← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§37.2-38.20

自然之自明性与作为质料的自然

德米斯提厄阐明了“依自然”与“由自然”在外延上的区别,指出自然的存在是自明而无需论证的,进而探讨了“自然”的多重含义(特别是质料与形式),并引用安提丰等人的论证说明将质料视为自然的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

κατὰ φύσιν δὲ λέγεται τά τε φύσιν ἔχοντα καὶ πρὸς τούτοις αἱ τῶν φύσιν ἐχόντων κατὰ φύσιν ἐνέργειαι, οἷον τοῦ πυρὸς ἡ ἄνω φορά· οὔτε γὰρ φύσις τοῦτο (ἡ γὰρ τῆς φορᾶς ἀρχὴ φύσις, οὐκ αὐτὴ ἡ φορά) οὔτε ἔχει φύσιν (οὐ γὰρ ὑποκείμενόν τί ἐστιν ἡ ἐνέργεια), κατὰ φύσιν δέ ἐστιν, ὥστε ἐπὶ πλεῖον τὸ κατὰ φύσιν λέγεται τοῦ φύσιν ἔχειν. λέγεται δὲ τὸ ‘κατὰ φύσιν’ καὶ ‘φύσει’, ἀλλὰ τούτου γε ἐπ’ ἔλαττον·1 φύσει γάρ ἐστίν τινα οὐκ ὄντα κατὰ φύσιν, ὡς τὰ ἐκ γενετῆς πηρώματα. ἔστι μὲν γὰρ καὶ ταῦτα ἔργα τῆς φύσεως, σφαλλομένης δὲ καὶ οὐχ ᾗ πέφυκε προϊούσης. ταῦτα μὲν διωρίσθω· ὡς δ’ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον· φανερὸν γὰρ ὅτι πολλὰ τοιαῦτα τῶν ὄντων ἐστίν, ἃ διὰ φύσιν ἐστὶ καὶ φύσει, καὶ ἅμα οὐδὲν ἐναργέστερόν ἐστι τούτου, διὰ δὲ ἀφανεστέρου τὸ φανερὸν ἐπιδεικνύναι οὐκ εἰδότων ἐστὶν χρείαν ἀποδείξεως οὔτε κρίνειν τὸ δι’ αὑτὸ καὶ μὴ δι’ αὑτὸ γνώριμον. τοῦτο δὲ ἄν τις καὶ περὶ χρωμάτων ἀξιώσειε πηρὸς ὢν ἐκ γενετῆς, ὥστε συλλογισμῷ μαθεῖν ὅτι τὰ χρώματα ὄντα ἐστίν· ἀλλ’ εἰ καὶ ἑώρα, περιττὸς ἂν ἦν ὁ συλλογισμός· νῦν δὲ ὀνομάτων ἀκούσεται μόνον, χρώματα δὲ αὐτὸν ὁ συλλογισμὸς οὐ διδάξει· οὐ γὰρ συλλογισμῷ χρώματα, ἀλλ’ ὄψει κρίνεται. εἰ δή τις καὶ τὸν νοῦν πηρὸς ὢν τὰ ἐναργῆ μὴ † καθορᾶν, τούτῳ κἂν συλλογισμοὺς παρεχώμεθα, λόγους μὲν ἐροῦμεν, πράγματα δὲ αὐτὸν οὐ διδάξομεν. τοῦτο μὲν δὴ ἄνευ λόγου θετέον. Ζητητέον δὲ ἐκεῖνο, πότερον ἕν τι σημαίνει πρᾶγμα ἡ φύσις ἢ τῶν πολλαχῶς λεγομένων ἐστίν. ἔοικε δὲ ὁμωνυμία τις ἐμφαίνεσθαι τῷ ὀνόματι· λέγεται δὲ ἕνα μὲν τρόπον ἡ ὕλη φύσις. διττὴ δὲ αὕτη, ἡ μὲν τῶν ἐπὶ μέρους καὶ τινὸς ὕλη τις ἀμόρφωτος μὲν πρὸς ἕτερον, οὐ μὴν ἁπλῶς, ὡς οἰκίας πλίνθοι, πλίνθων δὲ γῆ καὶ ὕδωρ, φυτοῦ δὲ τὰ στοιχεῖα· ἡ δὲ ἀνωτάτω καὶ ἁπλῶς ἀνείδεος οὖσα. ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος καὶ ἡ κατὰ τὸν λόγον οὐσία. τρίτη δὲ ἡ κατὰ τὴν γένεσιν λεγομένη καλεῖται φύσις, αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ εἶδος καὶ τὴν μορφὴν κίνησις καὶ ὁδός. ἄλλη δὲ ἡ ταύτης αἰτία τῆς κινήσεως ἐνυπάρχουσα ἑκάστῳ τῶν φύσει ὄντων, ἥτις δὴ καὶ μάλιστα φύσις λέγεται. λέγεται δὲ καὶ πᾶσα οὐσία φύσις ὁπωσδήποτε συνεστῶσα, εἴτε ἁπλῆ εἴτε σύνθετος. περὶ μὲν οὖν τῶν ἄλλων ἔνθα ἂν παρῇ λέξωμεν, νῦν δὲ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους ἐπισκεπτέον, τί μᾶλλον ἂν νοοῖτο φύσις. ἐνίοις μὲν γὰρ ἡ ὕλη φύσις μᾶλλον δοκεῖ, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δὲ ὁ χαλκός. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ ὕδατος φύσις τὸ πρῶτον αὐτῷ ὑποκείμενον ἀμορφώτατόν τε καὶ ἀσχημάτιστον· σημεῖον δέ φησιν Ἀντιφῶν, ὅτι εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδών, ὥστε ἀφεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τοῦτο μὲν κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ, τὴν κατὰ ῥυθμὸν διάθεσιν· ῥυθμὸν γὰρ καλεῖ τὴν μορφήν, τὴν δὲ οὐσίαν ἐκείνην οὖσαν,2 ἣ διαμένει ταῦτα πάσχουσα συνεχῶς. εἰ δὲ καὶ ἄλλο τι πρὸς τὸ ξύλον λόγον ἔχει, ὥσπερ τὸ ξύλον πρὸς τὴν κλίνην, οἱονεὶ ὥσπερ αὐτὸ ὑπόκειται τῇ κλίνῃ, οὕτως ὕδωρ ἢ γῆ ἢ τῶν ἄλλων ὅτιουν ὑπόκειται τῷ ξύλῳ, ἐκεῖνα τὴν φύσιν εἶναι τοῦ ξύλου3 ὥσπερ τὸ ξύλον τῆς κλίνης. διὰ τοῦτο ὅσοι μὲν πῦρ ἐνόμισαν τὴν ὕλην τῶν ὄντων, καὶ φύσιν τοῦτο ἐνόμισαν τῶν ὄντων· ὅσοι δὲ ὕδωρ ὕλην, ταὐτὸν καὶ φύσιν· ὅσοι δὲ πλείους τὰς ὕλας, πλείους καὶ τὰς φύσεις, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ διαθέσεις· δεῖ μὲν γὰρ ἀεὶ τὴν φύσιν σῴζεσθαι τῶν ὄντων, τοιοῦτον δὲ τὸ πρῶτον ὑποκείμενον μόνον, τὰ δὲ ἄλλα γίνεται καὶ φθείρεται ἀπειράκις. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον τὴν ὕλην προσοικειοῦσι τῇ φύσει. Οἱ δὲ ὑπὲρ τοῦ εἴδους ἱστάμενοι καὶ τοῦτο ἀληθέστερον λέγεσθαι φύσιν ὑπολαμβάνοντες πρότερον κέχρηνται τοῖς ἐπὶ τῶν τεχνητῶν παραδείγμασιν.

