- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:38.21-40.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌通过人工制品中技术与形式的类比、生成的朝向性以及同类相生等论据,论证了形式比质料更应被称为自然,并在末尾预告了缺失在某种意义上亦是一种形式。
ὡς γὰρ ἐπ’ ἀνδριάντος καὶ νεὼς καὶ τῶν ὑπὸ τέχνης δημιουργουμένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν τέχνην, ἀλλ’ ἐν τῷ εἴδει, οὕτω καὶ ἐπὶ φυτοῦ καὶ ἐπὶ ζῴου καὶ τῶν ὑπὸ φύσεως γινομένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν φύσιν ἀλλ’ ἐν τῷ εἴδει· καὶ καθάπερ ἐπὶ τῶν τεχνητῶν τὸ εἶδός ἐστιν ἡ τέχνη, οὕτως ἐπὶ τῶν φυσικῶν τὸ εἶδός ἐστιν ἡ φύσις· οὐ γὰρ τὰ ξύλα τῆς νεὼς τέχνη οὐδὲ ὁ χαλκὸς τοῦ ἀνδριάντος, ἀλλὰ τὸ σχῆμα καὶ ἡ μορφή· τοῦτο γάρ ἐστι τὸ κατὰ τέχνην γεγονὸς καὶ τεχνικόν. οὕτως οὖν οὐδὲ τὸ πρῶτον ὑποκείμενον ἡ φύσις, ἀλλ’ ὁ λόγος ἑκάστου καὶ τὸ τί ἦν εἶναι· τοῦτο γάρ ἐστι τὸ κατὰ φύσιν γεγονὸς καὶ τὸ φυσικόν· οὔτε γὰρ ὁ χαλκὸς τέχνην ἔχει, πρὶν τὸ εἶδος τοῦ ἀνδριάντος λαβεῖν, οὔτε ἡ ὕλη φύσιν, πρίν τινα μορφὴν ὑποδέξασθαι, οἱονεὶ δυνάμει σὰρξ καὶ τὸ δυνάμει ὀστοῦν, ὅταν γένηται ὀστοῦν ἐνεργείᾳ. εἰ δὲ ἅμα τῷ τὸ εἶδος λαβεῖν καὶ ἔχει φύσιν καὶ κατὰ φύσιν ἐστίν, τὸ εἶδος ἂν εἴη ἡ φύσις. εἰ δὲ οὐχ ὡς σχῆμα1 οὐδὲ ὡς εὐειδὲς ἐλέγομεν ἢ δυσειδές, ἀλλὰ καθ’ ὃ ἕκαστον ὁριζόμενοι τὸ τί ἐστιν ἀποδίδομεν· καὶ γὰρ αὖ καὶ τοῦτο ἰστέον, ὅτι φύσις μὲν ἑκάστου τὸ εἶναι ἑκάστου καὶ καθό ἐστιν ἕκαστον ὅ ἐστιν· ἔστι δὲ ἕκαστον ὅ ἐστι κατὰ τὸ εἶδος, οὐ κατὰ τὸ ὑποκείμενον· ὥστε τὸ εἶδος ἡ φύσις. τοῦτο δὲ ἡμεῖς τὸ εἶδος οὐκ ἐλέγομεν χωριστὸν καθ’ ὑπόστασιν, ἀλλὰ κατὰ λόγον, τὸ δὲ ἐκ τούτου καὶ τῆς ὕλης φύσις μὲν οὐκ ἔστιν, φύσει δέ· τὸ γὰρ εἶδος καὶ ἡ ὕλη συνδυασθέντα οὐκέτι λέγονται φύσις, ἀλλὰ τὸ γενόμενον ἐκ τούτων, οἷον τὸ φυτὸν καὶ τὸ ζῷον φύσει μὲν εἶναι λεχθήσεται, οὐκέτι δὲ φύσις. καθ’ ἑαυτὸ μέντοι γε ἕκαστον καὶ ἰδίᾳ λαμβάνοντι μᾶλλον φύσις τὸ εἶδος τῆς ὕλης. εἰ γοῦν ἔτι γίγνοιτό τι καὶ φύοιτο πρὶν ἅπαν τὸ εἶδος ἀπολαβεῖν, λέγομεν ‘οὔπω τὴν αὑτοῦ φύσιν ἔχει’· ἕκαστον γὰρ τότε καὶ ἔστι καὶ εἶναί τι λέγεται, ὅταν ᾖ ἐντελεχείᾳ, τουτέστιν ὅταν ἀπειλήφῃ τὴν αὑτοῦ φύσιν καὶ τελειότητα, τὸ δὲ εἶδος ἡ τελειότης, ὥστε καὶ συλλογισαίμεθα ἄν, οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τοῦτο ἔστι φύσις· τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τὸ εἶδος ἄρα φύσις. πρὸς Ἀντιφῶντα δὲ οὐ χαλεπὸν εἰπεῖν, ὡς εἰ διὰ τοῦτο τὴν ὕλην ᾤετο φύσιν, ὅτι γένοιτο ἂν ἐκ κλίνης, εἰ λάβῃ σηπεδόνα βλάστημα, τὸ ξύλον οὐ κλίνη, γίνεται δὲ καὶ ἐξ ἀνθρώπου ἄνθρωπος, πῶς οὐκ ἂν εἴη τὸ εἶδος φύσις; ὁ γὰρ ἄνθρωπος εἶδος, ὡς ἐκ τοῦ ὁρισμοῦ δῆλον· τὸ μὲν γὰρ τεχνικὸν εἶδος οὐδὲ ἡμεῖς ἂν εἴποιμεν φύσιν, διόπερ οὐδὲ τῆς κλίνης τὸ εἶδος φύσις ἐστίν· οὐ γάρ ἐστιν ἀρχὴ κινήσεως ἐνυπάρχουσα. τὸ μέντοι φυσικὸν καὶ ἔνυλον εἶδος ἀεὶ ἐξ ὁμοίου τὴν γένεσιν ἔχει· κύων γὰρ ἐκ κυνὸς καὶ ἵππος ἐξ ἵππου. ἔτι πᾶν τὸ γιγνόμενον λέγεται γίγνεσθαι τοῦτο, ἐφ’ ὃ ἡ πρόοδος καὶ οὐκ ἀφ’ οὗ. διὰ τί γὰρ τὸ ξύλον βάθρον γίγνεσθαι λέγεις ὑπὸ τοῦ τέκτονος καὶ οὐχὶ ξύλον ὅταν σχηματίζηται εἰς βάθρον; ‘ὅτι πρόεισιν’, εἴποις ἄν, ‘εἰς τὴν τοῦ βάθρου μορφὴν ἐκ τῆς τοῦ ξύλου.’ διὰ τί δὲ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον ἀέρα φὴς αὐτὸ γίγνεσθαι, οὐχὶ ὕδωρ; ὅτι τοῦ μὲν ἀπολείπει τὸ εἶδος, τοῦ δὲ σπεύδει λαβεῖν. οὕτως οὖν καὶ τὸ φυόμενον ἡνίκα φύεσθαι λέγεις, ἐπειδὴ εἰς φύσιν ἔρχεται, φύεσθαι λέγεις· ἐπειδὴ καὶ οὐκ ἀπὸ φύσεως μέν, ἔρχεται δὲ ἐπὶ τὸ εἶδος,2 ὥστε καὶ οὕτως τὸ εἶδος φύσις. οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις ἔρχεται μὲν εἰς ὑγείαν, ὀνομάζεται δὲ ἀπὸ τοῦ ποιοῦντος τῆς ἰατρικῆς, οὐχ οὕτως ἡ φύσις ἡ ὡς γένεσις ἔχει πρὸς τὸ εἶδος, ἀλλὰ μᾶλλον ὡς ἡ ὑγίανσις, ὅτι ὁδὸς εἰς ὑγείαν, καὶ ὡς θέρμανσις, ὅτι ὁδὸς εἰς θερμότητα, ἀπὸ τῶν τεχνῶν ὀνομάζεται,3 οὕτως ἡ φύσις ὅτι ὁδὸς εἰς φύσιν ἐστί, διὰ τοῦτο καλεῖται φύσις. ἐπεὶ οὖν ἐδείξαμεν ὅτι τὸ εἶδος μᾶλλον τῆς ὕλης φύσις ἐστίν, γνωστέον ὅτι ἡ φύσις ἡ ὡς μορφὴ λέγεται διχῶς· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστι, διὸ φύσει καὶ τὰ πηρώματα. ἀλλὰ τοῦτο μὲν ὅπως ἐνδέχεται λέγεσθαι, ὕστερον ἐπισκεψόμεθα· ἐπισκεψόμεθα δὲ καὶ πῶς ἡ στέρησις ἐναντίον τῷ εἴδει καὶ πῶς ἐξ ἀντικειμένων ἡ γένεσις ἁπλῆ καὶ ἡ τῆς οὐσίας.
