← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§43.3-44.10

技艺类比下对质料与形式的考察及第一哲学

泰米斯提乌斯基于亚里士多德《物理学》第二卷第二章,通过技术的类比(区分使用形式与指导制作质料这两种主导性技术)、目的与相对者的概念,论证了自然学家为何必须兼顾质料与形式,并指出自然学所考察的形式乃是不可脱离质料的具质料形式,至于分离形式的探讨则归属于第一哲学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#3

ἔτι καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς, αἱ δὲ εὐεργόν· ἁπλῶς μὲν οἰκοδομικὴ τὰς πλίνθους, εὐεργὸν δὲ πλαστικὴ τὸν κηρόν. εἰ δὲ ταῖς ποιητικαῖς συμβαίνει πολλαχοῦ τὸ ποιεῖν τὴν ὕλην, πῶς οὐ ταῖς θεωρητικαῖς τὸ γινώσκειν αὐτὴν ἀναγκαῖον; ἀλλὰ καὶ ἡμεῖς τέλος ὄντες (πολλὰ γὰρ καὶ ἡμῶν γίγνεται χάριν) οὐ μόνον ἴσμεν τὰ ἡμῶν ἕνεκεν, ἀλλὰ καὶ χρώμεθα αὐτοῖς. πῶς δὲ ἡμεῖς καὶ ὅτι διχῶς τὸ τέλος, ἐν τοῖς ἠθικοῖς λέγεται σκέμμασιν. οὐ χρὴ δὲ θαυμάζειν, εἰ ποιοῦσιν ἔνιαι τέχναι τὴν ὕλην, ὅπου γε καὶ ὅσαι αὐτῶν ἀρχιτεκτονικαί, αἵπερ δοκοῦσι μάλιστα τοῦ εἴδους ἕνεκεν ἐπιτάττειν ταῖς ὑπ’ αὐτάς, ὅμως καὶ τῆς ὕλης λόγον ποιοῦνται. δύο δέ ἐστιν εἴδη τῶν τοιούτων τεχνῶν καὶ ὅμως ἄμφω τῆς ὕλης φροντίζει, ὧν ἡ μὲν χρῆται τῷ εἴδει μόνῳ, τῇ δὲ ὑπ’ αὐτὴν ὁποῖον τοῦτό ἐστιν καὶ ὅπως ἂν γένοιτο, ἐπιτάσσει· οὕτω γὰρ ἔχει κυβερνητικὴ πρὸς ναυπηγικήν· χρῆται μὲν γὰρ τῷ εἴδει τῆς νεὼς ὁ κυβερνήτης, ὑφηγεῖται δὲ ἐργαζομένῳ τῷ ναυπηγῷ ποῖον σχῆμα νεὼς πλωϊμώτερον. οὐ μέντοι γε ἐκ παντὸς ξύλου ναυπηγοῦντος ἀνάσχοιτο ἄν, ἀλλὰ μέλει καὶ ὕλης αὐτῷ· τὸ γὰρ εἶδος ᾧ χρῆται τοιᾶσδε ὕλης προσδεῖται, εἰ μέλει τὸ ἑαυτοῦ ἔργον εὖ ἀποδώσειν.1 ἄλλη δέ τίς ἐστιν τῶν ἀρχιτεκτονικῶν λεγομένων, ἣ χρῆται μὲν οὐκέτι τῷ εἴδει, ἀλλ’ ἐργάζεται αὐτὸ καὶ ποιεῖ, ταῖς δὲ ὑπ’ αὐτὴν ἐπιτάσσει περὶ τῆς ὕλης ὡς ναυπηγικὴ τῇ τε ὑλοτομικῇ καὶ τῇ πριστικῇ. ὥσπερ δὲ ἐν τοῖς κατὰ τέχνην ὅταν γίγνηται ὑπὸ τῆς τέχνης ἡ ὕλη, τοῦ εἴδους χάριν γίγνεται καὶ τοῦ ἔργου, οὕτως ἐφ’ ὧν οὐ γίνεται ἀλλά ἐστιν, τοῦ εἴδους ἕνεκέν ἐστιν καθάπερ ἐν τοῖς φυσικοῖς. εἴρηται δὲ ὅτι τῷ τὸ τέλος γινώσκοντι καὶ τὰ πρὸς τὸ τέλος γνωστέον. ἔτι τῶν πρός τι ἡ ὕλη·2 ἡ γὰρ ὕλη τινὸς εἴδους καὶ ἄλλη γε ἄλλου, δῆλον δὲ ὡς προσεχής, ὥστε ὁ θάτερον εἰδὼς καὶ θάτερον εἴσεται ἐξ ἀνάγκης. περὶ μὲν οὖν τῆς ὕλης μέχρι τοσούτου ὁ φυσικὸς ἐπισκέψεται, ὥστε τὴν περὶ αὐτῆς θεωρίαν εἰς τὸ εἶδος ἐπαναφέρειν, περὶ δὲ αὐτοῦ τοῦ εἴδους ἄχρι τινὸς ἢ ὥστε μὴ χωρίζειν αὐτὸ τῆς ὕλης,3 ἀλλ’ ὥσπερ ὁ ἰατρὸς νεῦρον ἐξετάζει οὕτως ὁ φυσικὸς ἄνθρωπον. εἰ γὰρ καὶ χωρίζεταί ποτε τὸ ἔνυλον εἶδος, ἀλλὰ λόγῳ γε, οὐχ ὑποστάσει. μαρτύριον δὲ τοῦ πάντα ἔνυλα εἶναι τὰ φυσικὰ εἴδη τὸ πάντα, ὅσα γίνεται ὑπὸ τοιούτων, καὶ αὐτὰ γίγνεσθαι τοιαῦτα· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος, ὥστε ἀμφότερα ἔνυλα τὰ ποιητικὰ αἴτια, καὶ τὸ προσεχὲς ὁ ἄνθρωπος καὶ τὸ πρῶτον ὁ ἥλιος. εἰ δέ τι χωριστὸν εἶδος κατ’ οὐσίαν ἐστὶ καὶ ὅπως ἔχει πρὸς τὰ φύσει καὶ τί ἐστι, τῆς πρώτης ἔργον φιλοσοφίας διορίσαι. περὶ μὲν τῶν ἀρχῶν τῶν ὡς στοιχείων ἱκανὰ τὰ εἰρημένα ἔστω.