被称为“依自然”的,既包括拥有自然的事物,此外还包括拥有自然之物的合乎自然的活动——例如火的向上位移。因为这种[位移]既不是自然(因为位移的本原是自然,而非位移本身),也不拥有自然(因为活动并非某种底层物),但它是依自然的;因此,“依自然”的外延要比“拥有自然”更为宽广。此外,“依自然”也被称为“由自然”,但其外延至少比后者狭窄;因为有些事物虽然是由自然而来的,却并不依自然,例如先天的残疾。因为这些残疾虽然也是自然的作品,却属于失足且未能按其本性自然展开的自然。这些内容就姑且如此界定。另一方面,试图证明自然的存在则是可笑的;因为显而易见的是,在存在者中有许多此类事物是由于自然且由自然而存在的,同时没有任何事物比这更为自明;而通过更不显明的事物去证明显明的事物,乃是不知论证之必要、亦不知辨别何为凭自身可知与非凭自身可知之人的作为。这就像一个先天失明的人关于颜色也可能提出这种要求,以便通过三段论得知颜色是实在之物;但假若他能看见,三段论本是多余的;而如今他将仅仅听到名称,三段论并不会教给他颜色;因为颜色不是通过三段论、而是通过视觉来判别的。因此,若有人在理智上也盲目以至于无法看清自明之物,那么即便我们向他提供三段论,我们也只是在陈述言辞,却无法将事物本身教授给他。这一点固然必须不经论证而直接确立。 然而我们必须探讨那个问题:自然究竟意指某种单一的事物,抑或是属于具有多种意义的言辞。看来这个名称中确实显现出某种同名异义性。在一种方式下,质料被称为自然。质料有双重含义:一种是个别和具体事物的某种质料,它相对于另一事物而言是无形式的,但绝非单纯如此——如房屋的砖块,砖块的泥土与水,植物的元素;另一种则是最上位、单纯无形式的质料。在另一种方式下,形态与形式,即依定义的实体[被称为自然]。第三种依生成而言的被称为自然,即朝向形式与形态的运动和途径。另一种则是这种运动的原因,它内在存在于各依自然而存在的存在者之中,这确实最本原、最恰当地被称为自然。此外,凡以任何方式构成的实体,无论是简单的还是复合的,也都被称为自然。关于其余各义,我们在适宜之处再行论述,而眼下必须就质料与形式考察,究竟哪一个更应被理解为自然。因为在有些人看来,质料似乎更是自然,例如床的自然是木料,雕像的自然是青铜。出于同样的理由,水的自然乃是其首要的、极度无形式且无形态的底层物。安提丰说,一个证据在于:若有人把一张床埋入土中,而腐朽获得了发出嫩芽的能力,那么生成的将不是床,而是木料;因为在他看来,这种按节奏的布置仅仅偶性地属于它(因为他将形式称为“节奏”),而实体乃是承受这些性状且连续持存的那种东西。如果还有其他某种事物对木料具有如木料对床那样的比例关系——仿佛正如木料自身作为床的底层物,同样水或土或其余任何东西作为木料的底层物——那么那些东西便应当是木料的自然,正如木料是床的自然一样。正因如此,凡将火视为存在者之质料的人,便也将火视为存在者的自然;凡将水视为质料的人,亦将水视为自然;而凡主张质料有多种的人,亦主张自然有多种,其余一切事物则皆是这些质料的情状、状态与配置。因为存在者的自然必须始终被保持,而只有首要的底层物才是如此这般的,其余事物则无数次地生成与毁灭。这些人便是以此种方式把质料归属于自然的。然而,那些拥护形式、认为形式更真实地被称为自然的人,首先使用的则是来自人工制品的范例。

