← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§47.12-48.25

关于机遇与自发性存在性的探讨与辩驳

泰米斯提乌斯展开对机遇与自发性的探讨(《物理学》第二卷第四章),首先介绍了认为机遇可被还原为确定原因因而是空洞名称的否定论调,进而通过意图行为与偶发事件的区别对此进行了反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#1

4. Λέγεται δὲ καὶ ἡ τύχη πολλῶν αἰτία καὶ τὸ αὐτόματον καὶ πολλὰ καὶ εἶναι καὶ γίγνεσθαι διὰ τύχην καὶ τὸ αὐτόματον. ταῦτα μὲν ὑπὸ τίνα τρόπον τῶν προειρημένων αἰτίων ἐστὶν καὶ πότερον ταὐτὸν τύχη καὶ τὸ αὐτόματον ἢ ἕτερον καὶ ὅλως τί ἐστιν ἑκάτερον, ἐπισκεπτέον. 〈πρότερον ἐπισκεπτέον〉 δέ, εἰ ἔστιν ὅλως· ἀρχὴ γὰρ αὕτη. φαίη γὰρ ἄν τις κενὸν ὄνομα τὴν τύχην εἶναι· καὶ γὰρ ἐφ’ ὧν αἰτία λέγεται καὶ ὀνομάζεται, πάντως ἔστιν αἴτιον ὡρισμένον λαβεῖν ἐκ τῶν προαποδεδομένων τρόπων ἡμῖν ἐν τοῖς ἔμπροσθεν, οἷον εἰς τὴν ἀγοράν τις ἐλθών, ἵνα τῷ δεῖνι διαλεχθείη, κατέλαβε τὸν ἑταῖρον ἐξ ἀποδημίας ἐπανήκοντα, ὃν ἐβούλετο μὲν ἰδεῖν, οὐκ ᾤετο δὲ τηνικαῦτα. τούτου γὰρ εἰ ἔροιο τὴν αἰτίαν καὶ ὅπως κατείληφε τὸν ἑταῖρον, ἀπὸ τύχης μὲν ἂν φαίη, κενολογεῖ δέ. πῶς γὰρ ἀπὸ τύχης, ἀλλ’ οὐκ ἀπὸ τῆς αὐτοῦ προαιρέσεως, καθ’ ἣν προείλετο εἰς τὴν ἀγορὰν προελθεῖν; τί γάρ; εἰ μὴ τούτου προἦλθεν ἕνεκεν, ἀλλὰ ἄλλου του, ἄλλην τινὰ αἰτίαν τῆς θέας τοῦ φίλου περιβλεπτέον καὶ οὐ τὴν πρόοδον. εἰ δὴ τὴν μὲν τύχην ἀόριστον αἰτίαν καὶ οἱ τιθέντες νομίζουσιν, ἐφ’ ἑκάστῳ δὲ τῶν ἀπὸ τύχης λεγομένων ἐστὶν αἴτιον ὡρισμένον λαβεῖν, πῶς οὐκ ὄνομα λέγουσιν ἄνευ πράγματος οἱ τὴν τύχην ὡς αἰτίαν τινῶν ἀποσεμνύνοντες; οὐ παροπτέον δὲ οὐδὲ τοὺς παλαιούς, ὅσοι περὶ αἰτίων ἐφιλοσόφησαν, ὧν οὐδέ τις αὐτὴν ἐν τούτοις καταριθμήσαιτο.. ταῦτα μὲν οὖν εἴποιεν ἂν τὴν τύχην ἐξελαύνοντες ἐκ τῶν πραγμάτων, ἡμεῖς δὲ τὸν μὲν πρότερον λόγον τοὐναντίον περαίνειν οὗ βούλεται.1 βούλεται μὲν γὰρ ἀναιρεῖν τὴν τύχην, λανθάνει δὲ αὐτὴν μᾶλλον κρατύνων. εἰ γὰρ ἔχοντες ἅπαντες ἅπαντα τὰ γιγνόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγειν ἀεί, καὶ τοῦτο οὐκ ἀγνοοῦντες ὅμως οὐχ ἅπαντα ἀπὸ τύχης γενέσθαι λέγομεν, ἀλλὰ τὰ μὲν τὰ δὲ οὔ, δῆλον ὡς αἴτιόν τι παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη, εἴγε ἀποροῦμεν μὲν οὐδέποτε ὡρισμένης ἀρχῆς, αἰτιώμεθα δὲ ἐπ’ ἐνίων οὐ τὴν ὡρισμένην καὶ πρόδηλον ἀρχήν, ἀλλὰ τὴν τύχην ὡς οὖσαν ἕτερον παρ’ ἐκείνην. διὰ τί γὰρ Ἀχιλλεὺς μὲν ἐκ προαιρέσεως λέγεται ἀνῃρηκέναι τὸν Ἕκτορα, Ἄδραστος δὲ ἀπὸ τύχης τὸν Κροίσου παῖδα; ἐχρῆν γὰρ καὶ τοῦτον ἐκ προαιρέσεως λέγειν καθάπερ τὸν Ἀχιλλέα. ἐξήρκει γὰρ αὐτοῖς κἀπὶ τούτου ληρεῖν, ὡς εἰ μὴ προείλετο ἀφεῖναι τὸ δόρυ, οὐκ ἂν ὁ Κροίσου παῖς ἀνῃρέθη· ἀλλὰ προείλετο μὲν ὅτε ἀφῆκε τὸ δόρυ, προείλετο δὲ οὐ κατὰ τοῦ Κροίσου παιδός, ἀλλὰ κατὰ τοῦ θηρίου. τῆς μὲν οὖν ἀφέσεως αἰτιῶ τὴν προαίρεσιν, τοῦ φόνου δὲ μή· πῶς γάρ; ὃ εἰ προῄδει συμβησόμενον, οὐκ ἂν ἔπεμψε τὸ ἀκόντιον·2 ὥστε καλῶς ἀπὸ τύχης λέγεται καὶ οὐκ ἀπὸ προνοίας ὁ τοιοῦτος φόνος. οὕτως καὶ συγγνώμης ἐπὶ τούτοις τυγχάνουσιν, καὶ ὁ Κροῖσος εὐγνώμων ἦν οὐ παροξυνόμενος πρὸς τὸν δράσαντα. εἰ δὲ μηδεὶς ἐμνημόνευσε τύχης τῶν παλαιῶν, τί τοῦτο; ἐκείνων γὰρ ἔγκλημα τοῦτο, οὐχὶ τῆς τύχης ἀναίρεσις.

