← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§40.14-41.29

自然学者与数学家的差异及对相论的批判

德米斯提厄斯探讨了自然学者与数学家(包括天文学家)在对象和考察方法上的差异,指出数学家在定义上将形状从质料和运动中抽象出来,而自然学者则将其作为内在于实体和质料之物来考察。他进一步借助光学、天文学等更具自然学性质的数学分支说明现实中的线离不开质料,从而批判了相论将定义上都不可分离之物在实立上分离开来的错误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

2. Νῦν δὲ ἴσως οὐκ ἀπὸ τρόπου θεωρῆσαι, τίνι διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ· περὶ σώματα γὰρ ἄμφω καὶ τὰ σώματι συμβεβηκότα, οἷον μήκη καὶ στιγμὰς καὶ στερεὰ καὶ ἐπίπεδα, ἢ οὐχ ὁμοίως; ἀλλ’ ὁ μὲν φυσικὸς ὡς ἀεὶ μεθ’ ὕλης ὄντα θεωρεῖ, ὁ δὲ χωρίζει τῷ λόγῳ τῆς ὕλης· καὶ ὁ μὲν τῆς θεωρίας ἔχει τὴν ἀναφορὰν ἐπὶ τὸ φυσικὸν σῶμα τὸ ἐν κινήσει (καὶ γὰρ ὅταν τὰ σχήματα θεωρῇ, ὡς πέρατα φυσικοῦ σώματος αὐτὰ θεωρεῖ), ὁ δὲ μαθηματικὸς οὐχ ὡς πέρατα, ἀλλ’ ὡς εἴδη τινὰ ὄντα καθ’ αὑτὰ ἁπάσης ἔξω κινήσεως. μᾶλλον δὲ ἴσως ἂν δόξειεν ὁ ἀστρολόγος ἐγγὺς εἶναι τοῦ φυσικοῦ· περὶ κινουμένων γὰρ οὗτος τὸν λόγον ποιεῖται, λέγει δὲ καὶ περὶ μεγέθους καὶ περὶ σχήματος, ἃ καθ’ ἑαυτὰ ὑπάρχει τοῖς σώμασι τοῖς φυσικοῖς, περὶ ὧν ἀνάγκη καὶ τὸν φυσικὸν εἰδέναι. εἰ γὰρ τί μέν ἐστιν ἥλιος εἴσεται, τῶν δὲ καθ’ αὑτὰ αὐτῷ ὑπαρχόντων οὐδ’ ὁτιοῦν, οὐκ ἔσται ἀληθῶς ἐπιστήμων. εἰ οὖν ἀμφότεροι λέγουσι καὶ περὶ σχημάτων ἡλίου καὶ σελήνης καὶ πότερον ἡ γῆ σφαιροειδὴς καὶ ὁ κόσμος, τίνι διαφέροιεν ἄν; ἢ καὶ οὗτοι περὶ ταὐτὰ μέν, οὐχ ὡσαύτως δέ; καὶ γὰρ ὁ ἀστρολόγος ὁμοίως τῷ γεωμέτρῃ τὰ συμβεβηκότα τοῖς θείοις σώμασι θεωρεῖ, οὐχὶ τὴν οὐσίαν αὐτῶν προσεξετάζων, οὐδὲ ὅτι τὰ τοιαῦτα σχήματα καὶ μεγέθη καὶ αἱ κινήσεις οἰκεῖα τῇ τοιαύτῃ οὐσίᾳ, οὐδὲ τὰς δυνάμεις αὐτῶν, οὐδὲ ὅτι βέλτιον οὕτως·1 τῷ φυσικῷ δὲ περὶ ταῦτα καὶ ἐκ τούτων ἡ θεωρία. καὶ ὅλως ἄμφω μὲν περὶ κινουμένων τῶν θείων σωμάτων τὸν λόγον ποιοῦνται, ἀλλ’ ὁ μὲν τὸ ποσὸν τῆς κινήσεως, ὁ δὲ τὸ ποιὸν ἐξετάζει, ὁ μὲν ὅτι ὁ ἥλιος ἐν τοσῷδε χρόνῳ τοσόνδε κινεῖται, ὁ δὲ ὅτι κύκλῳ φέρεται ἢ τοιῶσδε εἰ τύχοι, διὰ τὴν τοιαύτην οὐσίαν. καὶ τὸ σχῆμα δὲ ὅτι σφαιρικόν, ὁ μὲν ἐπειδὴ μὴ πύρινον μηδὲ γήϊνον ἀλλ’ αἰθέριον, ὁ δὲ ἐπειδὴ πανταχόθεν ὁμοίως ὁρᾶται· ὅλως γὰρ τὴν ὕλην οὐ προσποιοῦνται οἱ μαθηματικοὶ παντελῶς, ἀλλὰ τὸ τρίγωνον αὐτὸ ἢ κύβον λαβόντες οὕτως θεωροῦσιν ἄνευ ὕλης τε καὶ κινήσεως. ταῦτα δὲ εἰ μὲν καὶ καθ’ ὑπόστασιν ἐχώριζον, ἀδύνατα ἂν ὑπετίθεντο· οὐ γάρ ἐστιν ὑπόστασις τῶν περάτων καθ’ ἑαυτὰ χωρὶς ὧν ἐστιν πέρατα· νῦν δὲ ἐπειδὴ τῷ λόγῳ μόνον αὐτὰ διαιροῦσιν, ὡς πέφυκε καὶ χωρίζεσθαι, οὐδὲν αὐτοῖς ἕπεται ψεῦδος· οἱ δὲ τὰς ἰδέας λέγοντες ἃ μηδὲ τῷ λόγῳ χωριστά, ταῦτα καὶ ὑποστάσει χωρίζουσι.2 καίτοι περιττὸν μὲν καὶ ἄρτιον καὶ εὐθὺ καὶ καμπύλον καὶ σχῆμα καὶ γραμμὴν ἔστιν ὁρίσασθαι μὴ προσλαμβάνοντας ἐν τῷ λόγῳ κίνησιν καὶ ὕλην, σαρκὸς δὲ καὶ ὀστοῦ καὶ ἀνθρώπου λόγον ἀποδοῦναι ἢ τοῦ τοιοῦδε σώματος καὶ ὅλως τῆς ὕλης ἐκλαθόμενον ὁμοίως ἀδύνατον, ὥσπερ τοῦ σιμοῦ χωρὶς τῆς ῥινὸς καὶ τοῦ βλαισοῦ χωρὶς τῶν σκελῶν. ὅτι δὲ τοῦτο ἀληθές, δηλοῖ καὶ τῶν μαθημάτων ὅσα ἐστὶ φυσικώτερα· προσχρῆται γὰρ κινήσει τε καὶ αἰσθήσει, οἷον ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρονομία· γραμμὴν γὰρ λαβοῦσαι παρὰ γεωμετρίας, ἣν ἐκείνη φυσικὴν οὖσαν οὐχ ὡς φυσικὴν ἐξετάζει, ἀλλὰ χωρίσασα τῆς ὕλης τῷ λόγῳ· λαβοῦσαι οὖν τὴν τοιαύτην γραμμήν, ἐπειδὴ χρήζουσιν αὐτῆς κατ’ ἐνέργειαν ὑφεστώσης, οὐκέτι χωρίζουσι3 κινήσεως τε καὶ ὕλης, ἀλλὰ καὶ κέχρηνται ὡς φυσικῇ τε καὶ κινουμένῃ· τῇ γὰρ διόπτρας εὐθείᾳ μεθ’ ὕλης ἤδη χρῶνται καὶ κινήσεως. εἰ δὴ καὶ ὅσα τῷ λόγῳ δυνατὸν χωρίζειν ὅλως, ὅταν ἐνεργείᾳ ὄντα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον φυλακτέον ἐστὶ4 χωρίζειν ἐνεργείᾳ τὰ μηδὲ κατ’ ἐπίνοιαν χωριστά;

