← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§33.2-34.12

缺失与恶以及质料的不生不灭

德米斯提厄斯注解亚里士多德《物理学》第一卷第九章,论述了缺失何以是生成与恶的原因,质料如何企求形式(第一原因与神圣者),以及质料自身是不生不灭的、仅在偶性上发生生成与毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#2

καίτοι θαυμαστὸν μέν, εἰ ἔστι φθείρουσα τὸ εἶναι, θαυμαστὸν δέ, εἰ μή ἐστι ποιοῦσα τὸ γίγνεσθαι· οὐ γὰρ ἂν γίγνοιτό τι μὴ φθειρομένου τινός, ἀλλ’ ἦν ἅπαντα ἀίδια. Τὰ κακὰ οὖν ἐκ ταύτης καὶ διὰ ταύτην· ἡ γὰρ ὕλη τῷ στερήσεως εἶναι δεκτικὴ καὶ τὸ δυνάμει ἔχειν ἀσθενεστέρα ἐστὶν ἢ ὥστε κατέχειν1 ἀεὶ τὰς μορφὰς ὧν μεταλαμβάνει. πόθεν οὖν μεταλαμβάνει; ὅτι ὀρέγεται τοῦ θείου καὶ ἐφίεται τοῦ ἀγαθοῦ, λέγω δὲ ἀγαθόν τε καὶ θεῖον τὸ πρῶτον εἶδος, τὸ πρῶτον αἴτιον, πρὸς ὃ πάντα νένευκεν, ᾧ σπεύδει πάντα ὁμοιωθῆναι καθ’ ὅσον ἕκαστον δύναται· δύναται δὲ ὡς πέφυκεν ἕκαστον. ἡ δὲ ἔφεσις αὕτη πῶς ἐν τῇ ὕλῃ; ἢ τοῦτό ἐστιν ἀληθινὴ ἡ πρόνοια ὄρεξιν ἐνυπάρχειν τοῦ καλοῦ τῷ αἰσχρῷ καὶ τῷ ἐνδεεῖ τοῦ αὐτάρκους, τούτῳ δὲ τῷ εἴδει τῷ πρώτῳ καὶ ἀΰλῳ καὶ χωριστῷ καὶ τοῖς παρὰ τούτου χορηγουμένοις τοῖς ἐνύλοις ἐναντίον μέν ἐστιν ἡ στέρησις, ἡ δὲ ὕλη νένευκεν ἐπ’ αὐτὸ καὶ ὀρέγεται; εἰ δὲ ἔχει τὴν στέρησιν ἐν τῇ φύσει, τῆς ἑαυτῆς φθορᾶς ἂν ἐφίοιτο· φθορὰ γὰρ τοῦ ἐναντίου ἡ παρουσία τοῦ ἐναντίου· εἰ γὰρ δὴ οὐκ ἄλλο τι ἡ στέρησις, ἀλλὰ ταὐτὸν ἀκριβῶς τῇ ὕλῃ, πῶς σῴζοιτο ἂν ἐν τῷ τινος εἴδους μεταλαμβάνειν; ὅτι φησί, καὶ τότε ἐνυπάρχει περὶ αὐτήν·2 ἄλλου γὰρ ἐστέρηται πάντως ἡ ὕλη, καὶ εἰ τοῦδέ τινος μεταλαμβάνει, εἴπερ ἐν τῷ λόγῳ τῆς ὕλης ἡ στέρησις οὐχὶ τοῦδέ τινος ἀλλὰ πάντων ὁμοίως ἂν εἴη. φθείροιτ’ ἂν οὖν κἂν 〈εἴ〉 τι μὲν ἔχοι τῶν εἰδῶν, τὶ δὲ μή. εἰ οὖν μηδὲ τὸ εἶδος ἐφίεται ἑαυτοῦ (οὐδὲ γὰρ ἐπιδεὲς ἑαυτοῦ) μήτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), λείπεται τὴν ὕλην εἶναι τὴν ὀρεγομένην τοῦ εἴδους, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος ἢ αἰσχρὸν καλοῦ· αἰσχρὸν δὲ οὐχ ὡς αἰσχρότης· οὐ γὰρ καθ’ αὑτὴν αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκὸς ᾗ μετέχει τῆς στερήσεως. Φθείρεται δὲ καὶ γίγνεται ἡ ὕλη ἔστι μὲν ὡς, ἔστι δὲ οὔ· κατὰ συμβεβηκὸς μὲν γὰρ φθείρεται, ἐπειδὴ τὸ συμβεβηκὸς αὐτὸ φθείρεται καθ’ αὐτό, τοῦτο δέ ἐστιν ἡ στέρησις· φθείρεται οὖν ἐπειδὴ τὸ ἐν αὐτῇ φθείρεται, ὡς τὸν ἀμφορέα φθείρεσθαί φαμεν, ὅταν ὁ ἐν αὐτῷ οἶνος φθαρῇ, κατὰ δὲ τὴν οἰκείαν φύσιν οὐ φθείρεται· οὐδέποτε γὰρ ἀπόλλυσι τὸ δυνάμει, ἀλλ’ ἄφθαρτος καὶ ἀγένητος. εἴτε γὰρ γίγνεται, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἐξ οὗ ἐνυπάρχοντος γίνεται, τοῦτο δέ ἐστιν αὐτή, ὥστε πρὶν γενέσθαι ἔστιν· εἴτε φθείρεται, εἰς τοῦτο ἀφίξεται ἔσχατον, ὥστε ἐφθαρμένη ἐστὶ πρὶν φθαρῆναι. καὶ περὶ μὲν ὕλης ἀρκείτω ταῦτα, ὅτι ἄφθαρτος, ὅτι ἀγένητος, ὅτι ἕτερον τῆς στερήσεως, ὅτι πρῶτον ὑποκείμενον, ἐξ οὗ πρῶτον γίγνεται ἕκαστον ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός, τοῦτο δὲ ὃ προστεθείκαμεν πρὸς ἀντιδιαστολὴν τῆς στερήσεως· γίγνεται γὰρ καὶ ἐκ τῆς στερήσεώς τι, ἀλλὰ κατὰ συμβεβηκός. περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίνες εἰσίν, οὐκέτι φυσικοῦ διορίσαι,3 ἀλλὰ τῆς πρώτης φιλοσοφίας· περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν, ἃ μηδὲ κυρίως ἀρχαί, ἀλλὰ τῶν ἐν γενέσει καὶ ὡς στοιχείων ἐν τοῖς ὕστερον δεικνυμένοις ἐροῦμεν.

