← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§4.15-5.30

驳巴门尼德与梅利梭的存在唯理论

德米斯提厄斯从哲学角度审视巴门尼德和梅利梭的见解,利用“存在”与“在数目上为一”的多重含义,揭示了将存在设定为单一实体或连续整体在逻辑上所导致的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὐδὲν λέγουσιν (πῶς γὰρ οἵ γε ἀναιροῦντες τὴν φύσιν;), φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, τὰς ἐκ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου καὶ τῆς κινήσεως, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν διαλεχθῆναι περὶ αὐτῶν· εἰ γὰρ καὶ φυσικῷ μὴ προσήκων ὁ λόγος, ἀλλὰ φιλοσόφῳ γε οὐκ ἀλλότριος. ἐροῦμεν δὲ πρὸς τοὺς ἄνδρας οὐχ ἵνα κινήσαντες αὐτῶν τὴν δόξαν θώμεθα οὕτως φύσιν καὶ κίνησιν·1 ταῦτα γὰρ ἡμῖν διὰ τὸ ἐναργὲς ὑποκείσθω, ἄλλως δὲ ἐκ περιόντος ἃ λέγουσιν ἐξεταστέον καὶ πρῶτόν γε αὐτὴν τὴν δόξαν καθ’ ἑαυτὴν χωρὶς τῶν λόγων οἷς ἐπιχειροῦσιν αὐτὴν κατασκευάζειν. Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν τί σημαίνει τὸ ὂν αὐτοῖς ἐρωτῆσαι, πότερον οἴονται πολλαχῶς αὐτὸ λέγεσθαι ἢ μοναχῶς· εἰ μὲν γὰρ πολλαχῶς, ὥσπερ ἡμεῖς ἐν ταῖς Κατηγορίαις ἐδείξαμεν, κατὰ τὸ ὄνομα ἂν λέγοιεν τὸ ὂν ἕν, πολλὰ δὲ κατὰ τὴν ὑπόστασιν καὶ τὰ πράγματα· εἰ γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, εἴτε καὶ ἀπολελυμένα ταῦτα ἀπ’ ἀλλήλων εἴτε σὺν ἀλλήλοις τὸ εἶναι ἔχοντα, πολλὰ τὰ ὄντα γενήσεται, κἂν μία φωνὴ πάντων κατηγορῆται. εἰ δὲ μοναχῶς, οὕτω δὲ τῷ πράγματι λέγοιεν ἂν καὶ τῷ σημαινομένῳ, ἀλλ’ εἰ ἓν πρᾶγμα σημαίνει, ἢ ὡς γένος ἂν ἓν σημαίνοι ἢ ὡς εἶδος ἢ ὡς ἄτομον. ἀλλ’ εἴτε ὡς γένος, πολλὰ τὰ ὄντα· εἴτε ὡς εἶδος, ὁμοίως· κατὰ γὰρ πλειόνων καὶ διαφερόντων ταῦτα κατηγορεῖται. λείπεται τοίνυν ὡς ἄτομον ἓν εἶναι τὸ ὄν, ὡς ὁ Καλλίας, ὡς ὁ Βουκέφαλος ἵππος, ὡς τοδὶ τὸ μέλαν. πότερον οὖν οὐσίαν τοῦτο ἐροῦσιν ἢ συμβεβηκός; οἴονται μὲν γὰρ συμβεβηκός, ὅταν ὁ μὲν ἄπειρον ὁ δὲ πεπερασμένον λέγῃ τὸ ὄν· τὸ γὰρ ἄπειρον καὶ πεπερασμένον ἐν γένει τῷ ποσῷ· τὸ μὲν γὰρ ποσὸν ἀδιεξίτητον, τὸ δὲ ποσὸν ὡρισμένον. εἰ μὲν οὖν ὑποκειμένου τινὸς ταῦτα κατηγοροῦσι, δύο ἂν λέγοιεν τὰ ὄντα, οὐσίαν καὶ ποσόν· εἰ δὲ κατὰ μηδενὸς ὑποκειμένου φέρουσι τὸ ποσόν, τοῦτο ἤδη καὶ ἀδύνατον εἶναι συμβεβηκὸς ἄνευ ὑποκειμένης οὐσίας. ἔτι τὸ ἓν κατ’ ἀριθμὸν ὥσπερ τὸ ὄν, λέγεται καὶ αὐτὸ πολλαχῶς. λέγεται γὰρ ἓν κατὰ ἀριθμὸν ἢ ὡς συνεχές, ὡς μίαν εἶναι εἴποιμι ἂν τὴν γραμμήν, ἢ ὡς τὸ ἀδιαίρετον φύσει ὡς τὸ σημεῖον καὶ ἡ στιγμή, ἢ ὡς ἕνα καὶ τὸν αὐτὸν ἔχον λόγον, ὡς ἓν λέγεται λώπιον καὶ ἱμάτιον. κατὰ τίνα οὖν τῶν τριῶν τρόπων ἓν λέγουσιν κατὰ ἀριθμὸν εἶναι τὸ ὄν; οὔτε γὰρ ὡς συνεχές (διαιρετὸν γὰρ ἐκεῖνό γε εἰς πολλά), μᾶλλον δὲ εἰς ἄπειρα. εἰ γὰρ διότι ἥνωται, ἓν αὐτὸ λέγουσιν, ὅτι ἐστὶ διαιρετὸν ἐροῦσιν αὐτὸ κατὰ τοῦτο πολλὰ εἶναι. ἀλλ’ ὡς ἀδιαίρετον δεῖ λαμβάνειν τὸ μέρος τοῦ ὅλου·2 ταύτῃ γὰρ λέγεται καὶ συνεχὲς ᾗ κατ’ ἐνέργειαν ἐστιν ἕν. ἀλλὰ πρῶτον μὲν οὐδαμῶς διαστέλλονται τὸ κατ’ ἐνέργειαν τοῦ δυνάμει· ἔπειτα (συγκεχωρήσθω γὰρ αὐτοῖς τοῦτο) ἐκεῖνό γε πάντως ὁμολογήσουσιν ὅτι συνεχῆ τε καὶ ἡνωμένα οὐχ ὁμοιομερῆ μόνον ἐστίν, πλεῖστα δὲ καὶ ἀνομοιομερῆ, τὰ σώματα λέγω τῶν ζῴων καὶ τῶν φυτῶν· ἥνωται γὰρ καὶ τούτων τὰ μέρη, καὶ οὐ σύγκειται ὥσπερ σωρός. διὰ τί οὖν εἰ τῆς γραμμῆς τὸ μέρος ἕν τε καὶ ταὐτὸν τῇ γραμμῇ, ὅτι μὴ διῄρηται τῆς ὅλης, οὐκ ἔσται καὶ ἡ χεὶρ ταὐτὸν Σωκράτει καὶ ὁ ποὺς δὲ ὁμοίως· ὁ γὰρ αὐτὸς λόγος. εἰ δ’ ἄμφω τὰ αὐτὰ τῷ αὐτῷ, καὶ ἀλλήλοις δήπου τὰ αὐτά. ἔσται οὖν ταὐτὸν ποὺς χεὶρ ὀφθαλμὸς κοιλία. τοῦτο τὸ ζήτημα κατ’ ἰδίαν ἐτύγχανε λόγου παρὰ τοῖς παλαιοῖς, πότερον ταὐτὸν τῷ ὅλῳ τὸ μέρος ἢ ἕτερον· ἀπήντα γὰρ ἄπορον ἐξ ἑκατέρου· εἰ μὲν ταὐτόν, ὃ προείρηται· εἰ δ’ ἕτερον, ὅτι καὶ τὸ ὅλον ἑαυτοῦ·3 οὐ γὰρ δὴ τοδὶ μὲν τὸ μέρος ἕτερον, τοδὶ δὲ οὔ, ἀλλὰ πάντα ὁμοίως ἕτερα τοῦ ὅλου, πάντα δὲ ἦν τὸ ὅλον.