语法注3 条
  1. 2.1ἀλλὰ τούτου γε ἐπ’ ἔλαττον

    τούτου 是指代前文 φύσει 的比较属格,ἐπ’ ἔλαττον 用作副词短语,意为“在更小的范围上”或“外延更小”。这表明“依自然”(κατὰ φύσιν)的外延小于“由自然”(φύσει),因为诸如先天残疾之类的事物虽然出于自然(φύσει),却并不符合自然原本的目的或常态(οὐ κατὰ φύσιν)。

  2. 2.1ὡς τοῦτο μὲν κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ ... τὴν δὲ οὐσίαν ἐκείνην οὖσαν

    这是由 ὡς 引导的宾格绝对分词结构(或表间接引语的分词结构),用于表达安提丰所主张的主观理由与见解。τοῦτο(床的形状配置)为分词 ὑπάρχον 的宾格主语,后半部分相对应的 τὴν οὐσίαν 则是分词 οὖσαν 的宾格主语,与表语 ἐκείνην 构成平行对比。

  3. 2.1ἐκεῖνα τὴν φύσιν εἶναι τοῦ ξύλου

    承接前文条件从句(εἰ δὲ καὶ ἄλλο τι... λόγον ἔχει...)的主句谓语采用了不定式 εἶναι。这是因为此处继续以间接引语(宾格加不定式结构)的形式转述安提丰的一连串推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:37.2-38.20