2. 如今考察数学家与自然学家的区别究竟何在,或许并非不合时宜;因为两者都讨论物体以及属于物体的偶性,例如长度、点、立体和平面——或者说,他们并非以同样的方式讨论?相反,自然学家将它们作为始终与质料共存之物来考察,而数学家则在定义上将它们与质料分离开来;前者将其考察指向处于运动之中的自然物体(因为即便他考察形状时,也是作为自然物体的边界来考察它们),而数学家则不把它们作为边界,而是作为居于一切运动之外的、依其自身的某些形式来考察。然而,天文学家或许显得更为接近自然学家;因为天文学家论述运动之物,并且他也谈论大小与形状,这些是依其自身属于自然物体的属性,对于这些属性自然学家也必然明了。因为他若知道太阳是什么,却对依自身属于太阳的属性一无所知,他便不会是真正具有知识者。那么,假若两者都谈论太阳和月亮的形状,以及大地和宇宙是否为球形,他们又会有何区别呢?抑或这些人同样也是处理相同的事物,却非以相同的方式?因为天文学家确实像几何学家一样考察属于神圣物体的偶性,而不进一步追究它们的实体,亦不考察诸如此类的形状、大小与运动适宜于此类实体这一点,亦不考察它们的能力,亦不考察如此存在是更善的这一点;而对自然学家而言,考察乃是关乎这些并由此出发的。总括而言,两者都论述运动的神圣物体,但一方考察运动的量,另一方则考察其质:一方考察太阳在如此多的时间内运动了如此多,另一方则考察由于如此的实体,太阳乃是作圆周运动,或者视情况以如此这般的方式运行。又如关于其形状为球形,一方是因为它既非火性亦非土性而是以太性的,另一方则是因为它从各个方向看去都呈现相同样貌。因为数学家全然不顾及质料,而是把握三角形本身或立方体,如此在脱离质料与运动的情况下来考察它们。倘若他们也是在自立上将它们分离开来,他们就会设定不可能之事;因为边界脱离了它们作为其边界的事物,自身并没有独立的自立。但如今,由于他们仅在定义上将它们分开,正如它们本性上也能够被分离那样,因此他们并没有随之产生虚妄;而那些主张相论的人,却把甚至在定义上都不可分离的事物,在自立上也分离开来了。 尽管在界定奇与偶、直与曲、形状与线时,可以不在定义中摄入运动与质料,但若全然遗忘质料,而要给出肉、骨、人或诸如此类的物体的定义,则是同样不可能的,正如脱离鼻子而谈塌鼻、脱离腿而谈罗圈腿是不可能的一样。而这一点是真实的,也由那些更具自然学性质的数学学科所表明;因为它们还兼用运动与感觉,例如光学、和声学和天文学。因为它们从几何学那里承接了线——几何学虽面对自然的线,却不作为自然的线来考察,而是在定义上将其与质料分离开来——承接了这样的线之后,由于它们需要线在现实态中存立,便不再将它与运动和质料分离开来,而是将其作为自然的和运动的来使用;因为它们在使用瞄准仪的直线时,已经结合了质料与运动。那么,如果就连那些在定义上完全可以分离的事物,在作为现实态存在而被把握时,甚至在定义上也不被分离,那么对于那些在思想中都不可分离的事物,在现实态中将它们分离更是何等应当予以防范呢?