此外,诸技术也制造质料,有的全然制造,有的使其易于加工:例如建筑术全然制造砖块,而塑造术则使蜡易于加工。然而,若制造性技术在多数情况下都要制造质料,那么理论性科学认识质料岂非必不可免?再者,既然我们自身也是目的(因为许多事物也为了我们的缘故而生成),我们不仅认识为了我们的事物,而且还使用它们。至于我们如何〔是目的〕,以及目的是双重的这一点,已在伦理学考察中说明。若某些技术制造质料,也不必感到奇怪,既然连那些居于建筑术地位的技术——它们看似最主要为了形式的缘故向属下的技术发号施令——也同样考虑质料。此类技术有两种,然而二者都关心质料:其中一种仅使用形式,并向属下的技术指明该形式是何种样貌以及如何生成;正如驾舵术对于造船术的关系:舵手使用船的形式,但向劳作中的造船匠指示何种船体形状更适于航行。然而,若造船匠用任何随意的木材造船,舵手断不能容忍,而是他也关心质料;因为他所使用的形式需要如此这般的质料,若要很好地完成其自身功用的话。而在被称为主导性的技术中还有另一种,它不再使用形式,而是制作并生产形式,并向属下的技术就质料发号施令,正如造船术向伐木术和锯木术发号施令一样。正如在按技术生成的事物中,每当质料由技术制成时,它是为了形式与作品的缘故而制成,同样,在那些质料并非生成而是原本即在的事物中,它也是为了形式的缘故而存在,正如在自然事物中那样。且前已言及,对于认识目的者而言,通向目的的事物亦必当为他所知。此外,质料属于相对者之列;因为质料乃是某种形式的质料,且不同的质料属于不同的形式——显然作为切近的质料而言——因此认识其一者,亦必然认识另一者。因此,自然学家对于质料的考察,以将关于质料的观照归结到形式为限;而对于形式本身的考察,则以某种限度为限,即不将其与质料分离开来,正如医生考察肌腱,自然学家亦同样考察人。因为即使具质料的形式有时被分离,也只是在定义的层面上,而非在实体存在上。所有自然形式皆具质料的一个明证在于:凡是由此类事物所生成者,其自身也生成为如此之物;因为是人与太阳生人,因而切近的动力因(人)与第一动力因(太阳)这两者皆是具质料的。但至于是否存在某种在实体上分离的形式,以及它与依本性而存在的事物有何关系、它是什么,则是第一哲学的任务来加以判明。关于作为元素的诸本原,所言至此已足矣。

语法注3 条
  1. 2.2εἰ μέλει τὸ ἑαυτοῦ ἔργον εὖ ἀποδώσειν

    该从句由非人称动词 μέλει 支配将来时不定词 ἀποδώσειν,并带宾格成分 τὸ ἑαυτοῦ ἔργον。部分传本虽异作 μέλλει(“若其将要很好地完成自身功用”),但在义理上均表达该形式若要恰当实现自身功能所必需顾及或满足的条件。

  2. 2.2τῶν πρός τι ἡ ὕλη

    τῶν πρός τι 是部分属格充当谓语(“质料属于相对者之列”)。紧随其后的 γάρ 从句阐释了质料必然是相对于某一特定形式(即切近质料)而言的,从而解释了这一属格判断。

  3. 2.2ἄχρι τινὸς ἢ ὥστε μὴ χωρίζειν αὐτὸ τῆς ὕλης

    连词 ἤ 在此并非表示排他性的选择,而是起同位或解释性作用(“或者说/换言之”),以引出表结果或限制的 ὥστε 从句,具体界定前置词短语 ἄχρι τινός(“到某一限度为止,即不将其与质料相分离的限度”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:43.3-44.10