- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:44.11-45.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯根据《物理学》卷二第三章,阐述了四种主要的原因方式(质料因、形式因/范型、动力因/最初起点、目的因),解释了多重原因属于同一事物、互为原因以及相反事物之原因的现象,并重新对各原因方式下的不同情况展开细分枚举。
3. Ἀναλαβόντες δὲ ἄνωθεν περὶ τῶν αἰτίων πειραθῶμεν ἀποδοῦναι καθ’ ὅσους λέγεται τρόπους. ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος,1 οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ χρυσὸς τῆς φιάλης καὶ τὰ τούτων γένη· προσεχῶς μὲν γὰρ ὕλη τῆς φιάλης οὗτος ὁ χρυσός, ὡς γένος δὲ ὁ χρυσὸς καὶ τὸ σῶμα. ἄλλον δὲ τρόπον τὸ εἶδος καὶ τὸ παράδειγμα, τουτέστιν ὁ λόγος τοῦ τί ἦν εἶναι. παράδειγμα δὲ εἶπον οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες αὐτό τι καθ’ αὑτὸ ὑφεστὼς καὶ χωριστὸν εἶδος, ἀλλ’ ἐπειδὴ ὥρισται τὸ εἶδος ἑκάστου τῶν ὑπὸ φύσεως γινομένων, οἷον ἀνθρώπου ἵππου βοὸς ἐλαίας συκῆς πλατάνου, καὶ ἡ ταῦτα δημιουργοῦσα ἀρχὴ μέχρι τοσούτου πρόεισι κινοῦσα τὴν ὕλην μέχρις οὗ τὸ εἶδος τοῦτο καὶ τὴν μορφὴν τελείως ἐναρμόσαι τῇ ὕλῃ.2 ἔτι ὅθεν ἡ ἀρχὴ πρώτη τῆς μεταβολῆς, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου. πρώτην δὲ εἶπον ὅτι καὶ τὰ ὄργανα δοκεῖ κινήσεως αἴτια γίγνεσθαι, ἀλλ’ οὐ πρῶτα. πρὸς τούτοις ἕτερον αἴτιον ὡς τὸ τέλος, τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα, οἷον αἴτιον τοῦ περιπατεῖν ἡ ὑγεία καὶ οὐ μόνον τοῦ περιπατεῖν, ἀλλὰ πάντων ἁπλῶς, ὅσα ὑπὸ τοῦ ποιοῦντος τὸ τέλος γίγνεται μεταξὺ τοῦ τέλους,3 ἄλλο ἐξ ἄλλου, τούτων ἁπάντων αἴτιον ἡ ὑγεία, οἷον ἰσχνανσίας καθάρσεως φαρμακείας, τῶν πρὸς ταῦτα ὀργάνων· πάντα γὰρ τοῦ τέλους ἕνεκα ταῦτα καὶ ὅσα ἔργα, ὡς τὸ περιπατεῖν, καὶ ὅσα ὄργανα, ὡς σικυῖα σμίλη. τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων πολλὰ τοῦ αὐτοῦ γίγνεσθαι αἴτια, οὐ κατὰ συμβεβηκὸς μέν, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον οἷον φιάλης χρυσοχόος τε καὶ χρυσός· ἄμφω μὲν αἴτια καθ’ αὑτά, ἀλλ’ ὁ μὲν ὡς δημιουργός, ὁ δὲ ὡς ὕλη. δύναται δέ τινα καὶ ἀλλήλων αἴτια εἶναι, οἷον οἱ πόνοι τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος ἡ εὐεξία, οἱ πόνοι δὲ ὡς ἀρχὴ τῆς κινήσεως· ποιητικοὶ γὰρ οἱ πόνοι τῆς εὐεξίας καὶ τέλος ἡ εὐεξία τοῖς πόνοις. ἔτι δύναται ταὐτὸν αἴτιον εἶναι τῶν ἐναντίων, ἀλλ’ οὐχ ὡσαύτως ἔχον. ὁ γὰρ παρὼν αἴτιος τῆς σωτηρίας τῆς νεὼς οὗτος ἀπὼν τῆς ἀνατροπῆς,4 ὡς ὁ κυβερνήτης. ἅπαντα μέντοι γε ὥσπερ ἔφην εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους καὶ πάλιν γε αὐτοὺς ἀκριβείας ἕνεκεν ἐξαριθμητέον. πρῶτον μὲν εἰς τὴν ὕλην καὶ τὸ ὑποκείμενον, οὐχ εἷς δὲ ὁ τρόπος τῆς ὕλης· ἄλλως γὰρ ὑπόκειται τὰ στοιχεῖα ταῖς συλλαβαῖς (κατὰ σύνθεσιν γάρ) καὶ ἄλλως ἡ κυρίως ὕλη δέχεται τὸ εἶδος (κατὰ ἀλλοιώσεις γάρ)· γῆ δὲ καὶ ὕδωρ κατ’ ἄμφω τοῖς τῶν ζῴων σώμασι. καὶ τὰ μέρη τῷ ὅλῳ καθ’ ἕτερον τρόπον καὶ αἱ προτάσεις τοῦ συλλογισμοῦ τῷ συμπεράσματι. δεύτερον δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον. καὶ τοῦτο δὲ λέγεται πολλαχῶς, ὅλον μὲν ἐπὶ τοῖς ἐκ μερῶν συγκειμένοις, ὅλον δὲ οὐ σὺν τοῖς μέρεσι (τοῦτο γὰρ ἤδη τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ πᾶσιν αὐτοῖς ἐπιθεωρούμενόν τε καὶ ἐπιγιγνόμενον οἷον ἡ τελειότης, καὶ † καθ’ ὃ ὅλον λέγεται ὅλα, σύνθεσις δὲ ἐπὶ τοῖς συντιθεμένοις, εἶδος δὲ ἐπὶ τῆς κυρίως ὕλης.