4. 机遇与自发性也被说是许多事物的原因,并且许多事物被说成是由于机遇与自发性而存在且生成的。这些属于前述原因的哪种方式,机遇与自发性是同一的还是不同的,以及概括而言各自是什么,都必须予以考察。但〈首先必须考察的〉是它们是否根本存在;因为这是起点。因为有人可能会说机遇是一个空洞的名称;因为即使在它被说成并被称为原因的事例中,也完全可以从我们先前所陈述的方式中寻得确定的原因,例如有人前往广场为了同某人交谈,却碰上了从异乡归来的同伴,他固然想见此人,却没想到在那时碰见。因为如果你问他此事的起因以及他是如何碰见同伴的,他也许会说“碰巧”,但这不过是空话。因为怎么会是碰巧,而不是出自他自己决定前往广场的意向抉择呢?那么又如何呢?如果他不是为了这个目的出来,而是为了别的某种目的,人们对于见到朋友这一事实,就必须探求某种别的原因,而非外出本身。因此,如果连设立机遇的人也认为机遇是不确定的原因,而在每一件被说成出于机遇的事例中都能寻得确定的原因,那么把机遇尊崇为某些事物之原因的人,岂不就是在谈论一个脱离实际的名称吗?我们也不应忽视古代那些就原因进行哲思的学者,他们之中没有一个人将机遇列入这些原因之中。那些将机遇逐出实在事物领域的人也许会说出这些话;然而我们[认为],前一种论辩达到了与其意图相反的结果。因为它固然意在取消机遇,却不知不觉地反而巩固了它。因为,如果我们所有人既然能够始终将发生的一切事情归结于确定的原因,并且并非不知晓这一点,却仍然不说一切事物都出于机遇而产生,而是说有些是、有些不是,那么很显然,机遇是确定原因之外的某种原因,既然我们绝不缺少确定的本原,却在某些事例中不归咎于确定且显明的本原,而是归咎于作为不同于那显明本原的机遇。因为为什么阿喀琉斯被说是出于意向抉择杀死了赫克托耳,而阿德剌斯托斯却是出于机遇杀死了克罗伊索斯的儿子?因为人们本也应当说此人如同阿喀琉斯一样是出于意向抉择而行事的。因为对他们来说,在此事例中胡诌也就足够了:如果他没有抉择掷出长矛,克罗伊索斯的儿子就不会被杀;但是,当他掷出长矛时他固然有所抉择,但他所抉择的并不是针对克罗伊索斯的儿子,而是针对野兽。因此,你可以将投掷的原因归于意向抉择,但不可将杀害归于此;怎么能呢?如果他预知此事将发生,他是绝不会投出标枪的;因此,这般的杀害理当被说成是出于机遇,而非出于预先谋划。正是因此,人们在这些事例中得到了宽恕,克罗伊索斯通情达理,并没有迁怒于行事者。即使古人中没有谁提及机遇,那又算得了什么?因为这是他们的过错,而不是对机遇的取消。

语法注2 条
  1. 2.4ἡμεῖς δὲ τὸν μὲν πρότερον λόγον τοὐναντίον περαίνειν οὗ βούλεται

    此处为主节言语动词(如 φαμέν 或 λέγομεν)省略的“带不定式的宾格”结构,与前文的“ταῦτα μὲν οὖν εἴποιεν ἄν…”形成对比(μέν...δέ)。此外,“τοὐναντίον ... οὗ βούλεται”中关系代词“οὗ”相当于“τούτου ὅ”,由表示比较或分离的“τοὐναντίον”支配作属格。

  2. 2.4ὃ εἰ προῄδει συμβησόμενον, οὐκ ἂν ἔπεμψε τὸ ἀκόντιον

    连接性关系代词结构,“ὅ”置于违实条件从句(εἰ προῄδει συμβησόμενον)之前。“ὅ”(=τοῦτο)指代上下文中的事件(杀死克罗伊索斯之子),与分词“συμβησόμενον”一起作“προῄδει”的宾语,意为“如果他预先知道这事会发生,他就不会掷出标枪”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:47.12-48.25