← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§35.2-37.2

依自然存在的事物的区分与自然的定义

泰米斯提乌斯根据《物理学》第二卷开篇,区分了依自然存在的事物与依其他原因存在的事物,并推导出自然是事物内部首要且凭自身的运动与静止的本原和原因这一定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

1. Ἄλλην τοίνυν ἀρχὴν ποιησάμενοι τῆς παρούσης θεωρίας οἰκειοτέραν πειραθῶμεν ἀποδοῦναι, τί ποτέ ἐστι τοῦτο ὃ καλοῦμεν φύσιν. ἔστι δὴ τῶν ὄντων τὰ μὲν διὰ φύσιν, τὰ δὲ δι’ ἄλλας αἰτίας· δι’ ἄλλας μὲν αἰτίας οἷον κλίνη βάθρον στρατηγία θησαυροῦ εὕρεσις (τούτων γὰρ τὰ μὲν διὰ τέχνην ἐστί, τὰ δὲ διὰ τύχην, τὰ δὲ διὰ προαίρεσιν), διὰ φύσιν δέ ἐστι τά τε ζῷα καὶ τὰ μέρη τούτων· τῶν γὰρ φύσει καὶ τὰ μέρη φύσει καὶ οὐχ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, οἰκία μὲν διὰ τέχνην, λίθοι δὲ οὐκέτι. καὶ τὰ φυτὰ διὰ φύσιν, ἔτι δὲ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, γῆ, πῦρ, ὕδωρ, ἀήρ. εἰ δὲ λάβοιμεν, τίνι διαφέρει τὰ φύσει τῶν μὴ φύσει, τοῦτ’ ἂν εἴη φύσις. διαφέρει δὲ τῷ τὰ μὲν φαίνεσθαι ἐν αὑτοῖς ἀρχὴν ἔχοντα καὶ αἰτίαν κινήσεώς τε καὶ στάσεως·1 φανερώτατα μὲν τὰ ζῷα· καὶ γὰρ κινεῖται τόπον ἐκ τόπου καὶ αὔξεται καὶ φθίνει καὶ ἀλλοιοῦται ἐκ τῆς ἐν αὑτοῖς αἰτίας· τὰ φυτὰ δὲ τὰς μὲν ἄλλας ἔχει κινήσεις, τῆς δὲ μεταβατικῆς κατὰ τόπον ἀφῄρηται, ὥσπερ γε καὶ τὰ ἁπλᾶ τῶν σωμάτων μόνην ἐξ αὑτῶν ἔχει τὴν κατὰ τόπον. οὐ μόνον δὲ κινεῖται, ἀλλὰ καὶ ἵσταται διὰ τῆς ἐν αὑτοῖς αἰτίας τὰ φυσικὰ σύμπαντα σώματα ἐκτὸς τοῦ θείου· τοῦτο γὰρ κινήσεως ἀρχὴν ἔχει μόνον ἐν ἑαυτῷ, κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, καθ’ ὅσον μὲν κλίνη λέγεται καὶ ἱμάτιον, οὐδεμίαν ἀρχὴν ἔχει μεταβολῆς ἔμφυτον· ἠρεμεῖ γὰρ ἀεὶ τὸ εἶδος τὸ ἐκ τῆς τέχνης ἐπιτεθέν, καθ’ ὅσον δὲ συμβέβηκεν αὐτοῖς λιθίνοις ἢ γηΐνοις εἶναι ἢ μικτοῖς ἐκ πλειόνων στοιχείων, κατὰ τοῦτο ἂν καὶ κάτω φέροιτο ἀφεθέντα καὶ εἰς σηπεδόνα ἂν μεταβάλλοι, ὥστε εἴη ἂν ἡ φύσις ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν οἷς ἐστίν. ἆρα οὖν φυσικὸν σῶμα ὁ ἀνδριὰς (φέροιτο γὰρ ἂν κάτω) καὶ ἔχει τὴν αἰτίαν ἐν ἑαυτῷ τῆς κινήσεως; ἢ οὐκ ἐν ἑαυτῷ πρώτῳ καθὸ λέγεται ἀνδριάς, ἀλλ’ ἐν τῷ χαλκῷ; ἀλλ’ ἡ ναῦς ἣν ὁ κυβερνήτης κινεῖ, πῶς οὐ ταύτην τὴν κίνησιν φύσει ἕξει, ὅσον γε ἐπὶ τῷ λόγῳ; ἐν αὐτῇ γάρ ἐστιν ὁ κυβερνήτης καὶ ἐν αὐτῇ πρώτῃ· οὐ γὰρ ἐν ἄλλῳ τινὶ καὶ πρὸ τῆς νεώς· οὐ γὰρ τὴν κυβερνητικὴν λέγω· αὕτη μὲν γὰρ ἐν πρώτῃ ἂν εἴη τῇ ψυχῇ, ἀλλὰ τὸν κυβερνήτην τὸν κατέχοντα τὸ πηδάλιον. ἀλλὰ ῥητέον ὡς οὐ καθ’ αὑτὴν ἡ ναῦς ὑπὸ τοῦ κυβερνήτου κινεῖται· οὔτε γὰρ ἐν τῷ λόγῳ τῆς νεὼς ὁ κυβερνήτης οὔτε ἡ ναῦς ἐν τῷ λόγῳ τοῦ κυβερνήτου, οἵπερ ἦσαν δύο τρόποι τοῦ καθ’ αὑτό.2 διὸ καὶ χωρίζεται κυβερνήτης νεώς, ἐπεὶ μὴ καθ’ αὑτὸ ὑπάρχει τῇ νηΐ, ἐπεὶ καὶ ὁ νοσῶν ἰατρὸς καὶ ἑαυτὸν ὑγιάζων ἐν ἑαυτῷ μὲν ἔχει πρώτῳ τὴν κινοῦσαν ἀρχήν, τουτέστι τὴν τέχνην, ὑγιάζεται δὲ καὶ κινεῖται οὕτως οὐ καθ’ αὑτό· οὐ γὰρ ᾗ νοσεῖ (πᾶς γὰρ ὁ νοσῶν ὑγιάζετο ἂν ὑφ’ ἑαυτοῦ), ἀλλ’ ᾗ συμβέβηκε τῷ νοσοῦντι καὶ ἰατρῷ εἶναι. διὸ καὶ χωρίζεται ταῦτα ἀπ’ ἀλλήλων, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων· ποιούμενα γὰρ ὀνομάζω τὰ τεχνικά· οὐδὲν γὰρ αὐτῶν ἔχει ἐν ἑαυτῷ τὰς ἀρχὰς τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν ἔχει, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δὲ ἐν αὑτοῖς μέν, ἀλλ’ οὐκ ἐν πρώτοις οὐδὲ καθ’ αὑτό, ὥσπερ εἰρήκαμεν. διὰ δὴ ταῦτα γνωριμώτερον ποιητέον τὸν ὁρισμόν, ὅτι φύσις ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ πρώτως ὑπάρχει καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. φύσις μὲν οὖν τοῦτό ἐστιν, φύσιν δὲ ἔχει ὅσα τὴν τοιαύτην ἔχει ἀρχήν· καί εἰσι ταῦτα πάντα οὐσία· σύνθετα γὰρ ἤδη ἐξ ὕλης καὶ εἴδους ἐστίν· ἡ γὰρ φύσις ἀεί τι ὑποκείμενον ἔχει καὶ ἐν ὑποκειμένῳ ἐστίν, ἐν ὑποκειμένῳ δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὅτι ἀρχὴ ἔνυλος, οὐ τῶν καθ’ αὑτὸ ἀσωμάτων.3