尽管如此,既然他们对自然未发一言(取消自然的人又怎能谈论自然呢?),却碰巧提出了关于虚空、无限和运动的自然学疑难,那么对他们作简短的探讨或许也是恰当的;因为即便这一论辩并不适合自然哲学家,但至少对于哲学家而言并不是外在的。我们反驳这些哲学家,并不是为了推翻他们的见解从而以此确立自然与运动;因为这些对我们而言应当因其自明性而作为前提,相反,检验他们所说的乃是出于一种充裕,并且首先应当孤立地审视这一见解本身,撇开他们试图用来确立它的那些论辩。而所有开端中最恰切的,乃是询问他们“存在”究竟意味着什么,他们是认为它有多重含义,还是只有单一含义。因为如果有多重含义,正如我们在《范畴篇》中所指出的那样,他们便是在名称上说存在是一,而在实在和事物上说它是多;因为如果既有实体、性质又有分量,不论这些是彼此脱离,还是相互结合而具有存在,存在之物都将变成多数,即便一个名称被用来述说所有这些。另一方面,如果只有单一含义,他们便是在事物和被指明之物上如此言说;但如果它指明一个事物,它要么是作为属而指明一,要么是作为种,要么是作为个体。然而不论是作为属,存在之物都是多数;还是作为种,同样也是多数;因为这些都被用来述说更多且互异的事物。于是剩下的便是,存在乃是作为个体而为一,如卡利亚斯,如骏马布刻法罗斯,如这块黑色。那么,他们会说这是实体还是偶性呢?因为当一人说存在是无限的,另一人说它是有限的时,他们实际上将其视为了偶性;因为无限和有限属于分量这一属,前者是不可遍历的分量,后者则是被限定的分量。因此,如果他们把这些述说在某个底层基质上,他们所说的存在就将是两个,即实体与分量;但如果他们把分量置于任何基质之外,这便是已经不可能的事了,即偶性脱离底层的实体而存在。此外,“在数目上为一”就像存在一样,本身也有多种说法。因为在数目上为一,要么被说成是连续的,正如我可以称一条线为一;要么被说成是本性上不可分割的,如点;要么被说成是具有一个且同一的定义,正如短袍和外衣被称为一。那么,他们是根据这三种方式中的哪一种说存在在数目上为一呢?显然不是作为连续的(因为那至少可以分割为多),或者更确切地说是分割为无限。因为如果由于它是结合的,他们便称其为一,那么由于它是可分的,他们在这个意义上也必须说它是多。[或许有人会说:]“但必须将整体的部分视为不可分的;因为正是在它现实上为一的意义上,它才被称为连续的。” 但首先,他们根本没有区分现实与潜在;其次(姑且向他们让步这一点),他们无论如何都会承认,连续且结合的事物不仅有同质部分之物,而且绝大多数还是非同质部分之物——我指的是动物和植物的身体;因为这些事物的各部分也是结合在一起的,并非如同一堆散物那样拼凑而成。既然如此,如果线的某一部分因为未从整体中分割开来而与线为一且同一,那么手与苏格拉底同一、脚同样与他同一,又为何不能成立呢?因为同样的道理也是适用的。如果两者与同一个事物同一,那么彼此之间显然也是同一的。于是,脚、手、眼、腹就将成为同一事物。这一探究——部分究竟是与整体同一还是相异——在古人那里曾作为专门的论题被讨论;因为从两个选项中都会得出疑难:如果同一,就会出现前述的荒谬;如果相异,则整体也会与其自身相异;因为断不会是这个部分相异而那个部分不相异,而是所有的部分同样与整体相异,而所有的部分原本构成了整体。

