- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:42.1-43.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯论证道,由于本性兼具质料与形式,自然学家必须同时认识两者。他以不受阻碍的自然生长达到限度为例,阐明形式乃是目的(“为了其缘故”),并批判了将死视为目的的诗句,强调目的并非任何极限,而是“更善者”。
Ἐπειδὴ τοίνυν ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὥσπερ ὁ περὶ σιμότητος λέγων περὶ ἀμφοῖν ἐρεῖ, καὶ τῆς ὕλης καὶ τοῦ εἴδους (τοιοῦτο γὰρ τὸ κοιλότης ἐν ῥινί), μᾶλλον μέντοι κατὰ τὸ εἶδος ὁριεῖ (κατὰ γὰρ τοῦτο σιμῷ εἶναι),1 οὕτως καὶ περὶ τῶν φυσικῶν λεκτέον ὡς ἐν ὕλῃ μὲν καὶ μεθ’ ὕλης ὄντων, τὸ μέντοι εἶναι ἅ ἐστι παρὰ τοῦ εἴδους ἐχόντων, ὥστε καὶ ὁ ὁριζόμενος προσχρήσεται μὲν τῇ ὕλῃ, ὁριεῖται δὲ κατὰ τὸ εἶδος. καὶ γὰρ δὴ καὶ ἀπορήσειεν ἄν τις, ἐπειδὴ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ λέγειν· πότερον περὶ ἑκατέρας ἰδίᾳ ἢ περὶ τοῦ ἐξ ἀμφοῖν; ἀλλ’ εἰ μὲν περὶ τοῦ ἐξ ἀμφοῖν, δεῖ καὶ περὶ ἑκατέρας εἰδέναι. εἰς μὲν οὖν τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν μόνον ὁ περὶ τῆς ὕλης λόγος διαφέρειν τῷ φυσικῷ· ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τὸ εἶδος ὠνειροπόλησαν, ὁ μὲν τὸ νεῖκος καὶ τὴν φιλίαν ἀρχὰς θέμενος εἰδοποιούς, Δημόκριτος δὲ τὰ σχήματα· εἰς δὲ τὴν ἐκ τῶν προειρημένων ἀνάγκην μᾶλλον ὁ περὶ τῆς μορφῆς καὶ τοῦ εἴδους,2 οὐ μέντοι γε ὡς τῆς ὕλης παντάπασιν ἐκλανθάνεσθαι. εἰ γὰρ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς τέχνης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι τινὸς οἷον ἰατρικῆς, ὑγείαν καὶ χολὴν καὶ φλέγμα ἐν οἷς ἡ ὑγεία, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην ὅτι πλίνθοι καὶ ξύλα, καὶ τῶν ἄλλων οὕτως ὁμοίως, καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις. ἔτι τε τῆς αὐτῆς τὸ τέλος εἰδέναι καὶ τὰ πρὸς τὸ τέλος, οἷον ἰατρικῆς ὑγείαν καὶ τὰ πρὸς ὑγείαν. οὗ ἄρα τὸ εἶδος γινώσκειν, τούτου καὶ τὴν ὕλην· ἕνεκα γὰρ τοῦ εἴδους ἡ ὕλη. ὅτι γὰρ τὸ εἶδος καὶ ἡ τοιαύτη φύσις τέλος τῶν φυσικῶν σωμάτων ἐστίν, οὕτως ἂν καθόλου μάθοις, ὅταν κινούμενόν τι συνεχῶς κᾆτα ἀφικόμενον εἴς τι ἔσχατον καὶ τέλος παύσηται τῆς εἰς τὸ πρόσθεν ὁδοῦ. τοῦτο τῆς κινήσεως τέλος εἶχε καὶ τὸ οὗ ἕνεκα. νόει δέ μοι τὴν κίνησιν3 ἀνεμπόδιστον προϊοῦσαν καὶ περατουμένην καθ’ αὑτήν, οὐκ ἔξωθέν τινος αἰτίας αὐτὴν ἐπισχούσης. τοιοῦτον οὖν τέλος τὸ εἶδος· ἐπὶ τοῦτο γὰρ αἱ φυσικαὶ κινήσεις ἐλθοῦσαι ἡ γένεσις καὶ ἡ αὔξησις τελειοῦνταί τε καὶ ἵστανται καὶ ἔπειτα ἀνακάμπτουσι. γελοίως δὲ ὁ ποιητὴς ‘ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο’. ἔστι μὲν γάρ τι ἔσχατον καὶ ὁ θάνατος, οὐ πᾶν δὲ τὸ ἔσχατον τέλος καὶ οὗ ἕνεκα, ἀλλὰ τὸ βέλτιον (πᾶν γὰρ ἀγαθοῦ τινος ἐφίεται), καὶ ἡ αὔξησις οὐ θανάτου χάριν ἐγίνετο εἴγε καὶ πρὸ τοῦ θανάτου παύεται πολλάκις, ἀλλὰ τῆς τελειότητος καὶ τοῦ εἴδους. καὶ ἵσταται καθ’ αὑτήν, ὅταν εἰς τὸ τοιοῦτον τέλος ἀφίκηται, ὁ δὲ θάνατος τελευταῖον οὐχ ὡς σκοπός, ἀλλ’ ὡς ἀναγκαῖον σύμπτωμα τῆς τοιαύτης οὐσίας.