1. 因此,让我们采取更适于当前考察的另一个出发点,尝试说明我们称之为“自然”的这个东西究竟是什么。在存在者中,有些是由于自然而存在,另一些则是由于其他原因。由于其他原因的,例如床、长凳、将职、发现宝藏(因为在这些事物中,有些是由于技艺,有些是由于运气,有些则是由于抉择);而由于自然的,则是动物及其组成部分。因为在依自然而存在的事物中,其部分也是依自然而存在的,而不像在人工制品的情形中那样,房屋是由于技艺,而石头却不再是由于技艺了。植物也是由于自然而存在,此外还有各种简单物体:土、火、水、气。如果我们能够把握依自然者与非依自然者在何种特征上有所区别,这便是自然了。它们的区别在于:前者显明在其自身之中拥有运动和静止的本原与原因。最显明的是动物;因为它们由其内部的原因而从一处移动至另一处,生长、消减并发生质变。另一方面,植物虽然具有其他运动,却被剥夺了按位置的位移运动,正如简单物体由其自身出发仅具有按位置的运动一样。不仅如此,除了神圣的物体之外,一切自然物体不仅由于其内部的原因而运动,而且也会静止;因为神圣物体在其自身中仅拥有运动的本原。然而,床、斗篷以及诸如此类的其他类别,就其被称为床和斗篷而言,并不具有任何天生的变化本原;因为由技艺所附加的形式始终是静止的。但就它们偶性地是由石头或泥土制成,或是由多种元素混合而成而言,按照这一点,若被放开,它们也会向下移动,并会衰朽腐烂;因此,自然当是其所在事物中运动和静止的本原与原因。 那么,雕像是否是一种自然物体(因为它可以向下移动)并在自身中拥有运动的原因呢?抑或它并不是就其被称为雕像而言首要地在自身之中,而是在青铜之中拥有运动原因的呢?但是,由舵手推动的船只,至少就定义而言,又怎能说不是依自然而具有这种运动呢?因为舵手就在船之中,而且首要地就在船之中;因为他并非先于船而在其他某种事物之中(因为我所说的并不是操舵术;因为操舵术将首要地存在于灵魂之中,而是指握着舵柄的舵手)。然而必须说明的是,船并不是凭自身而被舵手推动的;因为舵手不在船的定义之中,船也不在舵手的定义之中,而这两者正是“凭自身”的两种方式。因此,舵手也与船相分离,因为他并不是凭自身而属于船;因为就连患病并医治自身的医生,虽然首要地在自身中拥有推动的本原,即技艺,但他被医治并以此方式被推动却不是凭自身的。因为并不是就他是病人而言(否则每一个病人都会被自己医治),而是就病人偶性地也是医生而言。因此,这些也是彼此分离的,其他各制作物亦是如此;因为我把人工制品称为“制作物”。因为它们没有一个在其自身中拥有制作的诸本原,而是有些在别物之中且来自外部拥有本原,例如房屋和手工艺制造的其余各物,另一些虽然在自身之中拥有,但如我们所说,既非首要地,亦非凭自身。由此可见,为了这些缘故,我们必须使定义更为清晰明白:自然就是它首要地、凭自身且非偶性地内在其中的事物运动和静止的本原与原因。自然便是这个;而拥有自然的,则是凡具有此类本原的事物。这一切事物皆是实体;因为它们已经是质料与形式的复合物了。因为自然始终具有某种底层物且存在于底层物之中——然而存在于底层物之中并非如偶性那样,而是因为它是一种具质料的本原,而非凭自身的非物体之物的本原。