语法注4 条
  1. 2.2οὐχὶ τὴν οὐσίαν αὐτῶν προσεξετάζων, οὐδὲ ὅτι τὰ τοιαῦτα σχήματα καὶ μεγέθη καὶ αἱ κινήσεις οἰκεῖα τῇ τοιαύτῃ οὐσίᾳ, οὐδὲ τὰς δυνάμεις αὐτῶν, οὐδὲ ὅτι βέλτιον οὕτως

    分词 προσεξετάζων 支配了一组并列宾语:名词短语 τὴν οὐσίαν αὐτῶν 和 τὰς δυνάμεις αὐτῶν,以及两个 ὅτι 从句(“……这一点”)。这些列举了天文学家所未予追究的实体论与目的论问题,与后文自然学家的考察范围(τῷ φυσικῷ δὲ περὶ ταῦτα καὶ ἐκ τούτων ἡ θεωρία)形成鲜明对照。

  2. 2.2οἱ δὲ τὰς ἰδέας λέγοντες ἃ μηδὲ τῷ λόγῳ χωριστά, ταῦτα καὶ ὑποστάσει χωρίζουσι

    关系从句 ἃ μηδὲ τῷ λόγῳ χωριστά 无先行词而直接由关系代词引导,并在主句中被指示代词 ταῦτα(作 χωρίζουσι 的直接宾语)所承接与复指。全句主语是分词短语 οἱ δὲ τὰς ἰδέας λέγοντες。这构成了数学家仅在定义上分离与相论倡导者在实立上分离定义上不可分之物之间的鲜明对比。

  3. 2.2γραμμὴν γὰρ λαβοῦσαι παρὰ γεωμετρίας... λαβοῦσαι οὖν τὴν τοιαύτην γραμμήν, ἐπειδὴ χρήζουσιν αὐτῆς κατ’ ἐνέργειαν ὑφεστώσης, οὐκέτι χωρίζουσι

    句中的阴性复数分词 λαβοῦσαι 在语法和逻辑上均承接前一句中出现的学科名称:光学、和声学与天文学(ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρονομία)。由于中间插入了说明几何学特征的关系从句(ἣν ἐκείνη...),作者在接引主动词 οὐκέτι χωρίζουσι 之前,以 λαβοῦσαι οὖν τὴν τοιαύτην γραμμήν 进行了复述与衔接。

  4. 2.2εἰ δὴ καὶ ὅσα τῷ λόγῳ δυνατὸν χωρίζειν ὅλως, ὅταν ἐνεργείᾳ ὄντα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον φυλακτέον ἐστὶ

    该句是由条件句(εἰ...)引出修辞性反问(πόσῳ μᾶλλον...)的举轻明重(a fortiori)推论结构。在条件从句内部,整个关系从句 ὅσα τῷ λόγῳ δυνατὸν χωρίζειν ὅλως 充当主语,其中嵌入了时间从句 ὅταν ἐνεργείᾳ ὄντα λαμβάνηται,并最终落实到谓语动词 οὐδὲ τῷ λόγῳ χωρίζεται 上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:40.14-41.29