既然本性是双重的,即形式与质料,正如谈论塌鼻者将谈论两者——质料与形式(因为“鼻子中的凹陷”便是如此事物)——然而他更多会按照形式来下定义(因为“作为塌鼻之存在”乃是依据形式),那么对于自然事物也同样应当这样说:它们虽居于质料之中并与质料共存,但作为它们所是的那种存在却是来自形式;因此下定义者固然会兼用质料,但将按照形式来下定义。事实上,既然本性有两种,人们也会提出疑难:自然学家应当讨论两者中的哪一种?是分别讨论各自,还是讨论由两者结合而成者?但若是讨论由两者结合而成者,他就必须也认识各自。因此,若着眼于古人,人们会觉得只有关于质料的论述才对自然学家至关重要;因为恩培多克勒和德谟克利特仅在极小的程度上梦见过形式,前者将纷争与友爱设定为造就形式的本原,而德谟克利特则设定了形状;但若着眼于由前述内容所产生的必然性,则关于形态和形式的论述更为重要,然而绝非达到完全遗忘质料的地步。因为如果技术模仿本性,而同一门技术在某种限度内认识形式与质料——例如医术认识健康,以及健康居于其中的胆汁和粘液;同样,建筑术认识房屋的形式,也认识作为砖石和木材的质料,其余技术亦是如此——那么认识这两种本性,也应属于自然学。此外,认识目的与通向目的之事物,亦属于同一门学问,例如医术认识健康与通向健康之事物。因此,认识形式属于谁,〔认识〕质料也属于谁;因为质料是为了形式的缘故。因为形式和此类本性是自然物体的目的,你可以在普遍的意义上如此来领会:每当某物连续运动,随后到达某种极限和终点,停止其前行的道路。这就是〔运动之物〕所具有的运动的目的,即作为它为了其缘故的事物。但请为我理解为:这一运动毫无阻碍地前行并依其自身而达至完结,而非由某种外在原因所阻遏。形式便是这样一种目的;因为自然运动——即生成与生长——达至它便趋于完成并停顿下来,而后便发生逆转。而诗人荒谬地说道:“他拥有他正是为了其缘故而降生的终结”。因为死固然是某种极限,但并非所有的极限都是目的和“为了其缘故”,而是更善者才是(因为一切事物皆追求某种善),且生长并非为了死——既然它往往在死之前就已停止——而是为了圆满与形式。当生长达到这样的目的时,它依其自身停顿下来;而死作为终结,并非作为旨归,而是作为此类实体的必然伴生物。
- 2.2κατὰ γὰρ τοῦτο σιμῷ εἶναι
在短语 κατὰ γὰρ τοῦτο σιμῷ εἶναι 中,与格与不定词结合的 σιμῷ εἶναι 乃是亚里士多德哲学中典型的本质表达公式(相当于省略了定冠词的 τὸ σιμῷ εἶναι,“作为塌鼻之存在”或“塌鼻的本质”),在此作为省略了的存在动词的主语。
- 2.2εἰς δὲ τὴν ἐκ τῶν προειρημένων ἀνάγκην μᾶλλον ὁ περὶ τῆς μορφῆς καὶ τοῦ εἴδους
此分句在结构上与前句 εἰς μὲν οὖν τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν μόνον ὁ περὶ τῆς ὕλης λόγος διαφέρειν τῷ φυσικῷ 形成对置。前句中的 ἀποβλέψαντι(对于着眼于……者而言)以及谓语 δόξειεν ἂν [διαφέρειν τῷ φυσικῷ](似乎……对自然学家而言至关重要)在此被省略并承前补充。
- 2.2νόει δέ μοι τὴν κίνησιν
与格 μοι 是情意与格(伦理与格),带有对话式的提示口吻(“请听我说”、“请为我理解”)。νόει 是现在时第二人称单数命令语气。
