ἀμφότερα οὖν ἁμαρτάνουσι,1 καὶ ὅτι πάντων αὐτὴν αἰτιῶνται καὶ ὅτι μηδὲν ὑπὲρ αὐτῆς ἡμᾶς διδάσκουσιν. εἰσὶ δέ τινες οἳ τὴν τύχην αἰτίαν μὲν εἶναι καὶ πάνυ πολλῶν πεπιστεύκασιν, οὐκ ἔχοντες δὲ 〈περὶ〉 τὴν φύσιν αὐτῆς ἀποδοῦναι εὐσχήμονα λόγον ἀποδιδράσκουσιν ἄδηλον αὐτὴν αἰτίαν ἀνθρωπίνῃ διανοίᾳ τιθέμενοι.2 ἐοίκασι δὲ ἐξ ὧν λέγουσιν θεῖόν τι καὶ δαιμονιώτερον αὐτὴν ὑπολαμβάνειν· ταύτης δὲ καὶ οἱ πολλοὶ τῆς δόξης εἰσὶ σεβόμενοι τὴν τύχην καὶ νεὼς οἰκοδομοῦντες αὐτῇ μετὰ τῶν θεῶν. σκεπτέον οὖν ἡμῖν ὥσπερ ἔφην, περὶ αὐτῆς κατὰ τὴν συνήθη μέθοδον.
因为实际上他们看来从未就它作过任何论述——既不是恩培多克勒,不是阿那克萨哥拉,也不是其他任何人。因为他们既不认为机遇是他们所谈及的诸原因之一,例如爱、争吵、理智或火,也不认为是类似这些的任何东西;然而这并不妨碍论辩,因为他们对许多其他事物也未作任何论述,但至少时间足以发现真理。不过,如果他们认定机遇算不上什么,却依然未能说服人们他们正趋向一个空洞的名称,这固然令人惊奇;而如果他们明知它存在,却遗漏了教导它是怎样的,这也同样令人惊奇。但我记起,恩培多克勒即使非其所愿也在某处碰到了这个名称,并且在陈述其自然哲学时屡次使用机遇,却自以为不被人发觉;因为他将空气的分离归因于机遇,说“那时它恰好这样运行,但往往也以别样方式运行”,并且他说动物的绝大部分部位都是由机遇生成的。然而此人将机遇滥用于微小之事,纵使他未对它作任何论述,也尚不致受到如此严厉的谴责;但对德谟克利特及其他人,又怎能不予指责呢?他们把最伟大的事物归派给它,却没有向人们传授哪怕极微小的论述,他们将无限的诸天、涡旋以及居支配地位的秩序不归结于任何其他原因,而唯独悬系于机遇与自发性。然而我也正就此点本身对这些人感到惊异:他们将可见事物中最伟大、最神圣者——天宇与群星的行列,其中绝无任何不确定或无秩序之物——归结于自发性与机遇,尽管看到植物与动物都是根据确定的、有序的原因而生成的,无论人们愿意将这些原因称为自然、理智还是别的什么;因为我此刻并非就此进行争论,但至少非理性、无秩序和自发性与它们的生成相去甚远,这是显而易见的。因为若机遇是其原因,为何不是随意的产物来自随意的来源,而是人出于人、橄榄出于橄榄呢?而且没有人会说一匹马出于一匹马是由机遇所生,或者麦穗出于小麦是由机遇抽芽。如果这些甚至经常受到阻碍和打断的事物尚且如此,而天宇、群星以及不动且永恒的秩序[在他们看来]却不是根据理智也不是根据理性规则得以整序,而是出于自发性与机遇,那么他们在两方面都犯了错误:既在于他们将万物归咎于它,又在于他们就它未对我们施予任何教导。还有一些人,他们相信机遇是一个原因,且确是极多事物的原因,但由于无法对其本性给出体面的解释,便通过将其设定为对人类理智而言隐晦莫测的原因而逃避责任。从他们所说的话来看,他们似乎将它视为某种神圣的、更具神灵性质的东西;而大多数人也持此看法,敬奉机遇并为它和诸神一同建造神庙。因此正如我所说,我们必须按照通常的方法对它予以考察。
- 2.4εἰ ταῦτα μὲν οὕτως, ἃ καὶ ἐμποδίζεται καὶ διακόπτεται πολλάκις, ὁ δὲ οὐρανὸς καὶ τὰ ἄστρα καὶ ἡ ἀκίνητος καὶ διαιωνίζουσα τάξις οὐ κατὰ νοῦν οὐδὲ κατὰ λόγον συντέτακται, ἀλλ’ ἐκ ταὐτομάτου καὶ τύχης, ἀμφότερα οὖν ἁμαρτάνουσι
条件句结构的梳理。由 εἰ 引导的条件从句内部包含由 μέν... δέ 对置的两个分句(ταῦτα μὲν οὕτως... 与 ὁ δὲ οὐρανὸς... συντέτακται),其中后者将论敌的主张作为假设纳入其中。随后的归结分句由推论小辞 οὖν 引出(ἀμφότερα οὖν ἁμαρτάνουσι),整体骨架为:“如果这些事物尚且如此,而[如他们所称]天宇却由机遇整序,那么他们在两方面都犯了错误”。
- 2.4ἀποδιδράσκουσιν ἄδηλον αὐτὴν αἰτίαν ἀνθρωπίνῃ διανοίᾳ τιθέμενοι
分词 τιθέμενοι 表示方式或手段,支配直接宾语 αὐτήν 及述语性宾格 ἄδηλον αἰτίαν,ἀνθρωπίνῃ διανοίᾳ 为表示关系或限定的与格(“对人类理智而言是不明晰的原因”)。它与前文的 οὐκ ἔχοντες... ἀποδοῦναι 相应,描写论者逃避给出合理解释的行为。