因为正如对于雕像、船只以及由技术所制作的事物,人们会发现技术不在质料之中而是在形式之中,同样对于植物、动物以及由自然生成的事物,人们也会发现自然不在质料之中而是在形式之中;并且正如对于人工制品而言形式就是技术,同样对于自然物而言形式就是自然。因为船的木材和雕像的青铜并非技术,轮廓和形态才是技术;因为这才是依技术生成的且是具技术性的。因此同样地,首要的底层物也并不是自然,各事物的定义和“原本所是”才是自然;因为这才是依自然生成的且是具自然性的。因为正如青铜在接受雕像的形式之前并不拥有技术,质料在接纳某种形态之前也不拥有自然——就如潜在的肉和潜在的骨,当它现实地成为骨之时那样。那么,假若它在接受形式的同时既拥有了自然又合乎自然,则形式就应当是自然。然而我们所说的形式并不是指外形,亦非指美观或丑陋,而是指我们在界定各事物并说明“它是什么”时所依据的那种东西。因为此外还必须明了这一点:各事物的自然即是各事物的存在,亦即各事物何以成为其所是的依据;而各事物成为其所是乃是依形式而非依底层物;因此形式就是自然。但我们所说的这种形式,并不是在实体性的自立上可分离的,而是在定义上可分离的;而由这种形式与质料所构成的复合物则不是自然本身,而是由自然而来的。因为形式与质料结合在一起便不再被称为自然,而是由它们所生成的事物——例如植物和动物——将被说成是由自然而来的,而不再被称为自然。不过,对于将每一方各自且单独考察的人而言,形式比质料更应当是自然。至少,假若某物在完全获得其形式之前仍在生成和成长,我们便说“它尚未拥有自身的自然”;因为各事物唯有在完全现实态时,即在完全获得了自身的自然和完满性时,才存在并且被称为是某种存在者,而形式即是完满性;因此我们也可以作如此的三段论推理:“凡因其临在而使得由自然而存在的存在者由自然而成立的,此即是自然;然而因形式的临在,由自然而存在的存在者才由自然而成立;因此,形式就是自然。” 针对安提丰,我们也不难反驳道:假若他是因为从床中(若它发生腐烂)生成的萌芽是木料而不是床,从而认为质料是自然,那么既然从人也能生成人,形式又怎能不是自然呢?因为正如从定义中显而易见的那样,人就是形式。人工的形式就连我们自己也不会称之为自然,因此床的形式也并非自然;因为它不是一种内在的运动本原。然而,自然的且具质料的形式则始终从同类者中获得其生成:因为狗由狗而生,马由马而生。 此外,一切生成之物,都被说成是生成为它所进展到的那个终点,而非生成为它所由以出发的起点。因为木料被木匠塑造成长凳时,你为何说是生成为长凳而非生成为木料呢?“因为,”你定会说,“它从木料的形态进展到了长凳的形态。”当水转变为空气时,你为何说它生成为空气而非生成为水呢?因为那是由于它舍弃了前者的形式而急于获取后者的形式。因此同样地,当生长的东西在生长时你称它为“生长”,乃是因为它正在走向自然,你才说它“生长”;既然它不是从自然出发,而是走向形式,因此以此种方式而言形式亦是自然。因为这并不像治疗虽然走向健康,却是以施加治疗的技术即医术来命名的;作为生成的自然与形式的关系并非如此,而毋宁是正如痊愈因为是通往健康的途径、加热因为是通往热的途径而从技术中得名一样,自然也是因为它是通往自然的途径,正因如此它才被称为“自然”。 既然我们已经表明形式比质料更应当是自然,那么就必须认识到,作为形态的自然具有双重含义;因为缺失在某种意义上亦是一种形式,正因如此残疾亦是由自然而来的。然而这究竟应当如何来理解,我们将在后文予以考察;我们同样还将考察,缺失如何与形式相反对,以及单纯的生成即实体的生成如何从对立面中产生。
- 2.1εἰ δὲ οὐχ ὡς σχῆμα
分句以 εἰ δὲ 引导(疑为 εἶδος δὲ 之讹),句中虽有显式限定动词 ἐλέγομεν(“我们曾称作/讨论”),但缺少主句(归结分句),作为一种补充说明性分句。此处旨在澄清形式的真正哲学含义,排除通俗意义上的轮廓或美丑外表,明确其作为本质定义的作用。
- 2.1ἐπειδὴ καὶ οὐκ ἀπὸ φύσεως μέν, ἔρχεται δὲ ἐπὶ τὸ εἶδος
ἐπειδή 引导的从句结构中,καὶ 起强调作用,配以 μέν...δέ 构成对比:“并非脱离自然,而是走向形式”。此处给出了以目标端点(形式)来界定作为生成的“自然”的论证根据。
- 2.1ἀπὸ τῶν τεχνῶν ὀνομάζεται
紧随 ὡς ἡ ὑγίανσις... καὶ ὡς θέρμανσις 之后的动词短语。此处与前述“治疗依施动技术命名”相对比,指痊愈与加热作为通往目标(健康、热)的过程而得名,说明自然亦是因通往自然(形式)而得名。