语法注3 条
  1. 1.2οὐχ ἵνα κινήσαντες αὐτῶν τὴν δόξαν θώμεθα οὕτως φύσιν καὶ κίνησιν

    不定过去式主动分词 κινήσαντες 在此处取比喻义,意为“动摇”或“驳斥”其见解。它在 ἵνα ... θώμεθα 目的从句内部修饰虚拟式动词,表示先决动作(“并非为了在驳斥了他们的见解之后,以此确立自然与运动”)。句首的否定词 οὐχ 修饰整个目的结构。

  2. 1.2ἀλλ’ ὡς ἀδιαίρετον δεῖ λαμβάνειν τὸ μέρος τοῦ ὅλου

    该句为设问假托(hypophora),即预先提出辩论对手可能提出的反驳。句式本身虽为带有 δεῖ 的陈述句,但紧随其后的反驳(ἀλλὰ πρῶτον μέν……)表明此处是在代述论敌的抗辩。

  3. 1.2εἰ δ’ ἕτερον, ὅτι καὶ τὸ ὅλον ἑαυτοῦ

    紧随条件从句 εἰ δ’ ἕτερον(“如果[部分与整体]相异”)之后的是由 ὅτι 引导的省略型归结分句。此处省略了表示推论或结果的主动词(如承前文的 ἀπήντα ἄπορον 或 συμβήσεται),意为“[则会得出]整体亦与其自身相异[这一难题]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:4.15-5.30