3. 让我们从头重新考察,尝试说明原因按多少种方式被述说。因此,按一种方式,事物由之生成且作为内具者存在的东西被称为原因,例如雕像的青铜、金杯的黄金以及这些事物的属;因为这块特定的黄金是金杯的切近质料,而作为属的质料则是黄金与物体。按另一种方式,则是形式与范型,即“何所是”(本质)的定义。我说“范型”,并非像那些主张理念的人那样指某种自身独立存在且相分离的形式,而是因为由自然所生成的每一事物的形式都已被规定——例如人、马、牛、橄榄树、无花果树、悬铃木——并且制作这些事物的本原推动质料前进,直至将这形式与形态完全契合入质料之中。此外,变化的第一本原由之而来者也是原因,例如谋划者是原因,父亲是子女的原因。我说“第一”,是因为工具也看似成为运动的原因,但不是第一原因。除此之外,作为目的的另一种原因,这便是“为了何者”;例如健康是散步的原因,且不仅是散步的原因,而是制造目的者在目的达成之前相继引起的一切中间事物的原因,对于所有这些事物而言健康都是原因,例如消瘦、泄下、用药以及用于这些手段的工具;因为这一切事物,无论是作为动作(如散步),还是作为工具(如吸筒与手术刀),都是为了目的。因此,原因大致按如此多种方式被述说;而由于原因有多重含义,便发生许多原因属于同一事物的情况,这并非出于偶然,但也并非根据同一种说明;例如金匠与黄金同为金杯的原因:二者皆是就自身而言的原因,但前者作为制作者,后者作为质料。某些事物也可能互为原因,例如劳作是体魄健硕的原因,而后者是劳作的原因,但并非以同一方式,而是体魄健硕作为目的,劳作则作为运动的本原;因为劳作对于体魄健硕具有造成作用,而体魄健硕则是劳作的目的。此外,同一事物也可以是相反事物的原因,但并非在同一状态下;因为那因在场而是船舶安全之原因的人,这同一人因缺席而是倾覆的原因,正如舵手那样。然而正如我所言,一切原因皆归入最明显的四种方式,为了精确起见必须将它们再次数清。首先是归入质料与基底,但质料的方式并非只有一种;因为元素作为音节的基底是一种方式(通过组合),而严格意义上的质料接受形式则是另一种方式(通过质变);至于土与水,对于动物的身体而言则兼具这两种方式。部分相对于整体是按另一种方式,三段论的前提相对于结论亦然。其次是“何所是”与定义。这也有多种说法:在由部分构成的事物中被称为整体——但并非与诸部分结合的整体(因为那已经是复合体),而是在所有部分之上被观照并后随出现的东西,例如完满性,以及整体借以被称为整体的依据——而在被结合的事物中则作为组合,在严格意义上的质料中则作为形式。
- 2.3ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος
ἐνυπάρχοντος 为属格分词,与介词短语 ἐξ οὗ 中的关系代词 οὗ 一致(“从那作为内具者存在的东西……”),体现了亚里士多德对质料因的经典定义,即质料在生成物中持续作为内在成分而存留。
- 2.3μέχρις οὗ τὸ εἶδος τοῦτο καὶ τὴν μορφὴν τελείως ἐναρμόσαι τῇ ὕλῃ
连词 μέχρις οὗ 后接不定式 ἐναρμόσαι(语法上属于与由 πρόεισι 统辖的目的/结果不定式结构的混同,或晚期希腊语中连词支配不定式的用法),表示界限:“直到将该形式与形态完全契合入质料之中”。
- 2.3μεταξὺ τοῦ τέλους
μεταξύ 后接属格 τοῦ τέλους,指“在达到目的之前的区间中/与目的之间的中间阶段”,源于亚里士多德在《物理学》194b36中所说的 τὰ μεταξὺ τοῦ τέλους(在起点与目的之间产生的中间手段)。
- 2.3ὁ γὰρ παρὼν αἴτιος τῆς σωτηρίας τῆς νεὼς οὗτος ἀπὼν τῆς ἀνατροπῆς
分词 παρών 与 ἀπών 作方式或条件状语(“因在场……因缺席……”),修饰表示原因的表语。指示代词 οὗτος 回指并强调主语 ὁ παρών 所指的同一主体,表明同一承担者在不同状态下成为相反结果的原因。