语法注3 条
  1. 2.1διαφέρει δὲ τῷ τὰ μὲν φαίνεσθαι ἐν αὑτοῖς ἀρχὴν ἔχοντα καὶ αἰτίαν κινήσεώς τε καὶ στάσεως

    带冠词的不定式短语(τῷ ... φαίνεσθαι)充当表示区别维度或原因的与格,用以界定动词 διαφέρει 所表达的差异所在。分词 ἔχοντα 则是与 φαίνεσθαι 搭配的补足分词。

  2. 2.1οἵπερ ἦσαν δύο τρόποι τοῦ καθ’ αὑτό

    关系代名词 οἵπερ 的先行词是前文所述的两种情况(舵手不在船的定义中,船亦不在舵手的定义中),其性数受表语名词 δύο τρόποι 吸引而变为阳性复数。此处指亚里士多德在《后分析篇》卷一第四章中所界定的“凭自身(καθ' αὑτό)”的两种基本方式。

  3. 2.1ἐν ὑποκειμένῳ δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὅτι ἀρχὴ ἔνυλος, οὐ τῶν καθ’ αὑτὸ ἀσωμάτων

    句末采用了省略主谓结构的紧凑对比结构:它存在于底层物之中,不是像偶性那样[存在于底层物之中],而是因为它是一种具质料的本原,而不是凭自身非物体的诸事物的[本原]。属格 τῶν ... ἀσωμάτων 依附于前文承接的 ἀρχή。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:35.2-37.2