然而,一方面,如果它在毁灭存在的同时却存在着,这固然令人惊异;另一方面,如果它在促成生成的同时却不存在,这也是令人惊异的。因为若无某物被毁灭,就没有任何东西能够生成,否则一切事物本都该是永恒的了。因此,诸恶由它而来且因它而起;因为质料由于能够接纳缺失并具有潜在的状态,因而过于软弱,以至于不能始终保有它所分有的那些形式。那么,它又从何处分有呢?因为它渴望神圣者,并企求善——我所说的善与神圣者,是指第一形式、第一原因,万物都向它倾斜,万物都在各自所能及的范围内急迫地同化于它;而各物乃是按其本性所赋而具有这种能力的。可是这种企求如何存在于质料之中呢?抑或这正是真正的眷顾:在丑陋者之中内在存在着对优美者的欲求,在匮乏者之中内在存在着对自足者的欲求,并且缺失固然与这第一的、非质料的、分离的形式以及由此形式提供给具质料者的诸形式相反对,而质料却向它倾斜并欲求它?但如果质料在其本性中就含有缺失,它便会企求自身的毁灭;因为相反者的临在即是其相反者的毁灭。因为倘若缺失确实并非别物,而是与质料完全同一,它又怎能在分有某种形式时得以保全呢?“因为,”他[反论者]说,“即使在彼时,[缺失]也内在于它周围;因为质料完全缺少另一种形式,纵然它分有了这一个特定的形式,要是缺失在质料的定义中不是针对这一特定形式而是同样针对一切形式的话。”因此,即使它拥有诸形式中的某一个,而没有另一个,它也会被毁灭。由此可见,既然形式既不企求自身(因为它并不欠缺自身),相反者也不企求形式(因为相反者彼此具有破坏性),那么剩下的就只有质料才是欲求形式者,正如雌性欲求雄性,或丑陋者欲求优美者一样;然而丑陋并非作为丑陋本身,因为它自体并非丑陋,而是偶性地、就其分有缺失而言是丑陋的。 质料在某种意义上毁灭并生成,在另一种意义上则不然。因为它是在偶性上毁灭的,因为偶性本身在自体上毁灭,而这就是缺失。因此,它是由于其内之物的毁灭而毁灭的,正如我们说当瓮中的酒变质时瓮被毁灭了一样;然而按照它固有的本性,它是不会毁灭的。因为它绝不丧失潜在的状态,而是不灭且不生的。因为无论它是生成,都必须首先有某种东西作为底层物存在,由它之内在而生成,而这就是质料本身,以至于它在生成之前就已经存在了;或者无论它是毁灭,它都将最终归结于此,以至于它在被毁灭之前就已经被毁灭了。关于质料,有这些说明就足够了:它是不灭的,是不生的,是不同于缺失的,并且是各物由此以内在于其中的方式非偶性地首先生成的首要底层物——我们之所以加上这一条,乃是为了与缺失相对照;因为某物也是由缺失生成的,但却是偶性地生成的。至于按照形式的本原,无论它是一个还是多个以及它们是何物,对其加以界定已不再是自然哲学家的职责,而是第一哲学的范围;至于那些并非严格意义上的本原、而只是在生成之中的诸事物的本原且犹如元素的自然及可灭的形式,我们将在后文所论证的内容中加以探讨。

语法注3 条
  1. 1.9ἀσθενεστέρα ἐστὶν ἢ ὥστε κατέχειν

    该句式由比较级(ἀσθενεστέρα)后接 ἢ ὥστε 及不定式(κατέχειν)构成,表示程度过甚以至于无法产生某一结果(“过于软弱以至于不能保有……”)。

  2. 1.9ὅτι φησί, καὶ τότε ἐνυπάρχει περὶ αὐτήν

    φησί 引入了假想的反对者(将质料与缺失混同的柏拉图学派立场)的话,提出了辩解性的反驳理由(“因为,他说,即使在彼时……”)。泰米斯提乌斯在紧接的文句中对此反驳予以驳斥。

  3. 1.9οὐκέτι φυσικοῦ διορίσαι

    表示归属或职责的表语属格(φυσικοῦ)支配作为主语的不定式(διορίσαι),意为“进行规定已不再是自然哲学家的职责/范围”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:33.2-34.12